← 伪阿波罗多洛斯

书库

§1.9.19-1.9.21

赫拉克勒斯的离队、阿密科斯与佛纽斯

阿耳戈船英雄们在密西亚留下了寻找绪拉斯的赫拉克勒斯与波吕斐摩斯,随后波吕丢刻斯在拳赛中击杀了柏布律客斯国王阿密科斯。抵达萨尔密得索斯后,玻瑞阿斯之子们驱逐了折磨盲人预言家佛纽斯的鹰身女妖。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9.19

ἐνταῦθα δὲ Ἡρακλέα καὶ Πολύφημον κατέλιπον. Ὕλας γὰρ ὁ Θειοδάμαντος παῖς, Ἡρακλέους δὲ ἐρώμενος, ἀποσταλεὶς ὑδρεύσασθαι διὰ κάλλος ὑπὸ νυμφῶν ἡρπάγη. Πολύφημος δὲ ἀκούσας αὐτοῦ βοήσαντος, σπασάμενος τὸ ξίφος ἐδίωκεν, ὑπὸ λῃστῶν ἄγεσθαι νομίζων. καὶ δηλοῖ συντυχόντι Ἡρακλεῖ. ζητούντων δὲ ἀμφοτέρων τὸν Ὕλαν ἡ ναῦς ἀνήχθη, καὶ Πολύφημος μὲν ἐν Μυσίᾳ κτίσας πόλιν Κίον ἐβασίλευσεν, Ἡρακλῆς δὲ ὑπέστρεψεν εἰς Ἄργος. Ἡρόδωρος δὲ αὐτὸν οὐδὲ τὴν ἀρχήν1 φησι πλεῦσαι τότε, ἀλλὰ παρʼ Ὀμφάλῃ δουλεύειν. Φερεκύδης δὲ αὐτὸν ἐν Ἀφεταῖς τῆς Θεσσαλίας ἀπολειφθῆναι λέγει, τῆς Ἀργοῦς φθεγξαμένης μὴ δύνασθαι φέρειν τὸ τούτου βάρος. Δημάρατος δὲ αὐτὸν εἰς Κόλχους πεπλευκότα παρέδωκε·2 Διονύσιος μὲν γὰρ αὐτὸν καὶ ἡγεμόνα φησὶ τῶν Ἀργοναυτῶν γενέσθαι.

他们在那里留下了赫拉克勒斯和波吕斐摩斯。因为塞俄达马斯之子、赫拉克勒斯所钟爱的绪拉斯被派去打水,因美貌而被仙女们劫走。波吕斐摩斯听见他的呼喊,拔剑追赶,以为他是被强盗带走的;他遇见赫拉克勒斯便告知了此事。在两人寻找绪拉斯之际,船启航了;波吕斐摩斯在密西亚建立了基俄斯城并称王,赫拉克勒斯则返回了阿尔戈斯。但希罗多洛斯说他当时根本没有航行,而是在翁法勒那里为奴。费瑞居得斯则说他被留在了色萨利的阿斐泰,因为阿耳戈船发声说无法承受他的重量。然而德玛拉托斯记载他航行到了科尔喀斯;因为狄奥尼修斯甚至说他成为了阿耳戈船英雄们的领袖。

§1.9.20

ἀπὸ δὲ Μυσίας ἀπῆλθον εἰς τὴν Βεβρύκων γῆν, ἧς ἐβασίλευεν Ἄμυκος Ποσειδῶνος παῖς καὶ νύμφης Βιθυνίδος. γενναῖος δὲ ὢν οὗτος τοὺς προσσχόντας ξένους ἠνάγκαζε πυκτεύειν καὶ τοῦτον τὸν τρόπον ἀνῄρει. παραγενόμενος οὖν καὶ τότε ἐπὶ τὴν Ἀργὼ τὸν ἄριστον αὐτῶν εἰς πυγμὴν προεκαλεῖτο. Πολυδεύκης δὲ ὑποσχόμενος πυκτεύσειν πρὸς αὐτόν, πλήξας κατὰ τὸν ἀγκῶνα ἀπέκτεινε. τῶν δὲ Βεβρύκων ὁρμησάντων πρὸς αὐτόν, ἁρπάσαντες οἱ ἀριστεῖς τὰ ὅπλα πολλοὺς φεύγοντας φονεύουσιν αὐτῶν.

他们从密西亚出发,来到了柏布律客斯人的土地,那里的统治者是波塞冬与一位比提尼亚仙女之子阿密科斯。此人身材健壮,强迫靠岸的外邦人与他拳击,并以此种方式将他们杀死。因此,这一次他也来到阿耳戈船前,挑衅他们当中最出色的人进行拳赛。波吕丢刻斯应诺与他拳击,击中他的肘部将他打死。柏布律客斯人向他扑来时,勇士们拿起武器,杀死了许多逃跑的人。

§1.9.21

ἐντεῦθεν ἀναχθέντες καταντῶσιν εἰς τὴν τῆς Θρᾴκης Σαλμυδησσόν, ἔνθα ᾤκει Φινεὺς μάντις τὰς ὄψεις πεπηρωμένος.3 τοῦτον οἱ μὲν Ἀγήνορος εἶναι λέγουσιν, οἱ δὲ Ποσειδῶνος υἱόν· καὶ πηρωθῆναί φασιν αὐτὸν οἱ μὲν ὑπὸ θεῶν, ὅτι προέλεγε τοῖς ἀνθρώποις τὰ μέλλοντα, οἱ δὲ ὑπὸ Βορέου καὶ τῶν Ἀργοναυτῶν, ὅτι πεισθεὶς μητρυιᾷ τοὺς ἰδίους ἐτύφλωσε παῖδας, τινὲς δὲ ὑπὸ Ποσειδῶνος, ὅτι τοῖς Φρίξου παισὶ τὸν ἐκ Κόλχων εἰς τὴν Ἑλλάδα πλοῦν ἐμήνυσεν. ἔπεμψαν δὲ αὐτῷ καὶ τὰς ἁρπυίας οἱ θεοί· πτερωταὶ δὲ ἦσαν αὗται, καὶ ἐπειδὴ τῷ Φινεῖ παρετίθετο τράπεζα, ἐξ οὐρανοῦ καθιπτάμεναι τὰ μὲν πλείονα ἀνήρπαζον, ὀλίγα δὲ ὅσα4 ὀσμῆς ἀνάπλεα κατέλειπον, ὥστε μὴ δύνασθαι προσενέγκασθαι. βουλομένοις δὲ τοῖς Ἀργοναύταις τὰ περὶ τοῦ πλοῦ μαθεῖν ὑποθήσεσθαι τὸν πλοῦν ἔφη, τῶν ἁρπυιῶν αὐτὸν ἐὰν ἀπαλλάξωσιν. οἱ δὲ παρέθεσαν αὐτῷ τράπεζαν ἐδεσμάτων, ἅρπυιαι δὲ ἐξαίφνης σὺν βοῇ καταπτᾶσαι τὴν τροφὴν ἥρπασαν. θεασάμενοι δὲ οἱ Βορέου παῖδες Ζήτης καὶ Κάλαϊς, ὄντες πτερωτοί, σπασάμενοι τὰ ξίφη διʼ ἀέρος ἐδίωκον. ἦν δὲ ταῖς ἁρπυίαις χρεὼν τεθνάναι ὑπὸ τῶν Βορέου παίδων, τοῖς δὲ Βορέου παισὶ τότε τελευτήσειν ὅταν διώκοντες μὴ καταλάβωσι.5 διωκομένων δὲ τῶν ἁρπυιῶν ἡ μὲν κατὰ Πελοπόννησον εἰς τὸν Τίγρην ποταμὸν ἐμπίπτει, ὃς νῦν ἀπʼ ἐκείνης Ἅρπυς καλεῖται· ταύτην δὲ οἱ μὲν Νικοθόην οἱ δὲ Ἀελλόπουν καλοῦσιν. ἡ δὲ ἑτέρα καλουμένη Ὠκυπέτη, ὡς δὲ ἔνιοι Ὠκυθόη (Ἡσίοδος δὲ λέγει αὐτὴν Ὠκυπόδην), αὕτη κατὰ τὴν Προποντίδα φεύγουσα μέχρις Ἐχινάδων ἦλθε νήσων, αἳ νῦν ἀπʼ ἐκείνης Στροφάδες καλοῦνται· ἐστράφη γὰρ ὡς ἦλθεν ἐπὶ ταύτας, καὶ γενομένη κατὰ τὴν ἠιόνα ὑπὸ καμάτου πίπτει σὺν τῷ διώκοντι. Ἀπολλώνιος δὲ ἐν τοῖς Ἀργοναύταις ἕως Στροφάδων νήσων φησὶν αὐτὰς διωχθῆναι καὶ μηδὲν παθεῖν, δούσας ὅρκον τὸν Φινέα μηκέτι ἀδικῆσαι.

他们从那里启航,抵达色雷斯的萨尔密得索斯,双目失明的预言家佛纽斯住在那里。有人说他是阿革诺耳之子,有人说是波塞冬之子;关于他致盲的原因,有人说是诸神所致,因为他向凡人预言未来之事;有人说是玻瑞阿斯和阿耳戈船英雄们所致,因为他听信继母之言弄瞎了自己的亲生儿子;还有人说是波塞冬所致,因为他向佛里克索斯的儿子们指明了从科尔喀斯到希腊的航路。诸神还向他降下了鹰身女妖。这些女妖长着翅膀,每当给佛纽斯摆上餐桌,她们就从天而降夺走大部分食物,只留下少许充满了恶臭的食物,以致无法食用。阿耳戈船英雄们想要探知关于航程之事,他便说如果他们能帮他摆脱鹰身女妖,他就会指点航程。于是他们为他摆上一桌食物,鹰身女妖忽然尖叫着扑落,夺走了食物。玻瑞阿斯之子仄忒斯与卡拉伊斯见状,因生有双翼,便拔剑在空中追赶。鹰身女妖命中注定要死在玻瑞阿斯之子手中,而玻瑞阿斯之子则注定在追赶而无法擒获时死去。在被追赶的过程中,一只女妖在伯罗奔尼撒坠入了底格里斯河,这条河如今因她而被称为哈耳皮斯河;有人称她为尼科托厄,有人称为埃洛普斯。另一只名叫俄枯珀忒,或如某些人所说的俄枯托厄(赫西俄德则称她为俄枯珀得),她沿着普罗庞提斯海逃跑,一直逃到了埃喀那得斯群岛,如今这些岛因她而被称为斯忒洛法得斯群岛;因为她逃到这些岛屿时转了身,到了岸边因疲惫而与追赶者一同倒下。但阿波罗尼俄斯在《阿耳戈英雄纪》中说,她们被追赶到斯忒洛法得斯群岛,并未受到任何伤害,只发誓不再侵害佛纽斯。

语法注5 条
  1. 1.9.19οὐδὲ τὴν ἀρχήν

    副词性宾格。与否定词 οὐδέ 连用,构成固定习语,意为“从一开始就完全不……”或“根本不……”。

  2. 1.9.19Δημάρατος δὲ αὐτὸν εἰς Κόλχους πεπλευκότα παρέδωκε

    动词 παρέδωκε(“记载/传述”)统领“宾格+表语分词”(αὐτὸν ... πεπλευκότα),如同认知与陈述动词引入间接引语(“记载他航行到了科尔喀斯”),在语法功能上相当于宾格加不定式结构。

  3. 1.9.21τὰς ὄψεις πεπηρωμένος

    τὰς ὄψεις 为限制性宾格(关系宾格),修饰被动分词 πεπηρωμένος(“残损的”),限定受损部位,意为“在视力(双眼)上受损/双目失明”。

  4. 1.9.21ὀλίγα δὲ ὅσα

    限制性惯用句式。关系代词 ὅσος 与 ὀλίγος 搭配,表示“仅有的一点点……”或“极少量的……”,后由 ὀσμῆς ἀνάπλεα(“充满恶臭的”)作表语性修饰。

  5. 1.9.21ἦν δὲ ταῖς ἁρπυίαις χρεὼν τεθνάναι ὑπὸ τῶν Βορέου παίδων, τοῖς δὲ Βορέου παισὶ τότε τελευτήσειν ὅταν διώκοντες μὴ καταλάβωσι.

    无人称谓语 χρεὼν ἦν(“注定……”)支配“与格+不定式”。前一分句采用完成时不定式 τεθνάναι(“处于死亡状态”),后一分句则转换为将来时不定式 τελευτήσειν(“将要死去”),用以表达依赖于时间条件分句(ὅταν... μὴ καταλάβωσι)的注定发生的未来结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.9.19-1.9.21