← 伪阿波罗多洛斯

书库

§1.4.1-1.4.5

阿波罗与阿耳忒弥斯的诞生及俄里翁

记述了科俄斯之女阿斯忒瑞亚与勒托的遭遇、阿耳忒弥斯与阿波罗的诞生,以及阿波罗诛杀皮同、提堤俄斯与玛耳叙阿斯的事迹,随后记述了巨人俄里翁的生平与死亡,以及波塞冬的后代。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4.1

τῶν δὲ Κοίου θυγατέρων Ἀστερία μὲν ὁμοιωθεῖσα ὄρτυγι ἑαυτὴν εἰς θάλασσαν ἔρριψε, φεύγουσα τὴν πρὸς Δία συνουσίαν· καὶ πόλις ἀπʼ ἐκείνης Ἀστερία πρότερον κληθεῖσα, ὕστερον δὲ Δῆλος. Λητὼ δὲ συνελθοῦσα Διὶ κατὰ τὴν γῆν ἅπασαν ὑφʼ Ἥρας ἠλαύνετο, μέχρις εἰς Δῆλον ἐλθοῦσα γεννᾷ πρώτην Ἄρτεμιν, ὑφʼ ἧς μαιωθεῖσα1 ὕστερον Ἀπόλλωνα ἐγέννησεν. Ἄρτεμις μὲν οὖν τὰ περὶ θήραν ἀσκήσασα παρθένος ἔμεινεν, Ἀπόλλων δὲ τὴν μαντικὴν μαθὼν παρὰ Πανὸς τοῦ Διὸς καὶ Ὕβρεως ἧκεν εἰς Δελφούς, χρησμῳδούσης τότε Θέμιδος· ὡς δὲ ὁ φρουρῶν τὸ μαντεῖον Πύθων ὄφις ἐκώλυεν αὐτὸν παρελθεῖν ἐπὶ τὸ χάσμα, τοῦτον ἀνελὼν τὸ μαντεῖον παραλαμβάνει. κτείνει δὲ μετʼ οὐ πολὺ καὶ Τιτυόν, ὃς ἦν Διὸς υἱὸς καὶ τῆς Ὀρχομενοῦ θυγατρὸς Ἐλάρης, ἣν Ζεύς, ἐπειδὴ συνῆλθε, δείσας Ἥραν ὑπὸ γῆν ἔκρυψε, καὶ τὸν κυοφορηθέντα παῖδα Τιτυὸν ὑπερμεγέθη εἰς φῶς ἀνήγαγεν. οὗτος ἐρχομένην εἰς Πυθὼ Λητὼ θεωρήσας, πόθῳ κατασχεθεὶς ἐπισπᾶται· ἡ δὲ τοὺς παῖδας ἐπικαλεῖται καὶ κατατοξεύουσιν αὐτόν. κολάζεται δὲ καὶ μετὰ θάνατον· γῦπες γὰρ αὐτοῦ τὴν καρδίαν ἐν Ἅιδου ἐσθίουσιν.

在科俄斯的诸女中,阿斯忒瑞亚化作鹌鹑投身海中,以逃避与宙斯的结合;从她得名,先是有一座城被称为阿斯忒瑞亚,后来则被称为提洛。而勒托与宙斯同房后,被赫拉驱赶至全地,直到抵达提洛,先生下了阿耳忒弥斯,后来又在阿耳忒弥斯的助产下生下了阿波罗。 阿耳忒弥斯专心修习打猎之事,终身保持童贞;而阿波罗从宙斯与许布里斯之子潘神那里学会了预言之术,便来到当时由忒弥斯降示神谕的德尔斐。当守护神谕所的巨蟒皮同阻止他接近地缝时,阿波罗将它杀死,接管了神谕所。不久之后他又杀死了提堤俄斯,他是宙斯与奥尔科墨诺斯之女厄拉拉之子;宙斯在与她同房后,因惧怕赫拉而将她藏入地下,并把怀在腹中身躯巨大的孩童提堤俄斯引向光明之地。此人看见勒托走向皮托,被欲望攫住便将她拉近;勒托呼唤自己的孩子们,他们便用弓箭射死了他。他死后仍在受罚,因为在哈得斯中有秃鹫吞食他的心脏。

§1.4.2

ἀπέκτεινε δὲ Ἀπόλλων καὶ τὸν Ὀλύμπου παῖδα Μαρσύαν. οὗτος γὰρ εὑρὼν αὐλούς, οὓς ἔρριψεν Ἀθηνᾶ διὰ τὸ τὴν ὄψιν αὐτῆς ποιεῖν ἄμορφον, ἦλθεν εἰς ἔριν περὶ μουσικῆς Ἀπόλλωνι. συνθεμένων δὲ αὐτῶν ἵνα ὁ νικήσας ὃ βούλεται διαθῇ τὸν ἡττημένον,2 τῆς κρίσεως γινομένης τὴν κιθάραν στρέψας ἠγωνίζετο ὁ Ἀπόλλων, καὶ ταὐτὸ ποιεῖν ἐκέλευσε τὸν Μαρσύαν· τοῦ δὲ ἀδυνατοῦντος εὑρεθεὶς κρείσσων ὁ Ἀπόλλων, κρεμάσας τὸν Μαρσύαν ἔκ τινος ὑπερτενοῦς πίτυος, ἐκτεμὼν τὸ δέρμα οὕτως διέφθειρεν.

阿波罗还杀死了奥林匹斯之子玛耳叙阿斯。因为玛耳叙阿斯拾得雅典娜因吹奏使容貌变丑而丢弃的双管箫,在音乐上与阿波罗竞胜。他们约定胜者可任意处置败者;在评判进行时,阿波罗将里拉琴倒转过来演奏,并命令玛耳叙阿斯也这样做;因玛耳叙阿斯无法做到,阿波罗被判胜出,便将玛耳叙阿斯吊在一棵高耸的松树上,剥下他的皮将其处死。

§1.4.3

Ὠρίωνα δὲ Ἄρτεμις ἀπέκτεινεν ἐν Δήλῳ. τοῦτον γηγενῆ λέγουσιν ὑπερμεγέθη τὸ σῶμα· Φερεκύδης δὲ αὐτὸν Ποσειδῶνος καὶ Εὐρυάλης λέγει. ἐδωρήσατο δὲ αὐτῷ Ποσειδῶν διαβαίνειν τὴν θάλασσαν. οὗτος πρώτην μὲν ἔγημε Σίδην, ἣν ἔρριψεν εἰς Ἅιδου περὶ μορφῆς ἐρίσασαν Ἥρα· αὖθις δὲ ἐλθὼν εἰς Χίον Μερόπην τὴν Οἰνοπίωνος ἐμνηστεύσατο. μεθύσας δὲ Οἰνοπίων αὐτὸν κοιμώμενον ἐτύφλωσε καὶ παρὰ τοῖς αἰγιαλοῖς ἔρριψεν. ὁ δὲ ἐπὶ τὸ Ἡφαίστου χαλκεῖον ἐλθὼν καὶ ἁρπάσας παῖδα ἕνα, ἐπὶ τῶν ὤμων ἐπιθέμενος ἐκέλευσε ποδηγεῖν πρὸς τὰς ἀνατολάς. ἐκεῖ δὲ παραγενόμενος ἀνέβλεψεν ἐξακεσθεὶς ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος, καὶ διὰ ταχέων ἐπὶ τὸν Οἰνοπίωνα ἔσπευδεν.

阿耳忒弥斯在提洛杀死了俄里翁。人们说他是地生之人且身躯极其巨大;但斐瑞居得斯说他是波塞冬与欧律阿勒之子。波塞冬赐予他在海面上行走的能力。他先娶西得为妻,西得因在美貌上与赫拉争胜而被赫拉打入哈得斯;后来他来到基俄斯,向俄诺庇翁之女墨罗珀求婚。然而俄诺庇翁灌醉了他,趁他熟睡挖去其双眼,弃于海滩。他来到赫菲斯托斯的铁匠铺,掳走一个童子放在肩上,命他向东方引路。抵达那里后,他在日光照射下获得医治并重见光明,随即疾速奔向俄诺庇翁。

§1.4.4

ἀλλὰ τῷ μὲν Ποσειδῶν ἡφαιστότευκτον ὑπὸ γῆν κατεσκεύασεν οἶκον,3 Ὠρίωνος δʼ Ἠὼς ἐρασθεῖσα ἥρπασε καὶ ἐκόμισεν εἰς Δῆλον· ἐποίει γὰρ αὐτὴν Ἀφροδίτη συνεχῶς ἐρᾶν, ὅτι Ἄρει συνευνάσθη.

但波塞冬为俄诺庇翁在地下建造了赫菲斯托斯所制的居所;而厄俄斯爱上了俄里翁,将他掠去并带往提洛,因为厄俄斯曾与阿瑞斯同寝,阿佛洛狄忒便使她不断陷入情网。

§1.4.5

ὁ δʼ Ὠρίων, ὡς μὲν ἔνιοι λέγουσιν, ἀνῃρέθη δισκεύειν Ἄρτεμιν προκαλούμενος,4 ὡς δέ τινες, βιαζόμενος Ὦπιν μίαν τῶν ἐξ Ὑπερβορέων παραγενομένων παρθένων ὑπʼ Ἀρτέμιδος ἐτοξεύθη. Ποσειδῶν δὲ Ἀμφιτρίτην γαμεῖ, καὶ αὐτῷ γίνεται Τρίτων καὶ Ῥόδη, ἣν Ἥλιος ἔγημε.

至于俄里翁,正如某些人所言,是因为挑战阿耳忒弥斯掷铁饼而被杀害;又如某些人所言,是因为企图强暴从极北之地而来的童女之一俄庇斯,而被阿耳忒弥斯射死。 波塞冬娶安菲特里忒为妻,生下特里同,以及后来由赫利俄斯娶为妻的罗得。

语法注4 条
  1. 1.4.1ὑφʼ ἧς μαιωθεῖσα

    动词 μαιόομαι(接生、助产)的被动不定过去时分词。关系代词 ἧς 指代前文的阿耳忒弥斯,意为“在她(初生的阿耳忒弥斯)的助产下”,在句法上准确呈现了神话中阿耳忒弥斯刚出生即协助母亲接生阿波罗的传统。

  2. 1.4.2συνθεμένων δὲ αὐτῶν ἵνα ὁ νικήσας ὃ βούλεται διαθῇ τὸν ἡττημένον

    属格独立结构 συνθεμένων αὐτῶν 之后接 ἵνα 从句,充当约定的具体内容。动词 διατίθημι 支配宾格(τὸν ἡττημένον)和起副词/内宾作用的关系从句(ὃ βούλεται),意为“按其所欲处置败者”。

  3. 1.4.4ἀλλὰ τῷ μὲν Ποσειδῶν ἡφαιστότευκτον ὑπὸ γῆν κατεσκεύασεν οἶκον

    与格代词 τῷ μὲν 指代前文作为报复目标的俄诺庇翁。它与后句的 Ὠρίωνος δʼ Ἠὼς ἐρασθεῖσα 构成 μέν...δέ 的对比结构,意为“对于俄诺庇翁,波塞冬(为他建造了地下居所);而对于俄里翁,厄俄斯则爱上了他(并将他带走)”。

  4. 1.4.5δισκεύειν Ἄρτεμιν προκαλούμενος

    分词 προκαλούμενος(挑战)支配宾格(Ἄρτεμιν)和不定式(δισκεύειν),表示原因:“因挑战阿耳忒弥斯掷铁饼”。它与后文的 ὡς δέ τινες, βιαζόμενος... 构成并列,对比了关于俄里翁死因的两种不同传说。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.4.1-1.4.5