← 伪阿波罗多洛斯

书库

§1.7.4-1.7.10

阿洛阿代的叛乱与埃托利亚谱系

在叙述了刻宇克斯与阿尔库奥涅的变身、巨神阿洛阿代的叛逆与灭亡以及恩狄弥翁的永恒沉睡后,记录了埃托利亚始祖埃托洛斯、普劳戎、卡吕冬等人的谱系,以及伊达斯与阿波罗争夺玛耳珀萨的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7.4

Ἀλκυόνην δὲ Κῆυξ ἔγημεν Ἑωσφόρου παῖς. οὗτοι δὲ διʼ ὑπερηφάνειαν ἀπώλοντο· ὁ μὲν γὰρ τὴν γυναῖκα ἔλεγεν Ἥραν, ἡ δὲ τὸν ἄνδρα Δία, Ζεὺς δὲ αὐτοὺς ἀπωρνέωσε, καὶ τὴν μὲν ἀλκυόνα ἐποίησε τὸν δὲ κήυκα. Κανάκη δὲ ἐγέννησεν ἐκ Ποσειδῶνος Ὁπλέα καὶ Νιρέα καὶ Ἐπωπέα καὶ Ἀλωέα καὶ Τρίοπα. Ἀλωεὺς μὲν οὖν ἔγημεν Ἰφιμέδειαν τὴν Τρίοπος, ἥτις Ποσειδῶνος ἠράσθη, καὶ συνεχῶς φοιτῶσα ἐπὶ τὴν θάλασσαν, χερσὶν ἀρυομένη τὰ κύματα τοῖς κόλποις ἐνεφόρει. συνελθὼν δὲ αὐτῇ Ποσειδῶν δύο ἐγέννησε παῖδας, Ὦτον καὶ Ἐφιάλτην, τοὺς Ἀλωάδας λεγομένους. οὗτοι κατʼ ἐνιαυτὸν ηὔξανον πλάτος μὲν πηχυαῖον μῆκος δὲ ὀργυιαῖον· ἐννέα δὲ ἐτῶν γενόμενοι, καὶ τὸ μὲν πλάτος πηχῶν ἔχοντες ἐννέα τὸ δὲ μέγεθος ὀργυιῶν ἐννέα, πρὸς θεοὺς μάχεσθαι διενοοῦντο, καὶ τὴν μὲν Ὄσσαν ἐπὶ τὸν Ὄλυμπον ἔθεσαν, ἐπὶ δὲ τὴν Ὄσσαν θέντες τὸ Πήλιον διὰ τῶν ὀρῶν τούτων ἠπείλουν εἰς οὐρανὸν ἀναβήσεσθαι, καὶ τὴν μὲν θάλασσαν χώσαντες τοῖς ὄρεσι ποιήσειν ἔλεγον ἤπειρον, τὴν δὲ γῆν θάλασσαν, ἐμνῶντο δὲ Ἐφιάλτης μὲν Ἥραν Ὦτος δὲ Ἄρτεμιν. ἔδησαν δὲ καὶ Ἄρην. τοῦτον μὲν οὖν Ἑρμῆς ἐξέκλεψεν, ἀνεῖλε δὲ τοὺς Ἀλωάδας ἐν Νάξῳ Ἄρτεμις διʼ ἀπάτης· ἀλλάξασα γὰρ τὴν ἰδέαν εἰς ἔλαφον διὰ μέσων αὐτῶν ἐπήδησεν, οἱ δὲ βουλόμενοι εὐστοχῆσαι τοῦ θηρίου ἐφʼ ἑαυτοὺς ἠκόντισαν.1

厄俄斯福洛斯之子刻宇克斯娶了阿尔库奥涅。然而他们因傲慢而招致毁灭;原来丈夫称妻子为赫拉,妻子称丈夫为宙斯,于是宙斯将他们变成了鸟类,使她变成翠鸟,使他变成潜鸟。 卡纳刻与波塞冬生有霍普琉斯、尼柔斯、厄波剖斯、阿洛欧斯和特里奥帕斯。阿洛欧斯便娶了特里奥帕斯之女伊菲墨得亚,她爱上了波塞冬,常常前往海边,用双手舀起浪花倾入胸怀。波塞冬与她结合,生下了两个儿子,奥托斯和厄菲阿尔忒斯,被称为阿洛阿代。他们每年在宽度上增长一肘,在长度上增长一噚;到了九岁时,他们具有九肘的宽度和九噚的身高,便图谋与众神作战,将俄萨山置于奥林匹斯山之上,又将珀利翁山置于俄萨山之上,扬言要借这些山登上天空,并且说要用群山填海使之成为陆地,使陆地成为海洋;厄菲阿尔忒斯向赫拉求爱,奥托斯则向阿耳忒弥斯求爱。他们还捆绑了阿瑞斯。赫耳墨斯偷偷救走了阿瑞斯,阿耳忒弥斯则在纳克索斯岛用计谋消灭了阿洛阿代;因为她将自己的外形变成了一头母鹿,从他们中间跳过,他们为了射中那头野兽,便互相对掷了标枪。

§1.7.5

Καλύκης δὲ καὶ Ἀεθλίου παῖς Ἐνδυμίων γίνεται, ὅστις ἐκ Θεσσαλίας Αἰολέας ἀγαγὼν Ἦλιν ᾤκισε. λέγουσι δὲ αὐτόν τινες ἐκ Διὸς γενέσθαι. τούτου κάλλει διενεγκόντος ἠράσθη Σελήνη, Ζεὺς δὲ αὐτῷ δίδωσιν ὃ βούλεται ἑλέσθαι· ὁ δὲ αἱρεῖται κοιμᾶσθαι διὰ παντὸς ἀθάνατος καὶ ἀγήρως μένων.

卡吕刻与埃特利奥斯生子恩狄弥翁,他带领来自色萨利的埃俄罗斯人建立了厄利斯。也有人说他是宙斯所生。因他容貌极为俊美,塞勒涅爱上了他,宙斯便赐予他任意挑选自己想要的事物;他则选择永远沉睡,保持长生不老。

§1.7.6

Ἐνδυμίωνος δὲ καὶ νηίδος νύμφης, ἢ ὥς τινες Ἰφιανάσσης, Αἰτωλός, ὃς ἀποκτείνας Ἆπιν τὸν Φορωνέως καὶ φυγὼν εἰς τὴν Κουρήτιδα χώραν, κτείνας τοὺς ὑποδεξαμένους Φθίας καὶ Ἀπόλλωνος υἱούς, Δῶρον καὶ Λαόδοκον καὶ Πολυποίτην, ἀφʼ ἑαυτοῦ τὴν χώραν Αἰτωλίαν ἐκάλεσεν.2

恩狄弥翁与一位水泽宁芙,或者照某些人的说法是与伊菲阿纳萨,生下了埃托洛斯;他杀死了福罗纽斯之子阿庇斯,逃往库瑞忒斯人的地方,又杀害了款待他的普提亚与阿波罗的诸子——多洛斯、拉奥多科斯和波吕波忒斯,并以自己的名字将该地命名为埃托利亚。

§1.7.7

Αἰτωλοῦ δὲ καὶ Προνόης τῆς Φόρβου Πλευρὼν καὶ Καλυδὼν ἐγένοντο, ἀφʼ ὧν αἱ ἐν Αἰτωλίᾳ πόλεις ὠνομάσθησαν. Πλευρὼν μὲν οὖν γήμας Ξανθίππην τὴν Δώρου παῖδα ἐγέννησεν Ἀγήνορα, θυγατέρας δὲ Στερόπην καὶ Στρατονίκην καὶ Λαοφόντην· Καλυδῶνος δὲ καὶ Αἰολίας τῆς Ἀμυθάονος Ἐπικάστη καὶ Πρωτογένεια, ἐξ ἧς καὶ Ἄρεος Ὄξυλος. Ἀγήνωρ δὲ ὁ Πλευρῶνος γήμας Ἐπικάστην τὴν Καλυδῶνος ἐγέννησε Πορθάονα καὶ Δημονίκην, ἧς καὶ Ἄρεος Εὔηνος Μῶλος Πύλος Θέστιος.

埃托洛斯与福尔巴斯之女普罗诺厄生下了普劳戎和卡吕冬,埃托利亚的各城邦即由此得名。普劳戎娶了多洛斯之女克珊提珀,生有一子阿革诺耳,以及女儿斯特罗珀、斯特拉托妮刻和拉奥丰忒;卡吕冬与阿米塔翁之女埃奥利亚生下厄庇卡斯忒与普罗托革尼亚,普罗托革尼亚与阿瑞斯生有俄克绪洛斯。普劳戎之子阿革诺耳娶了卡吕冬之女厄庇卡斯忒,生下波耳萨翁和德摩妮刻;德摩妮刻与阿瑞斯生下了厄厄诺斯、摩洛斯、皮洛斯和忒斯提奥斯。

§1.7.8

Εὔηνος μὲν οὖν ἐγέννησε Μάρπησσαν, ἣν Ἀπόλλωνος μνηστευομένου Ἴδας ὁ Ἀφαρέως ἥρπασε, λαβὼν παρὰ Ποσειδῶνος ἅρμα ὑπόπτερον. διώκων δὲ Εὔηνος ἐφʼ ἅρματος ἐπὶ τὸν Λυκόρμαν ἦλθε ποταμόν, καταλαβεῖν δʼ οὐ δυνάμενος τοὺς μὲν ἵππους ἀπέσφαξεν, ἑαυτὸν δʼ εἰς τὸν ποταμὸν ἔβαλε· καὶ καλεῖται Εὔηνος ὁ ποταμὸς ἀπʼ ἐκείνου.

厄厄诺斯生了玛耳珀萨;当阿波罗向她求婚时,阿法柔斯之子伊达斯从波塞冬那里得到了带翼的战车,将她掠走。厄厄诺斯驾战车追赶,来到了吕科耳马斯河,但因无法追上,便斩杀了战马,自己投河自尽;那条河便以他的名字被称为厄厄诺斯河。

§1.7.9

Ἴδας δὲ εἰς Μεσσήνην παραγίνεται, καὶ αὐτῷ ὁ Ἀπόλλων περιτυχὼν ἀφαιρεῖται τὴν κόρην. μαχομένων δὲ αὐτῶν περὶ τῶν τῆς παιδὸς γάμων, Ζεὺς διαλύσας ἐπέτρεψεν αὐτῇ τῇ παρθένῳ ἑλέσθαι ὁποτέρῳ βούλεται συνοικεῖν· ἡ δὲ δείσασα, ὡς ἂν μὴ γηρῶσαν αὐτὴν Ἀπόλλων καταλίπῃ,3 τὸν Ἴδαν εἵλετο ἄνδρα.

伊达斯抵达了墨塞涅,阿波罗遇见他并夺走了少女。当他们为了少女的婚事而相斗时,宙斯居中调停,准许那处女自己挑选愿意与何人共同生活;她因害怕自己年老色衰后会被阿波罗抛弃,便挑选了伊达斯为夫。

§1.7.10

Θεστίῳ δὲ ἐξ Εὐρυθέμιδος τῆς Κλεοβοίας ἐγένοντο θυγατέρες μὲν Ἀλθαία Λήδα Ὑπερμνήστρα, ἄρρενες δὲ Ἴφικλος Εὔιππος Πλήξιππος Εὐρύπυλος. Πορθάονος δὲ καὶ Εὐρύτης τῆς Ἱπποδάμαντος ἐγένοντο παῖδες Οἰνεὺς Ἄγριος Ἀλκάθοος Μέλας Λευκωπεύς, θυγάτηρ δὲ Στερόπη, ἐξ ἧς καὶ Ἀχελῴου Σειρῆνας γενέσθαι λέγουσιν.

忒斯提奥斯与克勒奥玻亚之女厄律忒米斯生有女儿阿尔泰亚、勒达、许珀耳谟涅斯特拉,以及男子伊菲克洛斯、厄伊波斯、普勒克西波斯、欧律皮洛斯。 波耳萨翁与希波达玛斯之女厄律忒生有诸子俄纽斯、阿格里奥斯、阿尔卡托奥斯、墨拉斯、琉科剖斯,以及女儿斯特罗珀;有人说斯特罗珀与阿刻罗奥斯生下了塞壬们。

语法注3 条
  1. 1.7.4ἐφʼ ἑαυτοὺς ἠκόντισαν

    复数反身代词 ἑαυτούς 在此处代指相互代词(ἀλλήλους)的用法。结合上下文,意指他们并非投掷自身,而是“彼此对掷”标枪。

  2. 1.7.6ὃς ἀποκτείνας Ἆπιν τὸν Φορωνέως καὶ φυγὼν εἰς τὴν Κουρήτιδα χώραν, κτείνας τοὺς ὑποδεξαμένους Φθίας καὶ Ἀπόλλωνος υἱούς, Δῶρον καὶ Λαόδοκον καὶ Πολυποίτην, ἀφʼ ἑαυτοῦ τὴν χώραν Αἰτωλίαν ἐκάλεσεν

    该长句以关系代词 ὅς 为主语,连续接用过去时分词 ἀποκτείνας(杀死)、φυγών(逃往)、κτείνας(杀害),最终修饰主动词 ἐκάλεσεν(命名)。前两个分词叙述杀人及逃亡,第三个分词叙述客居地的再度杀戮,最终引出其以己之名为该地命名的行动。

  3. 1.7.9ὡς ἂν μὴ γηρῶσαν αὐτὴν Ἀπόλλων καταλίπῃ

    由 ὡς ἄν 引导虚拟语气 καταλίπῃ 的从句,依附于前文的分词 δείσασα(“担心/害怕”),表达担忧的内容。分词 γηρῶσαν 作时间副词性分词使用,修饰宾语 αὐτήν,意为“当她年老时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.7.4-1.7.10