← 伪阿波罗多洛斯

书库

§1.6.3

怪物堤丰的反叛与宙斯的胜利

大地女神盖亚因巨人的失败而生下怪物堤丰;堤丰逼退众神并切断了宙斯的筋腱,但宙斯在赫耳墨斯与埃吉潘的帮助下恢复力量,最终将堤丰追击并镇压在埃特纳山之下。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6.3

ὡς δʼ ἐκράτησαν οἱ θεοὶ τῶν Γιγάντων, Γῆ μᾶλλον χολωθεῖσα μίγνυται Ταρτάρῳ, καὶ γεννᾷ Τυφῶνα ἐν Κιλικίᾳ, μεμιγμένην ἔχοντα φύσιν ἀνδρὸς καὶ θηρίου. οὗτος μὲν καὶ μεγέθει καὶ δυνάμει πάντων διήνεγκεν ὅσους ἐγέννησε Γῆ, ἦν δὲ αὐτῷ τὰ μὲν ἄχρι μηρῶν ἄπλετον μέγεθος ἀνδρόμορφον, ὥστε ὑπερέχειν μὲν πάντων τῶν ὀρῶν, ἡ δὲ κεφαλὴ πολλάκις καὶ τῶν ἄστρων ἔψαυε· χεῖρας δὲ εἶχε τὴν μὲν ἐπὶ τὴν ἑσπέραν ἐκτεινομένην τὴν δὲ ἐπὶ τὰς ἀνατολάς·1 ἐκ τούτων δὲ ἐξεῖχον ἑκατὸν κεφαλαὶ δρακόντων. τὰ δὲ ἀπὸ μηρῶν σπείρας εἶχεν ὑπερμεγέθεις ἐχιδνῶν, ὧν ὁλκοὶ πρὸς αὐτὴν ἐκτεινόμενοι κορυφὴν συριγμὸν πολὺν ἐξίεσαν. πᾶν δὲ αὐτοῦ τὸ σῶμα κατεπτέρωτο, αὐχμηραὶ δὲ ἐκ κεφαλῆς καὶ γενύων τρίχες ἐξηνέμωντο, πῦρ δὲ ἐδέρκετο τοῖς ὄμμασι. τοιοῦτος ὢν ὁ Τυφὼν καὶ τηλικοῦτος ἡμμένας βάλλων πέτρας ἐπʼ αὐτὸν τὸν οὐρανὸν μετὰ συριγμῶν ὁμοῦ καὶ βοῆς ἐφέρετο· πολλὴν δὲ ἐκ τοῦ στόματος πυρὸς ἐξέβρασσε ζάλην. θεοὶ δʼ ὡς εἶδον αὐτὸν ἐπʼ οὐρανὸν ὁρμώμενον, εἰς Αἴγυπτον φυγάδες ἐφέροντο, καὶ διωκόμενοι τὰς ἰδέας μετέβαλον εἰς ζῷα. Ζεὺς δὲ πόρρω μὲν ὄντα Τυφῶνα ἔβαλλε κεραυνοῖς, πλησίον δὲ γενόμενον ἀδαμαντίνῃ κατέπληττεν ἅρπῃ, καὶ φεύγοντα ἄχρι τοῦ Κασίου ὄρους συνεδίωξε· τοῦτο δὲ ὑπέρκειται Συρίας. κεῖθι δὲ αὐτὸν κατατετρωμένον ἰδὼν εἰς χεῖρας συνέβαλε. Τυφὼν δὲ ταῖς σπείραις περιπλεχθεὶς κατέσχεν αὐτόν, καὶ τὴν ἅρπην περιελόμενος τά τε τῶν χειρῶν καὶ ποδῶν διέτεμε νεῦρα, ἀράμενος δὲ ἐπὶ τῶν ὤμων διεκόμισεν αὐτὸν διὰ τῆς θαλάσσης εἰς Κιλικίαν καὶ παρελθὼν εἰς τὸ Κωρύκιον ἄντρον κατέθετο. ὁμοίως δὲ καὶ τὰ νεῦρα κρύψας ἐν ἄρκτου δορᾷ κεῖθι ἀπέθετο, καὶ κατέστησε φύλακα Δελφύνην δράκαιναν· ἡμίθηρ δὲ ἦν αὕτη ἡ κόρη. Ἑρμῆς δὲ καὶ Αἰγίπαν ἐκκλέψαντες τὰ νεῦρα ἥρμοσαν τῷ Διὶ λαθόντες.2 Ζεὺς δὲ τὴν ἰδίαν ἀνακομισάμενος ἰσχύν, ἐξαίφνης ἐξ οὐρανοῦ ἐπὶ πτηνῶν ὀχούμενος ἵππων ἅρματι, βάλλων κεραυνοῖς ἐπʼ ὄρος ἐδίωξε Τυφῶνα τὸ λεγόμενον Νῦσαν, ὅπου μοῖραι αὐτὸν διωχθέντα ἠπάτησαν· πεισθεὶς γὰρ ὅτι ῥωσθήσεται μᾶλλον, ἐγεύσατο τῶν ἐφημέρων καρπῶν. διόπερ ἐπιδιωκόμενος αὖθις ἧκεν εἰς Θρᾴκην, καὶ μαχόμενος περὶ τὸν Αἷμον ὅλα ἔβαλλεν ὄρη. τούτων δὲ ἐπʼ αὐτὸν ὑπὸ τοῦ κεραυνοῦ πάλιν ὠθουμένων πολὺ ἐπὶ τοῦ ὄρους ἐξέκλυσεν αἷμα· καί φασιν ἐκ τούτου τὸ ὄρος κληθῆναι Αἷμον. φεύγειν δὲ ὁρμηθέντι αὐτῷ3 διὰ τῆς Σικελικῆς θαλάσσης Ζεὺς ἐπέρριψεν Αἴτνην ὄρος ἐν Σικελίᾳ· τοῦτο δὲ ὑπερμέγεθές ἐστιν, ἐξ οὗ μέχρι δεῦρό φασιν ἀπὸ τῶν βληθέντων κεραυνῶν γίνεσθαι πυρὸς ἀναφυσήματα. ἀλλὰ περὶ μὲν τούτων μέχρι τοῦ δεῦρο ἡμῖν λελέχθω.4

当众神战胜了巨人们之后,盖亚更加愤怒,便与塔尔塔罗斯交媾,在基利家生下了堤丰;他兼具人和兽的混合本性。他在体型和力量上均超过了盖亚所生的一切。从直到大腿的部分来看,他具有人形状的无量身躯,以至于高耸于所有山脉之上,他的头颅甚至常常触及星辰。就双手而言,他一只手伸向西方,另一只手伸向东方;从两手伸出了一百个龙首。从大腿往下的部分,他有着毒蛇的巨大盘旋躯体,它们的尾迹一直延伸到他的头顶,发出尖厉的咝咝声。他的全身长满羽翼,蓬乱肮脏的毛发从头部和两腮随风狂乱飘舞,眼中闪烁着烈火。堤丰具有如此的面貌与巨大的身形,一面把燃烧的巨石投向苍天本身,一面夹杂着咝咝声与吼叫向前猛冲;口中还喷涌出巨大的烈火风暴。众神看见他向天界猛冲而来,便作为逃亡者逃往埃及,在被追赶中将自身形貌变成了各种兽类。宙斯在远处时以雷霆投击堤丰,在他临近时用金刚镰刀砍伤他,并追击逃跑的他直到卡西翁山;此山位于叙利亚上方。在那里,宙斯见他受了重伤,便与他展开了贴身肉搏。但堤丰用蛇身蜷曲将宙斯缠住并制伏,夺走了镰刀,切断了他的手筋和脚筋;堤丰将他扛在肩上,穿过大海把他转移到基利家,进入科律基翁洞穴并将他安置在那里。同样,他也把那些筋藏在熊皮中安置在彼处,并设立母龙德尔菲涅作为守卫;这名女子是个半兽之躯。然而赫耳墨斯与埃吉潘偷出了那些筋,神不知鬼不觉地为宙斯重新接好。宙斯恢复了自己原有的力量,乘着翼马驾驭的战车突从天降,以雷霆轰击堤丰,将他追逐到名为纽萨的山上;被追赶至彼处的堤丰受了摩伊赖的欺骗;因为他被劝信自己能恢复更强精力,便尝食了朝生暮死的果实。为此他再次被追赶,逃往色雷斯,在海摩斯山一带作战时投掷整座整座的山峰。但由于这些山峰被雷霆再次反震回他自身之上,极多的鲜血喷涌泼溅在山上;人们说该山由此被称为海摩斯(血之山)。当他企图穿过西西里海逃亡时,宙斯把西西里岛的埃特纳山砸在他身上;这是一座极其巨大的山,人们说直至今日,因当年所投下的雷霆,山中仍会喷出烈火。但关于这些事,至此且听我们讲述完毕。

语法注4 条
  1. 1.6.3χεῖρας δὲ εἶχε τὴν μὲν ἐπὶ τὴν ἑσπέραν ἐκτεινομένην τὴν δὲ ἐπὶ τὰς ἀνατολάς

    宾格词 χεῖρας 之后接 τὴν μὲν ... τὴν δέ,构成“整体与部分同格”(schema καθ' ὅλον καὶ μέρος)的分配性同位语结构,分别指示两只手各自伸向一方。

  2. 1.6.3ἥρμοσαν τῷ Διὶ λαθόντες

    动词 λανθάνω 的第二不定过去时分词 λαθόντες 与主语一致,副词性地修饰谓语动词 ἥρμοσαν,构成古典希腊语中表示“背着他人地/人不知鬼不觉地为宙斯重新接合”的惯用结构。

  3. 1.6.3φεύγειν δὲ ὁρμηθέντι αὐτῷ

    与格分词及代词 ὁρμηθέντι αὐτῷ 作后文主句复合动词 ἐπέρριψεν 所支配的不利与格或间接宾语,表示“当他急于逃跑时,[宙斯]将山砸在他身上”。

  4. 1.6.3ἡμῖν λελέχθω

    与格 ἡμῖν 与第三人称完成时被动命令语气 λελέχθω 连用,作被动结构中的“施事与格”(dativus auctoris),是古典希腊语中表示论述收束的惯用结语(“关于这些事,就让我们讲述到此为止吧”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.6.3