← 伪阿波罗多洛斯

书库

§1.9.22-1.9.23

通过撞岩与夺取金羊毛

阿耳戈船英雄遵从佛纽斯的建议借鸽子之助穿过撞岩,抵达科尔喀斯拜见埃厄忒斯。伊阿宋在倾心于他的美狄亚协助下套住了喷火铜蹄公牛,消灭了地生的武装勇士,夺得金羊毛后于夜间逃离。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9.22

ἀπαλλαγεὶς δὲ τῶν ἁρπυιῶν Φινεὺς ἐμήνυσε τὸν πλοῦν τοῖς Ἀργοναύταις, καὶ περὶ τῶν συμπληγάδων ὑπέθετο πετρῶν τῶν κατὰ θάλασσαν. ἦσαν δὲ ὑπερμεγέθεις αὗται, συγκρουόμεναι δὲ ἀλλήλαις ὑπὸ τῆς τῶν πνευμάτων βίας τὸν διὰ θαλάσσης πόρον ἀπέκλειον. ἐφέρετο δὲ πολλὴ μὲν ὑπὲρ αὐτῶν ὁμίχλη πολὺς δὲ πάταγος, ἦν δὲ ἀδύνατον καὶ τοῖς πετεινοῖς διʼ αὐτῶν διελθεῖν. εἶπεν οὖν αὐτοῖς ἀφεῖναι πελειάδα διὰ τῶν πετρῶν, καὶ ταύτην ἐὰν μὲν ἴδωσι σωθεῖσαν, διαπλεῖν καταφρονοῦντας, ἐὰν δὲ ἀπολομένην, μὴ πλεῖν βιάζεσθαι. ταῦτα ἀκούσαντες ἀνήγοντο, καὶ ὡς πλησίον ἦσαν τῶν πετρῶν, ἀφιᾶσιν ἐκ τῆς πρῴρας πελειάδα· τῆς δὲ ἱπταμένης τὰ ἄκρα τῆς οὐρᾶς ἡ σύμπτωσις τῶν πετρῶν ἀπεθέρισεν. ἀναχωρούσας οὖν ἐπιτηρήσαντες τὰς πέτρας μετʼ εἰρεσίας ἐντόνου, συλλαβομένης Ἥρας, διῆλθον, τὰ ἄκρα τῶν ἀφλάστων τῆς νεὼς περικοπείσης.1 αἱ μὲν οὖν συμπληγάδες ἔκτοτε ἔστησαν· χρεὼν γὰρ ἦν αὐταῖς νεὼς περαιωθείσης στῆναι παντελῶς.

佛纽斯摆脱了鹰身女妖后,向阿耳戈船英雄们指明了航程,并就海中的撞岩向他们提出了建议。这些岩石极其巨大,在风力的驱使下相互撞击,封闭了海上的通路。岩石上方弥漫着浓雾,伴随着巨大的轰鸣,甚至连鸟类都无法从中穿过。于是他告诉他们,放一只鸽子穿过岩石,如果他们看见鸽子安全穿过,便可毫无顾忌地驶过;但如果鸽子丧命,就不可强行航行。他们听了这番话便启航出海,当靠近岩石时,从船头放飞了一只鸽子;在它飞翔时,岩石的相撞切断了它的尾羽尖端。于是他们趁着岩石回退的间隙,在赫拉的相助下奋力划桨穿了过去,船只的艉饰尖端被切落了。自那时起,撞岩便定止不动了;因为命中注定,一旦有一艘船穿过,它们就必须彻底停住。

§1.9.23

οἱ δὲ Ἀργοναῦται πρὸς Μαριανδυνοὺς παρεγένοντο, κἀκεῖ φιλοφρόνως ὁ βασιλεὺς ὑπεδέξατο Λύκος. ἔνθα θνήσκει μὲν Ἴδμων ὁ μάντις πλήξαντος αὐτὸν κάπρου, θνήσκει δὲ καὶ Τῖφυς, καὶ τὴν ναῦν Ἀγκαῖος ὑπισχνεῖται κυβερνᾶν. παραπλεύσαντες δὲ Θερμώδοντα καὶ Καύκασον ἐπὶ Φᾶσιν ποταμὸν ἦλθον· οὗτος τῆς Κολχικῆς ἐστιν. ἐγκαθορμισθείσης δὲ τῆς νεὼς ἧκε πρὸς Αἰήτην Ἰάσων, καὶ τὰ ἐπιταγέντα ὑπὸ Πελίου λέγων παρεκάλει δοῦναι τὸ δέρας αὐτῷ· ὁ δὲ δώσειν ὑπέσχετο, ἐὰν τοὺς χαλκόποδας ταύρους μόνος καταζεύξῃ. ἦσαν δὲ ἄγριοι παρʼ αὐτῷ ταῦροι δύο, μεγέθει διαφέροντες, δῶρον Ἡφαίστου, οἳ χαλκοῦς μὲν εἶχον πόδας, πῦρ δὲ ἐκ στομάτων ἐφύσων. τούτους αὐτῷ ζεύξαντι ἐπέτασσε σπείρειν δράκοντος ὀδόντας· εἶχε γὰρ λαβὼν παρʼ Ἀθηνᾶς τοὺς ἡμίσεις ὧν Κάδμος ἔσπειρεν ἐν Θήβαις. ἀποροῦντος δὲ τοῦ Ἰάσονος πῶς ἂν δύναιτο τοὺς ταύρους καταζεῦξαι, Μήδεια αὐτοῦ ἔρωτα ἴσχει· ἦν δὲ αὕτη θυγάτηρ Αἰήτου καὶ Εἰδυίας τῆς Ὠκεανοῦ, φαρμακίς. δεδοικυῖα δὲ μὴ πρὸς τῶν ταύρων διαφθαρῇ, κρύφα τοῦ πατρὸς συνεργήσειν αὐτῷ πρὸς τὴν κατάζευξιν τῶν ταύρων ἐπηγγείλατο καὶ τὸ δέρας ἐγχειριεῖν, ἐὰν ὀμόσῃ αὐτὴν ἕξειν γυναῖκα καὶ εἰς Ἑλλάδα σύμπλουν ἀγάγηται. ὀμόσαντος δὲ Ἰάσονος φάρμακον δίδωσιν, ᾧ καταζευγνύναι μέλλοντα τοὺς ταύρους ἐκέλευσε χρῖσαι τήν τε ἀσπίδα καὶ τὸ δόρυ καὶ τὸ σῶμα· τούτῳ γὰρ χρισθέντα ἔφη πρὸς μίαν ἡμέραν μήτʼ ἂν ὑπὸ πυρὸς ἀδικηθήσεσθαι μήτε ὑπὸ σιδήρου.2 ἐδήλωσε δὲ αὐτῷ σπειρομένων τῶν ὀδόντων ἐκ γῆς ἄνδρας μέλλειν ἀναδύεσθαι ἐπʼ αὐτὸν καθωπλισμένους, οὓς ἔλεγεν ἐπειδὰν ἀθρόους θεάσηται, βάλλειν εἰς μέσον λίθους ἄποθεν, ὅταν δὲ ὑπὲρ τούτου μάχωνται πρὸς ἀλλήλους, τότε κτείνειν αὐτούς. Ἰάσων δὲ τοῦτο ἀκούσας καὶ χρισάμενος τῷ φαρμάκῳ, παραγενόμενος εἰς τὸ τοῦ νεὼ ἄλσος ἐμάστευε τοὺς ταύρους, καὶ σὺν πολλῷ πυρὶ ὁρμήσαντας αὐτοὺς κατέζευξε. σπείραντος δὲ αὐτοῦ τοὺς ὀδόντας ἀνέτελλον ἐκ τῆς γῆς ἄνδρες ἔνοπλοι· ὁ δὲ ὅπου πλείονας ἑώρα, βάλλων ἀφανῶς λίθους, πρὸς αὐτοὺς μαχομένους πρὸς ἀλλήλους προσιὼν ἀνῄρει. καὶ κατεζευγμένων τῶν ταύρων οὐκ ἐδίδου τὸ δέρας Αἰήτης, ἐβούλετο δὲ τήν τε Ἀργὼ καταφλέξαι καὶ κτεῖναι τοὺς ἐμπλέοντας. φθάσασα δὲ Μήδεια3 τὸν Ἰάσονα νυκτὸς ἐπὶ τὸ δέρας ἤγαγε, καὶ τὸν φυλάσσοντα δράκοντα κατακοιμίσασα τοῖς φαρμάκοις μετὰ Ἰάσονος, ἔχουσα τὸ δέρας, ἐπὶ τὴν Ἀργὼ παρεγένετο. συνείπετο δὲ αὐτῇ καὶ ὁ ἀδελφὸς Ἄψυρτος. οἱ δὲ νυκτὸς μετὰ τούτων ἀνήχθησαν.

阿耳戈船英雄们来到了玛律安杜诺伊人的土地,那里的国王吕科斯热情地款待了他们。在那里,预言家伊德蒙被野猪击中而死,提费斯也死去了,安开俄斯答应掌舵航行。 他们航行经过热尔莫顿河与高加索,来到了法西斯河;这条河位于科尔喀斯境内。船只停泊入港后,伊阿宋来到埃厄忒斯面前,陈述了珀利阿斯所下达的命令,请求将金羊毛交给他;埃厄忒斯许诺,如果他能独自一人给铜蹄公牛套上轭,就交出金羊毛。他那里有两头巨大无比的野公牛,是赫淮斯托斯的礼物,它们长着铜蹄,口中喷出烈火。他命令伊阿宋在套上公牛后播撒龙牙;因为他从雅典娜那里得到了卡德摩斯在忒拜播撒的龙牙的一半。正当伊阿宋不知如何才能套上公牛而陷入困境时,美狄亚爱上了他;她是埃厄忒斯与俄刻阿诺斯之女伊狄伊亚的女儿,是一位女巫。她因担心他被公牛所害,便背着父亲许诺帮助他套上公牛并交出金羊毛,条件是他必须发誓娶她为妻并将她作为同行者带往希腊。在伊阿宋发誓之后,她给了他一种魔药,吩咐他在准备给公牛套轭时,用它涂抹盾牌、长矛和身体;因为她说涂上此药后,在一整天内既不会受到火的伤害,也不会受到铁的伤害。她还向他说明,播撒龙牙时,会有全副武装的男子从地里钻出来对付他,并告诉他一旦看见他们聚集在一起,就从远处向他们中间投掷石块,当他们为此互相厮杀时,再将他们杀死。伊阿宋听了这番话并涂上了魔药,来到神庙的圣林中寻找公牛,并在它们喷射着烈火扑来时套上了轭。当他播撒龙牙后,武装的男子从地里长了出来;他在看见人多的地方暗中投掷石块,走上前去杀死了那些正在自相残杀的人。尽管公牛已被套上轭,埃厄忒斯依然不肯交出金羊毛,反而图谋烧毁阿耳戈船并杀死船上的所有人。但美狄亚抢先一步,在夜间领着伊阿宋去取金羊毛,用魔药催眠了看守的恶龙,手持金羊毛与伊阿宋一同来到了阿耳戈船上。她的弟弟阿普叙耳托斯也跟随而来。于是〔阿耳戈船英雄们〕在夜间与这些人一同启航出海了。

语法注3 条
  1. 1.9.22τὰ ἄκρα τῶν ἀφλάστων τῆς νεὼς περικοπείσης

    在独立属格结构 τῆς νεὼς περικοπείσης(“船被削切掉”)中,被动分词 περικοπείσης 支配表示受损部位的宾格 τὰ ἄκρα(“尖端”),即所谓关系宾格(accusative of respect/part affected),意为“船只的艉饰尖端被切落”。

  2. 1.9.23μήτʼ ἂν ὑπὸ πυρὸς ἀδικηθήσεσθαι μήτε ὑπὸ σιδήρου

    由 ἔφη 引出的间接引语不定式短语。小词 ἄν 与将来时不定式 ἀδικηθήσεσθαι 连用,反映了直接引语中带有潜在语气(ἄν 与希求法)或有条件的将来表述,是后世拟古文体中常见的用法。

  3. 1.9.23φθάσασα δὲ Μήδεια

    动词 φθάνω 的分词用法,作修饰主语的状语分词,意为“抢先一步”、“先发制人”。在上下文中指美狄亚提前察觉并先于埃厄忒斯烧船杀人的图谋采取行动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.9.22-1.9.23