- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(claude-fable-5-2) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.9.16-1.9.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
珀利阿斯因畏惧神谕而命伊阿宋去取金羊毛,阿耳戈船造成,文中列举了登船的英雄之名。一行人在楞诺斯与妇女交合,又在多利俄涅斯人那里于夜战中误杀国王库最科斯并将其安葬。
Αἴσονος δὲ τοῦ Κρηθέως καὶ Πολυμήδης τῆς Αὐτολύκου Ἰάσων. οὗτος ᾤκει ἐν Ἰωλκῷ, τῆς δὲ Ἰωλκοῦ Πελίας ἐβασίλευσε μετὰ Κρηθέα, ᾧ χρωμένῳ περὶ τῆς βασιλείας ἐθέσπισεν ὁ θεὸς τὸν μονοσάνδαλον φυλάξασθαι.1 τὸ μὲν οὖν πρῶτον ἠγνόει τὸν χρησμόν, αὖθις δὲ ὕστερον αὐτὸν ἔγνω. τελῶν γὰρ ἐπὶ τῇ θαλάσσῃ Ποσειδῶνι θυσίαν ἄλλους τε πολλοὺς ἐπὶ ταύτῃ καὶ τὸν Ἰάσονα μετεπέμψατο. ὁ δὲ πόθῳ γεωργίας ἐν τοῖς χωρίοις διατελῶν ἔσπευσεν ἐπὶ τὴν θυσίαν· διαβαίνων δὲ ποταμὸν Ἄναυρον ἐξῆλθε μονοσάνδαλος, τὸ ἕτερον ἀπολέσας ἐν τῷ ῥείθρῳ πέδιλον. θεασάμενος δὲ Πελίας αὐτὸν καὶ τὸν χρησμὸν συμβαλὼν ἠρώτα προσελθών, τί ἂν ἐποίησεν ἐξουσίαν ἔχων, εἰ λόγιον ἦν αὐτῷ πρός τινος φονευθήσεσθαι τῶν πολιτῶν.2 ὁ δέ, εἴτε ἐπελθὸν ἄλλως, εἴτε διὰ μῆνιν Ἥρας, ἵνʼ ἔλθοι κακὸν Μήδεια Πελίᾳ3 (τὴν γὰρ Ἥραν οὐκ ἐτίμα), τὸ χρυσόμαλλον δέρας ἔφη προσέταττον ἂν φέρειν αὐτῷ. τοῦτο Πελίας ἀκούσας εὐθὺς ἐπὶ τὸ δέρας ἐλθεῖν ἐκέλευσεν αὐτόν. τοῦτο δὲ ἐν Κόλχοις ἦν ἐν Ἄρεος ἄλσει κρεμάμενον ἐκ δρυός, ἐφρουρεῖτο δὲ ὑπὸ δράκοντος ἀύπνου. ἐπὶ τοῦτο πεμπόμενος Ἰάσων Ἄργον παρεκάλεσε τὸν Φρίξου, κἀκεῖνος Ἀθηνᾶς ὑποθεμένης πεντηκόντορον ναῦν κατεσκεύασε τὴν προσαγορευθεῖσαν ἀπὸ τοῦ κατασκευάσαντος Ἀργώ· κατὰ δὲ τὴν πρῷραν ἐνήρμοσεν Ἀθηνᾶ φωνῆεν φηγοῦ τῆς Δωδωνίδος ξύλον. ὡς δὲ ἡ ναῦς κατεσκευάσθη, χρωμένῳ ὁ θεὸς αὐτῷ πλεῖν ἐπέτρεψε συναθροίσαντι τοὺς ἀρίστους τῆς Ἑλλάδος.4 οἱ δὲ συναθροισθέντες εἰσὶν οἵδε· Τῖφυς Ἁγνίου, ὃς ἐκυβέρνα τὴν ναῦν, Ὀρφεὺς Οἰάγρου, Ζήτης καὶ Κάλαϊς Βορέου, Κάστωρ καὶ Πολυδεύκης Διός, Τελαμὼν καὶ Πηλεὺς Αἰακοῦ, Ἡρακλῆς Διός, Θησεὺς Αἰγέως, Ἴδας καὶ Λυγκεὺς Ἀφαρέως, Ἀμφιάραος Ὀικλέους, Καινεὺς Κορώνου Παλαίμων Ἡφαίστου ἢ Αἰτωλοῦ, Κηφεὺς Ἀλεοῦ, Λαέρτης Ἀρκεισίου, Αὐτόλυκος Ἑρμοῦ, Ἀταλάντη Σχοινέως, Μενοίτιος Ἄκτορος, Ἄκτωρ Ἱππάσου, Ἄδμητος Φέρητος, Ἄκαστος Πελίου, Εὔρυτος Ἑρμοῦ, Μελέαγρος Οἰνέως, Ἀγκαῖος Λυκούργου, Εὔφημος Ποσειδῶνος, Ποίας Θαυμάκου, Βούτης Τελέοντος, Φᾶνος καὶ Στάφυλος Διονύσου, Ἐργῖνος Ποσειδῶνος, Περικλύμενος Νηλέως, Αὐγέας Ἡλίου, Ἴφικλος Θεστίου, Ἄργος Φρίξου, Εὐρύαλος Μηκιστέως, Πηνέλεως Ἱππάλμου, Λήιτος Ἀλέκτορος, Ἴφιτος Ναυβόλου, Ἀσκάλαφος καὶ Ἰάλμενος Ἄρεος, Ἀστέριος Κομήτου, Πολύφημος Ἐλάτου.
克瑞透斯之子埃宋与奥托吕科斯之女波吕墨得生了伊阿宋。他住在伊俄尔科斯,而伊俄尔科斯在克瑞透斯之后由珀利阿斯为王;珀利阿斯就王位之事求问神谕时,神晓谕他要提防只穿一只鞋的人。起初他并不明白这道神谕,后来才领悟了它。因为他在海边向波塞冬献祭时,召请了许多人前来参加,也召请了伊阿宋。伊阿宋因喜爱农事而一直住在乡间,他赶去参加祭礼;渡过阿瑙洛斯河时,他把一只鞋丢失在水流中,上岸时只穿着一只鞋。珀利阿斯看见他,便想起了那道神谕,走上前去问他:倘若有神谕说他将被某个城邦民杀死,而他又握有权力,他会怎么做。伊阿宋或是偶然想到,或是出于赫拉的愤怒,为的是让美狄亚成为降临到珀利阿斯头上的祸患(因为珀利阿斯不敬奉赫拉),“金羊毛,”他说,“我会命令那个人去把它取来。” 珀利阿斯听了这话,立刻命令他去取那金羊毛。那羊毛在科尔喀斯人那里,在阿瑞斯的圣林中悬挂在一棵橡树上,由一条不眠的龙看守着。 伊阿宋受命去取它,便请佛里克索斯之子阿耳戈斯相助;阿耳戈斯在雅典娜的指点下建造了一艘五十桨的船,这船依建造者之名被称为阿耳戈;雅典娜在船首嵌入了一块取自多多那橡树、能发人声的木料。船造成之后,伊阿宋求问神谕,神准许他在召集希腊最杰出的人之后出航。被召集起来的人如下:哈格尼阿斯之子提费斯,他为这艘船掌舵;俄阿格洛斯之子俄耳甫斯;玻瑞阿斯之子仄忒斯与卡拉伊斯;宙斯之子卡斯托耳与波吕丢刻斯;埃阿科斯之子忒拉蒙与珀琉斯;宙斯之子赫拉克勒斯;埃勾斯之子忒修斯;阿法柔斯之子伊达斯与林叩斯;俄伊克勒斯之子安菲阿剌俄斯;科洛诺斯之子开纽斯;赫淮斯托斯或埃托罗斯之子帕莱蒙;阿勒俄斯之子刻甫斯;阿耳刻西俄斯之子拉厄耳忒斯;赫耳墨斯之子奥托吕科斯;斯科纽斯之女阿塔兰忒;阿克托耳之子墨诺提俄斯;希帕索斯之子阿克托耳;斐瑞斯之子阿德墨托斯;珀利阿斯之子阿卡斯托斯;赫耳墨斯之子欧律托斯;俄纽斯之子墨勒阿格洛斯;吕枯耳戈斯之子安开俄斯;波塞冬之子欧斐摩斯;陶马科斯之子波阿斯;忒勒翁之子部忒斯;狄俄倪索斯之子法诺斯与斯塔费罗斯;波塞冬之子厄耳癸诺斯;涅琉斯之子珀里克吕墨诺斯;赫利俄斯之子奥革阿斯;忒斯提俄斯之子伊菲克洛斯;佛里克索斯之子阿耳戈斯;墨喀斯透斯之子欧律阿洛斯;希帕尔摩斯之子珀涅勒俄斯;阿勒克托耳之子勒伊托斯;瑙玻罗斯之子伊菲托斯;阿瑞斯之子阿斯卡拉福斯与伊阿尔墨诺斯;科墨忒斯之子阿斯忒里俄斯;厄拉托斯之子波吕斐摩斯。
οὗτοι ναυαρχοῦντος Ἰάσονος ἀναχθέντες προσίσχουσι Λήμνῳ. ἔτυχε δὲ ἡ Λῆμνος ἀνδρῶν τότε οὖσα ἔρημος, βασιλευομένη δὲ ὑπὸ Ὑψιπύλης τῆς Θόαντος διʼ αἰτίαν τήνδε. αἱ Λήμνιαι τὴν Ἀφροδίτην οὐκ ἐτίμων· ἡ δὲ αὐταῖς ἐμβάλλει δυσοσμίαν, καὶ διὰ τοῦτο οἱ γήμαντες αὐτὰς ἐκ τῆς πλησίον Θρᾴκης λαβόντες αἰχμαλωτίδας συνευνάζοντο αὐταῖς. ἀτιμαζόμεναι δὲ αἱ Λήμνιαι τούς τε πατέρας καὶ τοὺς ἄνδρας φονεύουσι· μόνη δὲ ἔσωσεν Ὑψιπύλη τὸν ἑαυτῆς πατέρα κρύψασα Θόαντα. προσσχόντες οὖν τότε γυναικοκρατουμένῃ τῇ Λήμνῳ μίσγονται ταῖς γυναιξίν. Ὑψιπύλη δὲ Ἰάσονι συνευνάζεται, καὶ γεννᾷ παῖδας Εὔνηον καὶ Νεβροφόνον.
这些人以伊阿宋为统领启航出海,停靠在楞诺斯。那时楞诺斯恰好没有男人,由托阿斯之女许普西皮勒统治,缘由如下。楞诺斯的妇女不敬奉阿佛洛狄忒;女神便使她们身上发出恶臭,因此娶了她们的男人从邻近的色雷斯掳来女俘,与那些女俘同寝。楞诺斯的妇女受到轻贱,便杀死了自己的父亲和丈夫;唯独许普西皮勒把自己的父亲托阿斯藏了起来,救了他。于是他们在那时停靠于由妇女统治的楞诺斯,与那些妇女交合。许普西皮勒与伊阿宋同寝,生下了儿子欧涅俄斯和涅布洛福诺斯。
ἀπὸ Λήμνου δὲ προσίσχουσι Δολίοσιν, ὧν ἐβασίλευε Κύζικος. οὗτος αὐτοὺς ὑπεδέξατο φιλοφρόνως. νυκτὸς δὲ ἀναχθέντες ἐντεῦθεν καὶ περιπεσόντες ἀντιπνοίαις, ἀγνοοῦντες πάλιν τοῖς Δολίοσι προσίσχουσιν. οἱ δὲ νομίζοντες Πελασγικὸν εἶναι στρατόν (ἔτυχον γὰρ ὑπὸ Πελασγῶν συνεχῶς πολεμούμενοι) μάχην τῆς νυκτὸς συνάπτουσιν ἀγνοοῦντες πρὸς ἀγνοοῦντας.5 κτείναντες δὲ πολλοὺς οἱ Ἀργοναῦται, μεθʼ ὧν καὶ Κύζικον, μεθʼ ἡμέραν, ὡς ἔγνωσαν, ἀποδυράμενοι τάς τε κόμας ἐκείραντο καὶ τὸν Κύζικον πολυτελῶς ἔθαψαν. καὶ μετὰ τὴν ταφὴν πλεύσαντες Μυσίᾳ προσίσχουσιν.
他们从楞诺斯出发,停靠在多利俄涅斯人那里,其王是库最科斯。他友善地接待了他们。但他们在夜间从那里启航,遇上了逆风,不知不觉又停靠在多利俄涅斯人那里。多利俄涅斯人以为那是珀拉斯戈斯人的军队(因为他们当时正不断遭受珀拉斯戈斯人的攻击),便在夜里交战,双方都不知道对方是谁。阿耳戈船英雄们杀死了许多人,其中也有库最科斯;到了白天,他们得知了真相,便痛哭哀悼,剪下头发,隆重地安葬了库最科斯。葬礼之后,他们启航,停靠在密西亚。
- 1.9.16ᾧ χρωμένῳ περὶ τῆς βασιλείας ἐθέσπισεν ὁ θεὸς τὸν μονοσάνδαλον φυλάξασθαι
关系代词 ᾧ 的先行词并非紧邻其前的 Κρηθέα,而是主句的主语 Πελίας;这由神谕的内容以及随后的叙述都是关于珀利阿斯的可以确定。χρωμένῳ 是与 ᾧ 一致的分词,意为“求问神谕”,表时间(“当他求问时”)。φυλάξασθαι 为中动态,支配宾格 τὸν μονοσάνδαλον,意为“提防……”。
- 1.9.16τί ἂν ἐποίησεν ἐξουσίαν ἔχων, εἰ λόγιον ἦν αὐτῷ πρός τινος φονευθήσεσθαι τῶν πολιτῶν
这是从属于 ἠρώτα 的间接疑问句,其中原样保留了与过去事实相反的条件句(结论句 ἄν+不定过去时直陈式,条件句 εἰ+未完成过去时直陈式)。ἐποίησεν 的主语是被问的伊阿宋,αὐτῷ 同样指伊阿宋(即把直接问句“假如你得到神谕……你会怎么做”转为第三人称)。ἐξουσίαν ἔχων 是与结论句主语一致的分词,补充一个假设(“握有权力”)。τῶν πολιτῶν 是依附于相隔的 τινος 的部分属格,πρός τινος 表示被动不定式 φονευθήσεσθαι 的施事者。
- 1.9.16εἴτε ἐπελθὸν ἄλλως, εἴτε διὰ μῆνιν Ἥρας, ἵνʼ ἔλθοι κακὸν Μήδεια Πελίᾳ
ἐπελθόν 是中性单数分词,应理解为无人称的宾格独立结构(“〔这念头〕忽然出现”);它与阳性主语 ὁ δέ 不一致,因而不是修饰主语的分词。ἄλλως 意为“并无特别缘由、偶然地”,通过 εἴτε … εἴτε 与后面的 διὰ μῆνιν Ἥρας 相对。ἵνα 从句说明赫拉之怒所含的目的,按次级时序用祈愿式 ἔλθοι。κακόν 是主语 Μήδεια 的表语性同位语(“作为祸患”),Πελίᾳ 为不利与格。括号中 ἐτίμα 的主语是珀利阿斯。
- 1.9.16χρωμένῳ ὁ θεὸς αὐτῷ πλεῖν ἐπέτρεψε συναθροίσαντι τοὺς ἀρίστους τῆς Ἑλλάδος
与格 αὐτῷ(伊阿宋)有两个分词与之一致。χρωμένῳ 意为“当他求问神谕时”,说明神作答的情境。συναθροίσαντι 是不定过去时分词,表示必须先于不定式 πλεῖν 的行为,即准许的条件(“在召集了最杰出的人之后”)。因此这里并非叙述他已经召集完毕的既成事实,而是把召集规定为出航的前提。紧接着的 οἱ δὲ συναθροισθέντες 承接此词。
- 1.9.18μάχην τῆς νυκτὸς συνάπτουσιν ἀγνοοῦντες πρὸς ἀγνοοῦντας
主语是多利俄涅斯人(οἱ δέ)。主格 ἀγνοοῦντες 与主语一致,宾格 ἀγνοοῦντας 则与作介词 πρός 宾语的阿耳戈船英雄一致;同一分词以不同的格并列,表示双方都不知道对方是谁。τῆς νυκτός 为时间属格(“在夜间”)。
