← 伪阿波罗多洛斯

书库

§1.7.1-1.7.3

普罗米修斯的受难与丢卡利翁的大洪水

普罗米修斯因盗火而在高加索山受罚,其子丢卡利翁与妻子皮拉在大洪水中幸存,并掷石再造了人类。随后记述了丢卡利翁的后裔,包括赫楞及其诸子衍生出希腊各部族世系的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7.1

Προμηθεὺς δὲ ἐξ ὕδατος καὶ γῆς ἀνθρώπους πλάσας ἔδωκεν αὐτοῖς καὶ πῦρ, λάθρᾳ Διὸς ἐν νάρθηκι κρύψας. ὡς δὲ ᾔσθετο Ζεύς, ἐπέταξεν Ἡφαίστῳ τῷ Καυκάσῳ ὄρει τὸ σῶμα αὐτοῦ προσηλῶσαι· τοῦτο δὲ Σκυθικὸν ὄρος ἐστίν. ἐν δὴ τούτῳ προσηλωθεὶς Προμηθεὺς πολλῶν ἐτῶν ἀριθμὸν ἐδέδετο· καθʼ ἑκάστην δὲ ἡμέραν ἀετὸς ἐφιπτάμενος αὐτῷ τοὺς λοβοὺς ἐνέμετο τοῦ ἥπατος αὐξανομένου διὰ νυκτός. καὶ Προμηθεὺς μὲν πυρὸς κλαπέντος1 δίκην ἔτινε ταύτην, μέχρις Ἡρακλῆς αὐτὸν ὕστερον ἔλυσεν, ὡς ἐν τοῖς καθʼ Ἡρακλέα δηλώσομεν.

普罗米修斯用水和泥土塑造了人类,背着宙斯把火藏在茴香秆中,也把火赐予了他们。宙斯察觉后,便命令赫淮斯托斯将他的身躯钉在高加索山上;这是一座斯基泰的山峰。普罗米修斯被钉在这座山上,受拘禁达多年之久;每天都有一只鹰飞向他,啄食其在夜间重新生长的肝叶。普罗米修斯为被盗之火偿付了这一惩罚,直到后来赫拉克勒斯解救了他,正如我们将在关于赫拉克勒斯的事迹中所阐明的那样。

§1.7.2

Προμηθέως δὲ παῖς Δευκαλίων ἐγένετο. οὗτος βασιλεύων τῶν περὶ τὴν Φθίαν τόπων γαμεῖ Πύρραν τὴν Ἐπιμηθέως καὶ Πανδώρας, ἣν ἔπλασαν θεοὶ πρώτην γυναῖκα. ἐπεὶ δὲ ἀφανίσαι Ζεὺς τὸ χαλκοῦν ἠθέλησε γένος, ὑποθεμένου Προμηθέως Δευκαλίων τεκτηνάμενος λάρνακα, καὶ τὰ ἐπιτήδεια ἐνθέμενος, εἰς ταύτην μετὰ Πύρρας εἰσέβη. Ζεὺς δὲ πολὺν ὑετὸν ἀπʼ οὐρανοῦ χέας τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος κατέκλυσεν, ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους, ὀλίγων χωρὶς οἳ συνέφυγον εἰς τὰ πλησίον ὑψηλὰ ὄρη. τότε δὲ καὶ τὰ κατὰ Θεσσαλίαν ὄρη διέστη, καὶ τὰ ἐκτὸς Ἰσθμοῦ καὶ Πελοποννήσου συνεχέθη πάντα. Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῆς θαλάσσης φερόμενος ἐφʼ ἡμέρας ἐννέα καὶ νύκτας τὰς ἴσας τῷ Παρνασῷ προσίσχει, κἀκεῖ τῶν ὄμβρων παῦλαν λαβόντων ἐκβὰς θύει Διὶ φυξίῳ. Ζεὺς δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν ἐπέτρεψεν αἱρεῖσθαι ὅ τι βούλεται· ὁ δὲ αἱρεῖται ἀνθρώπους αὐτῷ γενέσθαι.2 καὶ Διὸς εἰπόντος ὑπὲρ κεφαλῆς ἔβαλλεν αἴρων λίθους, καὶ οὓς μὲν ἔβαλε Δευκαλίων, ἄνδρες ἐγένοντο, οὓς δὲ Πύρρα, γυναῖκες. ὅθεν καὶ λαοὶ μεταφορικῶς ὠνομάσθησαν ἀπὸ τοῦ λᾶας ὁ λίθος.3 γίνονται δὲ ἐκ Πύρρας Δευκαλίωνι παῖδες Ἕλλην μὲν πρῶτος, ὃν ἐκ Διὸς γεγεννῆσθαι ἔνιοι λέγουσι, δεύτερος δὲ Ἀμφικτύων ὁ μετὰ Κραναὸν βασιλεύσας τῆς Ἀττικῆς, θυγάτηρ δὲ Πρωτογένεια, ἐξ ἧς καὶ Διὸς Ἀέθλιος.

普罗米修斯生子丢卡利翁。丢卡利翁统治着佛提亚一带的地方,娶了皮拉为妻,她是厄庇墨透斯与众神所塑造的第一位女子潘多拉的女儿。当宙斯意欲消灭青铜世代时,丢卡利翁依据普罗米修斯的指点建造了一只方舟,装入生活物资后,与皮拉一同进入其中。宙斯自天降下暴雨,淹没了希腊的大部分区域,以致所有人类均遭灭顶,仅有少数人一同逃奔至附近的高山而幸免。当时色萨利一带的山脉亦告崩裂,地峡和伯罗奔尼撒以外的所有地方尽遭冲毁沦陷。丢卡利翁乘方舟在海上漂流了九天九夜,停靠在帕耳那索斯山,在暴雨停歇后登陆,向护佑避难的宙斯献祭。宙斯差遣赫耳墨斯到他那里,准许他挑选任何想要的事物;他则选择要有人类为他而生。宙斯吩咐之后,他便拾起石头掷向脑后;丢卡利翁所掷之石变成了男子,皮拉所掷之石则变成了女子。因此人们在借喻上便由意为石头的拉阿斯得名为拉奥伊。 皮拉为丢卡利翁所生的子女中,长子为赫楞,有人说他是宙斯所生;次子为安菲克堤翁,继克拉纳奥斯之后统治阿提卡;女儿则为普罗托革尼亚,她与宙斯生了埃特利奥斯。

§1.7.3

Ἕλληνος δὲ καὶ νύμφης Ὀρσηίδος Δῶρος Ξοῦθος Αἴολος.4 αὐτὸς μὲν οὖν ἀφʼ αὑτοῦ τοὺς καλουμένους Γραικοὺς προσηγόρευσεν Ἕλληνας, τοῖς δὲ παισὶν ἐμέρισε τὴν χώραν· καὶ Ξοῦθος μὲν λαβὼν τὴν Πελοπόννησον ἐκ Κρεούσης τῆς Ἐρεχθέως Ἀχαιὸν ἐγέννησε καὶ Ἴωνα, ἀφʼ ὧν Ἀχαιοὶ καὶ Ἴωνες καλοῦνται, Δῶρος δὲ τὴν πέραν χώραν Πελοποννήσου λαβὼν τοὺς κατοίκους ἀφʼ ἑαυτοῦ Δωριεῖς ἐκάλεσεν, Αἴολος δὲ βασιλεύων τῶν περὶ τὴν Θεσσαλίαν τόπων τοὺς ἐνοικοῦντας Αἰολεῖς προσηγόρευσε, καὶ γήμας Ἐναρέτην τὴν Δηιμάχου παῖδας μὲν ἐγέννησεν ἑπτά, Κρηθέα Σίσυφον Ἀθάμαντα Σαλμωνέα Δηιόνα Μάγνητα Περιήρην, θυγατέρας δὲ πέντε, Κανάκην Ἀλκυόνην Πεισιδίκην Καλύκην Περιμήδην. Περιμήδης μὲν οὖν καὶ Ἀχελῴου Ἱπποδάμας καὶ Ὀρέστης, Πεισιδίκης δὲ καὶ Μυρμιδόνος Ἄντιφος καὶ Ἄκτωρ.

赫楞与宁芙仙女俄耳塞伊斯生有多洛斯、克苏托斯和埃俄罗斯。于是他本人依自己的名字,把此前被称为格赖科伊的人命名为赫楞人,并将国土分给诸子。克苏托斯分得伯罗奔尼撒,与厄瑞克透斯之女克瑞乌萨生下阿开奥斯与伊翁,阿开亚人与伊奥尼亚人即由此得名;多洛斯分得伯罗奔尼撒对岸的土地,按自己的名字将居民称为多利安人;埃俄罗斯统治色萨利一带的地方,将那里的居民命名为埃俄罗斯人,并娶德伊马科斯之女厄纳瑞忒,生下七子:克瑞透斯、西绪福斯、阿塔玛斯、萨尔摩纽斯、德伊翁、玛格涅斯、珀里厄瑞斯;以及五女:卡纳刻、阿尔库奥涅、珀伊斯狄刻、卡吕刻、珀里墨得。 珀里墨得与阿刻罗奥斯生有希波达玛斯与俄瑞斯特斯;珀伊斯狄刻与密耳弥冬生有安提福斯与阿克托耳。

语法注4 条
  1. 1.7.1πυρὸς κλαπέντος

    此处名词与分词构成的短语作为与 δίκην 搭配的“罪由属格”(为被盗之火所受的惩罚),类似 ab urbe condita 结构。虽然在句法上也可视作表示背景的独立属格,但因 δίκην τίνειν 习惯上支配表示罪状的属格,故将其直接附属于 δίκην 最为自然。

  2. 1.7.2ἀνθρώπους αὐτῷ γενέσθαι

    此为作动词 αἱρεῖται(间接中间态,“为自己选择”)宾语的“带对格的不定式”结构。对格 ἀνθρώπους 为不定式 γενέσθαι 的逻辑主语,与格 αὐτῷ 则作利益与格或领属与格(“使人类为他而产生”)。

  3. 1.7.2ἀπὸ τοῦ λᾶας ὁ λίθος

    中性单数属格冠词 τοῦ 将作为引用成分的主格名词 λᾶας(诗歌用语“石头”)实体化,作为介词 ἀπό 的宾语。同位语 ὁ λίθος 则为读者对这一古雅诗语词汇补充解释了平易的散文涵义(石头)。

  4. 1.7.3Ἕλληνος δὲ καὶ νύμφης Ὀρσηίδος Δῶρος Ξοῦθος Αἴολος

    系谱记述中的定型省略句,省略了系动词或表示出生的谓语动词(如 ἐγένοντο)。表示起因、出处的属格 Ἕλληνος... καὶ νύμφης Ὀρσηίδος 与作为主语的主格 Δῶρος Ξοῦθος Αἴολος 构成对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.7.1-1.7.3