← 伪阿波罗多洛斯

书库

§1.6.1-1.6.2

巨人战争与赫拉克勒斯参战

盖亚因提坦之仇而生的诸巨人向奥林匹斯诸神开战,而诸神依据唯有借助凡人方能取胜的神谕,与赫拉克勒斯联手将巨人们逐一消灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6.1

περὶ μὲν οὖν Δήμητρος ταῦτα λέγεται· Γῆ δὲ περὶ Τιτάνων ἀγανακτοῦσα γεννᾷ Γίγαντας ἐξ Οὐρανοῦ, μεγέθει μὲν σωμάτων ἀνυπερβλήτους, δυνάμει δὲ ἀκαταγωνίστους, οἳ φοβεροὶ μὲν ταῖς ὄψεσι κατεφαίνοντο, καθειμένοι βαθεῖαν κόμην1 ἐκ κεφαλῆς καὶ γενείων, εἶχον δὲ τὰς βάσεις φολίδας δρακόντων. ἐγένοντο δέ, ὡς μέν τινες λέγουσιν, ἐν Φλέγραις, ὡς δὲ ἄλλοι, ἐν Παλλήνῃ. ἠκόντιζον δὲ εἰς οὐρανὸν πέτρας καὶ δρῦς ἡμμένας. διέφερον δὲ πάντων Πορφυρίων τε καὶ Ἀλκυονεύς, ὃς δὴ καὶ ἀθάνατος ἦν ἐν ᾗπερ ἐγεννήθη γῇ μαχόμενος. οὗτος δὲ καὶ τὰς Ἡλίου βόας ἐξ Ἐρυθείας ἤλασε. τοῖς δὲ θεοῖς λόγιον ἦν ὑπὸ θεῶν μὲν μηδένα τῶν Γιγάντων ἀπολέσθαι δύνασθαι, συμμαχοῦντος δὲ θνητοῦ τινος τελευτήσειν.2 αἰσθομένη δὲ Γῆ τοῦτο ἐζήτει φάρμακον, ἵνα μηδʼ ὑπὸ θνητοῦ δυνηθῶσιν ἀπολέσθαι. Ζεὺς δʼ ἀπειπὼν φαίνειν Ἠοῖ τε καὶ Σελήνῃ καὶ Ἡλίῳ τὸ μὲν φάρμακον αὐτὸς ἔτεμε φθάσας, Ἡρακλέα δὲ σύμμαχον διʼ Ἀθηνᾶς ἐπεκαλέσατο. κἀκεῖνος πρῶτον μὲν ἐτόξευσεν Ἀλκυονέα· πίπτων δὲ ἐπὶ τῆς γῆς μᾶλλον ἀνεθάλπετο· Ἀθηνᾶς δὲ ὑποθεμένης ἔξω τῆς Παλλήνης εἵλκυσεν αὐτόν.

关于德墨忒尔所传述的事情便是如此。盖亚因提坦诸神的事怀恨在心,便与乌拉诺斯生下了巨人们;他们在体魄上无可比拟,在力量上不可抗拒,头须披垂浓密的毛发,相貌骇人,并以巨蟒的鳞片为足。他们有的说出生于佛勒格拉,有的说出生于帕勒涅。他们向天空投掷巨石与燃烧的栎木。波耳费里翁与阿尔库俄纽斯在所有人中尤为出众,后者只要在自己出生的土地上战斗,甚至是不死之身。此人还从厄律忒亚赶走了赫利俄斯的牛群。众神得到一条神谕,称巨人们中没有一个能被诸神消灭,但若有一位凡人联合参战,他们便将丧命。盖亚获悉此事,便寻找一种药物,好让凡人也不能将他们消灭。但宙斯禁止厄俄斯、塞勒涅与赫利俄斯发光,自己先行一步采下那株药草,并通过雅典娜召来赫拉克勒斯作为盟友。赫拉克勒斯首先射中了阿尔库俄纽斯;但他倒在地上,反而更加复苏;在雅典娜的指点下,赫拉克勒斯将他拖到了帕勒涅之外。

§1.6.2

κἀκεῖνος μὲν οὕτως ἐτελεύτα, Πορφυρίων δὲ Ἡρακλεῖ κατὰ τὴν μάχην ἐφώρμησε καὶ Ἥρᾳ. Ζεὺς δὲ αὐτῷ πόθον Ἥρας ἐνέβαλεν, ἥτις καὶ καταρρηγνύντος αὐτοῦ τοὺς πέπλους καὶ βιάζεσθαι θέλοντος βοηθοὺς ἐπεκαλεῖτο· καὶ Διὸς κεραυνώσαντος αὐτὸν Ἡρακλῆς τοξεύσας ἀπέκτεινε. τῶν δὲ λοιπῶν Ἀπόλλων μὲν Ἐφιάλτου τὸν ἀριστερὸν ἐτόξευσεν ὀφθαλμόν, Ἡρακλῆς δὲ τὸν δεξιόν· Εὔρυτον δὲ θύρσῳ Διόνυσος ἔκτεινε, Κλυτίον δὲ δᾳσὶν Ἑκάτη, Μίμαντα δὲ Ἥφαιστος βαλὼν μύδροις. Ἀθηνᾶ δὲ Ἐγκελάδῳ φεύγοντι Σικελίαν ἐπέρριψε τὴν νῆσον, Πάλλαντος δὲ τὴν δορὰν ἐκτεμοῦσα ταύτῃ κατὰ τὴν μάχην τὸ ἴδιον ἐπέσκεπε σῶμα. Πολυβώτης δὲ διὰ τῆς θαλάσσης διωχθεὶς ὑπὸ τοῦ Ποσειδῶνος ἧκεν εἰς Κῶ· Ποσειδῶν δὲ τῆς νήσου μέρος ἀπορρήξας ἐπέρριψεν αὐτῷ, τὸ λεγόμενον Νίσυρον. Ἑρμῆς δὲ τὴν Ἄιδος κυνῆν ἔχων κατὰ τὴν μάχην Ἱππόλυτον ἀπέκτεινεν, Ἄρτεμις δὲ † Γρατίωνα, μοῖραι δʼ Ἄγριον καὶ Θόωνα χαλκέοις ῥοπάλοις μαχόμεναι τοὺς δὲ ἄλλους κεραυνοῖς Ζεὺς βαλὼν διέφθειρε· πάντας δὲ Ἡρακλῆς ἀπολλυμένους ἐτόξευσεν.3

阿尔库俄纽斯便如此死去了;而在战斗中,波耳费里翁向赫拉克勒斯与赫拉猛扑过去。宙斯使他心中对赫拉生出情欲,当他撕破赫拉的衣袍企图施暴时,赫拉呼喊求救;当宙斯以雷霆击中他时,赫拉克勒斯放箭将他射杀。其余的人中,阿波罗射中了厄菲阿尔忒斯的左眼,赫拉克勒斯则射中了右眼;狄俄倪索斯用酒神杖杀死了欧律托斯,赫卡忒用火炬杀死了克吕提俄斯,赫淮斯托斯投掷炽热的铁块击杀了弥玛斯。雅典娜将西西里岛砸在逃跑的恩克拉多斯身上,并剥下帕拉斯的皮,在战斗中用它遮护自己的身躯。波吕玻忒斯被波塞冬追赶穿过大海,来到了科斯岛;波塞冬从该岛撕裂下一块砸在他身上,即所谓尼西罗斯岛。赫耳墨斯戴着哈得斯的头盔在战斗中杀死了希波吕托斯,阿耳忒弥斯杀死了格剌提翁,摩伊赖以青铜棍棒作战杀死了阿格里俄斯与托翁;其余的人宙斯用雷霆击杀;赫拉克勒斯则在他们垂死之际将所有人一一射杀。

语法注3 条
  1. 1.6.1καθειμένοι βαθεῖαν κόμην

    完成时中间位分词 καθειμένοι 支配宾格 βαθεῖαν κόμην 作为直接宾语。这是中间语态表示涉及自身肢体或随身特征的他动用法(使自己的头发下垂),比起视作“关系宾格”,更宜解为中间位的主动及物构文。

  2. 1.6.1συμμαχοῦντος δὲ θνητοῦ τινος τελευτήσειν

    将来时不定词 τελευτήσειν 的逻辑主语需从前文补出“巨人们”(τοὺς Γίγαντας)。属格独立结构(συμμαχοῦντος...)在此充当条件从句(“若有某个凡人参战协同”),与前文的不定词从句形成对比,共同构成神谕的内容。

  3. 1.6.2πάντας δὲ Ἡρακλῆς ἀπολλυμένους ἐτόξευσεν

    现在时分词 ἀπολλυμένους 表示未完成体(“正处于走向毁灭/死亡的过程中”)。该体貌表明巨人们在被诸神重创而濒死之际,赫拉克勒斯逐一向他们射箭,从而履行了必须有凡人参与方能致死的神谕要求。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.6.1-1.6.2