- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.8.1-1.8.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了卡吕冬王俄纽斯一脉的后代、摩伊赖对墨勒阿戈尔生命的预言,以及因俄纽斯祭祀疏漏所引发的卡吕冬野猪狩猎与战功战利品归属的争端。
Οἰνεὺς δὲ βασιλεύων Καλυδῶνος παρὰ Διονύσου φυτὸν ἀμπέλου πρῶτος ἔλαβε. γήμας δὲ Ἀλθαίαν τὴν Θεστίου γεννᾷ Τοξέα, ὃν αὐτὸς ἔκτεινεν ὑπερπηδήσαντα τὴν τάφρον, καὶ παρὰ τοῦτον Θυρέα καὶ Κλύμενον, καὶ θυγατέρα Γόργην, ἣν Ἀνδραίμων ἔγημε, καὶ Δηιάνειραν, ἣν Ἀλθαίαν λέγουσιν ἐκ Διονύσου γεννῆσαι. αὕτη δʼ ἡνιόχει καὶ τὰ κατὰ πόλεμον ἤσκει, καὶ περὶ τῶν γάμων αὐτῆς Ἡρακλῆς πρὸς Ἀχελῷον ἐπάλαισεν.
俄纽斯在统治卡吕冬时,首先从狄俄倪索斯那里获得了葡萄苗株。他娶了忒斯提奥斯之女阿尔泰亚,生下了托克修斯,因托克修斯跃过了壕沟,被他亲手杀死;除他之外,又生了提柔斯和克吕墨诺斯,以及女儿戈尔革(安德赖蒙娶了她为妻),还有德阿涅拉,据说她是阿尔泰亚与狄俄倪索斯所生。她能驾驭战车,操练战事,赫拉克勒斯曾为了与她的婚事而与阿刻罗奥斯搏斗。
ἐγέννησε δὲ Ἀλθαία παῖδα ἐξ Οἰνέως Μελέαγρον, ὃν ἐξ Ἄρεος γεγεννῆσθαί φασι. τούτου δʼ ὄντος ἡμερῶν ἑπτὰ1 παραγενομένας τὰς μοίρας φασὶν εἰπεῖν, ὅτι τότε τελευτήσει Μελέαγρος, ὅταν ὁ καιόμενος ἐπὶ τῆς ἐσχάρας δαλὸς κατακαῇ. τοῦτο ἀκούσασα τὸν δαλὸν ἀνείλετο Ἀλθαία καὶ κατέθετο εἰς λάρνακα. Μελέαγρος δὲ ἀνὴρ ἄτρωτος καὶ γενναῖος γενόμενος τόνδε τὸν τρόπον ἐτελεύτησεν. ἐτησίων καρπῶν ἐν τῇ χώρᾳ γενομένων τὰς ἀπαρχὰς Οἰνεὺς θεοῖς πᾶσι θύων μόνης Ἀρτέμιδος ἐξελάθετο. ἡ δὲ μηνίσασα κάπρον ἐφῆκεν ἔξοχον μεγέθει τε καὶ ῥώμῃ, ὃς τήν τε γῆν ἄσπορον ἐτίθει καὶ τὰ βοσκήματα καὶ τοὺς ἐντυγχάνοντας διέφθειρεν. ἐπὶ τοῦτον τὸν κάπρον τοὺς ἀρίστους ἐκ τῆς Ἑλλάδος πάντας συνεκάλεσε, καὶ τῷ κτείναντι τὸν θῆρα τὴν δορὰν δώσειν ἀριστεῖον ἐπηγγείλατο. οἱ δὲ συνελθόντες ἐπὶ τὴν τοῦ κάπρου θήραν ἦσαν οἵδε· Μελέαγρος Οἰνέως, Δρύας Ἄρεος, ἐκ Καλυδῶνος οὗτοι, Ἴδας καὶ Λυγκεὺς Ἀφαρέως ἐκ Μεσσήνης, Κάστωρ καὶ Πολυδεύκης Διὸς καὶ Λήδας ἐκ Λακεδαίμονος, Θησεὺς Αἰγέως ἐξ Ἀθηνῶν, Ἄδμητος Φέρητος ἐκ Φερῶν, Ἀγκαῖος καὶ Κηφεὺς Λυκούργου ἐξ Ἀρκαδίας, Ἰάσων Αἴσονος ἐξ Ἰωλκοῦ, Ἰφικλῆς Ἀμφιτρύωνος ἐκ Θηβῶν, Πειρίθους Ἰξίονος ἐκ Λαρίσης, Πηλεὺς Αἰακοῦ ἐκ Φθίας, Τελαμὼν Αἰακοῦ ἐκ Σαλαμῖνος, Εὐρυτίων Ἄκτορος ἐκ Φθίας, Ἀταλάντη Σχοινέως ἐξ Ἀρκαδίας, Ἀμφιάραος Ὀικλέους ἐξ Ἄργους· μετὰ τούτων καὶ οἱ Θεστίου παῖδες. συνελθόντας δὲ αὐτοὺς Οἰνεὺς ἐπὶ ἐννέα ἡμέρας ἐξένισε· τῇ δεκάτῃ δὲ Κηφέως καὶ Ἀγκαίου καί τινων ἄλλων ἀπαξιούντων μετὰ γυναικὸς ἐπὶ τὴν θήραν ἐξιέναι, Μελέαγρος ἔχων γυναῖκα Κλεοπάτραν τὴν Ἴδα καὶ Μαρπήσσης θυγατέρα, βουλόμενος δὲ καὶ ἐξ Ἀταλάντης τεκνοποιήσασθαι, συνηνάγκασεν αὐτοὺς ἐπὶ τὴν θήραν μετὰ ταύτης ἐξιέναι. περιστάντων δὲ αὐτῶν τὸν κάπρον, Ὑλεὺς μὲν καὶ Ἀγκαῖος ὑπὸ τοῦ θηρὸς διεφθάρησαν, Εὐρυτίωνα δὲ Πηλεὺς ἄκων κατηκόντισε. τὸν δὲ κάπρον πρώτη μὲν Ἀταλάντη εἰς τὰ νῶτα ἐτόξευσε, δεύτερος δὲ Ἀμφιάραος εἰς τὸν ὀφθαλμόν· Μελέαγρος δὲ αὐτὸν εἰς τὸν κενεῶνα πλήξας ἀπέκτεινε, καὶ λαβὼν τὸ δέρας ἔδωκεν Ἀταλάντῃ. οἱ δὲ Θεστίου παῖδες, ἀδοξοῦντες εἰ παρόντων ἀνδρῶν γυνὴ τὰ ἀριστεῖα λήψεται,2 τὸ δέρας αὐτῆς ἀφείλοντο, κατὰ γένος αὑτοῖς προσήκειν λέγοντες, εἰ Μελέαγρος λαμβάνειν μὴ προαιροῖτο.3
阿尔泰亚与俄纽斯生了一个儿子墨勒阿戈尔,也有人说他是阿瑞斯所生。当他出生第七天时,据说诸位摩伊赖前来宣告,当炉膛上燃烧的柴火烧尽之时,墨勒阿戈尔便将死去。阿尔泰亚听到这话,便捡起柴火,收放在木箱里。墨勒阿戈尔长成了一位不可被伤且英勇的男子,并以如下的方式死去了。当境内的年产庄稼丰收时,俄纽斯向所有的神明献祭初熟之物,唯独遗忘了阿耳忒弥斯。她为此震怒,便放出了一头体型与力量皆极为出众的野猪;这野猪不仅使土地荒芜无法耕种,还残害牲畜与遇到的人。针对这头野猪,俄纽斯召集了全希腊最优秀的人才,并许诺将这野兽的皮作为战功的奖赏赐给杀死它的人。会集前来猎野猪的人如下:来自卡吕冬的有俄纽斯之子墨勒阿戈尔、阿瑞斯之子德律阿斯;来自墨塞涅的有阿法柔斯之子伊达斯和吕恩刻乌斯;来自拉刻代蒙的有宙斯与勒达之子卡斯托耳和波吕丢刻斯;来自雅典的有埃勾斯之子忒修斯;来自斐赖的有斐瑞斯之子阿德墨托斯;来自阿耳卡狄亚的有吕枯耳戈斯之子安开奥斯和刻甫斯;来自约尔科斯的有埃宋之子伊阿宋;来自忒拜的有安菲特律翁之子伊菲克勒斯;来自拉里萨的有伊克西翁之子珀里托奥斯;来自普提亚的有埃阿科斯之子珀琉斯;来自萨拉米斯的有埃阿科斯之子忒拉蒙;来自普提亚的有阿克托耳之子欧律提翁;来自阿耳卡狄亚的有斯霍伊纽斯之女阿塔兰忒;来自阿尔戈斯的有奥伊克勒斯之子安菲阿剌俄斯;随同这些人的还有忒斯提奥斯的诸子。他们聚集之后,俄纽斯款待了他们九天;到了第十天,当刻甫斯、安开奥斯和另一些人认为与妇女同行出猎有失身份时,墨勒阿戈尔虽已有伊达斯与玛耳珀萨之女克勒奥帕特拉为妻,却也想与阿塔兰忒生儿育女,便强迫他们与她一同前去出猎。当他们包围那头野猪时,许勒乌斯和安开奥斯被野兽害死,珀琉斯则误用标枪射杀了欧律提翁。那头野猪,首先由阿塔兰忒用箭射中了背部,其次由安菲阿剌俄斯射中了眼睛;墨勒阿戈尔则击中它的侧腹将其杀死,并取得兽皮赠予阿塔兰忒。然而忒斯提奥斯的诸子因见男子在场而女子竟要获得战功奖赏,深以为耻,便将兽皮从她手中夺走,声称墨勒阿戈尔若不愿接受,依血统就当归他们所有。
- 1.8.2τούτου δʼ ὄντος ἡμερῶν ἑπτὰ
属格短语 ἡμερῶν ἑπτὰ 在此作表语性属格,表示性质或年龄(时间长短),充当独立属格结构(τούτου δʼ ὄντος)的补足语,意为“当他出生第七天时”。
- 1.8.2ἀδοξοῦντες εἰ παρόντων ἀνδρῶν γυνὴ τὰ ἀριστεῖα λήψεται
连词 εἰ 跟在表示愤慨的情绪分词(ἀδοξοῦντες,“视为耻辱”)之后,引导表示愤慨内容的名词性/原因从句(“……竟然获得”),而非纯粹的假设条件;从句内部还嵌入了表示让步的独立属格 παρόντων ἀνδρῶν(“当着众男子之面 / 尽管男子在场”)。
- 1.8.2κατὰ γένος αὑτοῖς προσήκειν λέγοντες, εἰ Μελέαγρος λαμβάνειν μὴ προαιροῖτο
依附于间接引语(λέγοντες 所引出的对格加不定词结构)的条件从句。直接引语中原本为直陈式(如 εἰ μὴ προαιρεῖται)的动词,在过去叙述的历史语境中转换为了斜相希求法(optativus obliquus)形式 προαιροῖτο。
