← 伪阿波罗多洛斯

书库

§1.5.1-1.5.3

珀耳塞福涅被劫与德墨忒尔的漫游

德墨忒尔四处寻访被劫走的珀耳塞福涅,隐匿于厄琉息斯的刻勒俄斯家中,在使婴儿不死化的企图受阻后,赐予特里普托勒摩斯战车与麦种播撒全地。因普鲁托诱珀耳塞福涅吃下石榴籽且阿斯卡拉福斯出面作证,珀耳塞福涅被迫每年在冥府度过三分之一的时光。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5.1

Πλούτων δὲ Περσεφόνης ἐρασθεὶς Διὸς συνεργοῦντος1 ἥρπασεν αὐτὴν κρύφα. Δημήτηρ δὲ μετὰ λαμπάδων νυκτός τε καὶ ἡμέρας κατὰ πᾶσαν τὴν γῆν ζητοῦσα περιῄει· μαθοῦσα δὲ παρʼ Ἑρμιονέων ὅτι Πλούτων αὐτὴν ἥρπασεν, ὀργιζομένη θεοῖς κατέλιπεν οὐρανόν, εἰκασθεῖσα δὲ γυναικὶ ἧκεν εἰς Ἐλευσῖνα. καὶ πρῶτον μὲν ἐπὶ τὴν ἀπʼ ἐκείνης κληθεῖσαν Ἀγέλαστον ἐκάθισε πέτραν παρὰ τὸ Καλλίχορον φρέαρ καλούμενον, ἔπειτα πρὸς Κελεὸν ἐλθοῦσα τὸν βασιλεύοντα τότε Ἐλευσινίων, ἔνδον οὐσῶν γυναικῶν, καὶ λεγουσῶν τούτων παρʼ αὑτὰς καθέζεσθαι,2 γραῖά τις Ἰάμβη σκώψασα τὴν θεὸν ἐποίησε μειδιᾶσαι. διὰ τοῦτο ἐν τοῖς θεσμοφορίοις τὰς γυναῖκας σκώπτειν λέγουσιν. ὄντος δὲ τῇ τοῦ Κελεοῦ γυναικὶ Μετανείρᾳ παιδίου, τοῦτο ἔτρεφεν ἡ Δημήτηρ παραλαβοῦσα· βουλομένη δὲ αὐτὸ ἀθάνατον ποιῆσαι, τὰς νύκτας εἰς πῦρ κατετίθει τὸ βρέφος καὶ περιῄρει τὰς θνητὰς σάρκας αὐτοῦ. καθʼ ἡμέραν δὲ παραδόξως αὐξανομένου τοῦ Δημοφῶντος (τοῦτο γὰρ ἦν ὄνομα τῷ παιδί) ἐπετήρησεν ἡ Πραξιθέα, καὶ καταλαβοῦσα εἰς πῦρ ἐγκεκρυμμένον ἀνεβόησε· διόπερ τὸ μὲν βρέφος ὑπὸ τοῦ πυρὸς ἀνηλώθη, ἡ θεὰ δὲ αὑτὴν ἐξέφηνε.

普鲁托爱上了珀耳塞福涅,并在宙斯的协助下秘密劫走了她。德墨忒尔手持火炬,日夜在全地搜寻巡行;她从赫尔弥俄涅人那里得知是普鲁托劫走了她,便对众神怀怒而离开了天庭,化作一介妇人来到厄琉息斯。起初,她在所谓的美泉井旁,坐在一块因她而被称作“无笑石”的岩石上;随后她来到当时统治厄琉息斯人的刻勒俄斯家中,当时妇人们都在屋内,并叫她坐在她们身旁,一个名叫伊阿姆伯的老妇说笑逗乐,使这位女神露出了微笑。据说妇女们在塞斯摩福利亚节互相开玩笑正是由于这个缘故。 刻勒俄斯的妻子墨塔涅拉有个幼儿,德墨忒尔将他接过来抚育;她想使这孩子获得不死之身,便在夜间将婴儿置于火中,除去他那必死的肉体。因得摩丰(这正是那孩子的名字)一天天出奇地成长,普拉克西忒亚暗中窥视,见他被埋在火中便尖叫起来;因此这婴儿被火烧毁,而女神显露了真身。

§1.5.2

Τριπτολέμῳ δὲ τῷ πρεσβυτέρῳ τῶν Μετανείρας παίδων δίφρον κατασκευάσασα πτηνῶν δρακόντων3 τὸν πυρὸν ἔδωκεν, ᾧ τὴν ὅλην οἰκουμένην διʼ οὐρανοῦ αἰρόμενος κατέσπειρε.4 Πανύασις δὲ Τριπτόλεμον Ἐλευσῖνος λέγει· φησὶ γὰρ Δήμητρα πρὸς αὐτὸν ἐλθεῖν. Φερεκύδης δέ φησιν αὐτὸν Ὠκεανοῦ καὶ Γῆς.

她为墨塔涅拉年长的儿子特里普托勒摩斯备下一辆由双翼飞龙驾驭的战车,并赐予他小麦;他乘着这辆战车升上天空,播种了整个有人居住的世界。帕纽阿西斯说特里普托勒摩斯是厄琉息斯之子,因为他说德墨忒尔曾来到此人那里;但斐瑞居得斯说他是俄刻阿诺斯与盖亚之子。

§1.5.3

Διὸς δὲ Πλούτωνι τὴν Κόρην ἀναπέμψαι κελεύσαντος, ὁ Πλούτων, ἵνα μὴ πολὺν χρόνον παρὰ τῇ μητρὶ καταμείνῃ, ῥοιᾶς ἔδωκεν αὐτῇ φαγεῖν κόκκον.5 ἡ δὲ οὐ προϊδομένη τὸ συμβησόμενον κατηνάλωσεν αὐτόν. καταμαρτυρήσαντος δὲ αὐτῆς Ἀσκαλάφου6 τοῦ Ἀχέροντος καὶ Γοργύρας, τούτῳ μὲν Δημήτηρ ἐν Ἅιδου βαρεῖαν ἐπέθηκε πέτραν, Περσεφόνη δὲ καθʼ ἕκαστον ἐνιαυτὸν τὸ μὲν τρίτον μετὰ Πλούτωνος ἠναγκάσθη μένειν, τὸ δὲ λοιπὸν παρὰ τοῖς θεοῖς.

当宙斯命令普鲁托送回少女时,普鲁托为了不让她在母亲身边停留太久,给了她一颗石榴籽吃。她没有预见将会发生的事,便将它吃下了。由于阿刻戎与戈耳古拉之子阿斯卡拉福斯出面作证指认她,德墨忒尔在哈得斯中将一块重石压在他身上;而珀耳塞福涅被迫每年有三分之一的时间与普鲁托留在一起,其余的时间则与众神同在。

语法注6 条
  1. 1.5.1Διὸς συνεργοῦντος

    属格绝对结构,表示伴随的情况或共谋关系,说明普鲁托是在宙斯默许与协助下实施劫持的。

  2. 1.5.1ἔνδον οὐσῶν γυναικῶν, καὶ λεγουσῶν τούτων παρʼ αὑτὰς καθέζεσθαι

    并列的属格绝对结构。后半句的 τούτων 复指前文的 γυναικῶν,而反身代词 παρʼ αὑτὰς 则指发话的妇人们自身。

  3. 1.5.2δίφρον κατασκευάσασα πτηνῶν δρακόντων

    修饰名词 δίφρον(战车)的属格 πτηνῶν δρακόντων 为描述性属格,表明该战车由有翼之龙驾驭或组成。

  4. 1.5.2ᾧ τὴν ὅλην οἰκουμένην διʼ οὐρανοῦ αἰρόμενος κατέσπειρε

    阳性与格关系代名词 ᾧ 的先行词是阳性名词 δίφρον(战车),作工具与格或交通手段(“乘着那战车”),而非 τὸν πυρόν。分词 αἰρόμενος 与主语特里普托勒摩斯保持一致。

  5. 1.5.3ῥοιᾶς ἔδωκεν αὐτῇ φαγεῖν κόκκον

    ῥοιᾶς 是修饰 κόκκον 的所属/部分属格(“石榴的籽”)。不定词 φαγεῖν 则是跟在 ἔδωκεν 之后的说明性/目的不定词(“给她吃”)。

  6. 1.5.3καταμαρτυρήσαντος δὲ αὐτῆς Ἀσκαλάφου

    属格绝对结构,主语为 Ἀσκαλάφου。复合动词 καταμαρτυρέω 支配作证指控对象的属格(此处为 αὐτῆς,指珀耳塞福涅)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.5.1-1.5.3