← 伪阿波罗多洛斯

书库

§1.3.1-1.3.6

宙斯的后代与雅典娜的诞生

本段记述了宙斯与诸女神及凡人结合所生的后代谱系(包括荷赖、摩伊赖、缪斯等),奥路菲与萨弥里斯的相关传说,赫菲斯托斯的出生与从天坠落,以及宙斯吞下墨提斯后雅典娜从其头颅诞生的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3.1

Ζεὺς δὲ γαμεῖ μὲν Ἥραν, καὶ τεκνοῖ Ἥβην Εἰλείθυιαν Ἄρην, μίγνυται δὲ πολλαῖς θνηταῖς τε καὶ ἀθανάτοις γυναιξίν. ἐκ μὲν οὖν Θέμιδος τῆς Οὐρανοῦ γεννᾷ θυγατέρας ὥρας. Εἰρήνην Εὐνομίαν Δίκην, μοίρας, Κλωθὼ Λάχεσιν Ἄτροπον, ἐκ Διώνης δὲ Ἀφροδίτην, ἐξ Εὐρυνόμης δὲ τῆς Ὠκεανοῦ χάριτας, Ἀγλαΐην Εὐφροσύνην Θάλειαν, ἐκ δὲ Στυγὸς Περσεφόνην, ἐκ δὲ Μνημοσύνης μούσας, πρώτην μὲν Καλλιόπην, εἶτα Κλειὼ Μελπομένην Εὐτέρπην Ἐρατὼ Τερψιχόρην Οὐρανίαν Θάλειαν Πολυμνίαν.

宙斯娶赫拉为妻,生下赫柏、厄勒梯亚和阿瑞斯,但他还与许多凡人女子及不死女神交合。他与乌拉诺斯之女忒弥斯生下了作为女儿的荷赖诸女神(厄瑞涅、欧诺弥亚、狄刻)与摩伊赖诸女神(克罗托、拉刻西斯、阿特洛波斯);与狄俄涅生下阿佛洛狄忒;与俄刻阿诺斯之女欧律诺墨生下美惠诸女神(阿格莱亚、欧佛洛绪涅、塔莱亚);与斯堤克斯生下珀耳塞福涅;与谟涅摩绪涅生下缪斯诸女神:首先是卡利俄佩,然后是克利俄、墨尔波墨涅、欧忒耳珀、厄剌托、忒耳普西科瑞、乌剌尼亚、塔莱亚、波吕姆尼亚。

§1.3.2

Καλλιόπης μὲν οὖν καὶ Οἰάγρου, κατʼ ἐπίκλησιν δὲ Ἀπόλλωνος,1 Λίνος, ὃν Ἡρακλῆς ἀπέκτεινε, καὶ Ὀρφεὺς ὁ ἀσκήσας κιθαρῳδίαν, ὃς ᾁδων ἐκίνει λίθους τε καὶ δένδρα. ἀποθανούσης δὲ Εὐρυδίκης τῆς γυναικὸς αὐτοῦ, δηχθείσης ὑπὸ ὄφεως, κατῆλθεν εἰς Ἅιδου θέλων ἀνάγειν αὐτήν, καὶ Πλούτωνα ἔπεισεν ἀναπέμψαι. ὁ δὲ ὑπέσχετο τοῦτο ποιήσειν, ἂν μὴ πορευόμενος Ὀρφεὺς ἐπιστραφῇ πρὶν εἰς τὴν οἰκίαν αὑτοῦ παραγενέσθαι· ὁ δὲ ἀπιστῶν ἐπιστραφεὶς ἐθεάσατο τὴν γυναῖκα, ἡ δὲ πάλιν ὑπέστρεψεν. εὗρε δὲ Ὀρφεὺς καὶ τὰ Διονύσου μυστήρια, καὶ τέθαπται περὶ τὴν Πιερίαν διασπασθεὶς ὑπὸ τῶν μαινάδων.

卡利俄佩与俄阿格罗斯(名义上则是阿波罗)生下了被赫拉克勒斯杀死的利诺斯,以及专擅琴歌演艺的奥路菲,他唱歌时连石头和树木都会被感动移位。当他的妻子欧律狄刻被蛇咬死后,他为了把她带回来而下到哈得斯,并说服普路托将她送回。普路托许诺若奥路菲在行路中直到抵达自己家门前都不回头,便这样做;但他心生疑虑,回头看了一眼妻子,她便再次退了回去。奥路菲还开创了狄奥尼索斯的密仪,他在被迈那得斯撕碎后安葬在皮埃里亚一带。

§1.3.3

Κλειὼ δὲ Πιέρου τοῦ Μάγνητος ἠράσθη κατὰ μῆνιν Ἀφροδίτης (ὠνείδισε γὰρ αὐτῇ τὸν τοῦ Ἀδώνιδος ἔρωτα), συνελθοῦσα δὲ ἐγέννησεν ἐξ αὐτοῦ παῖδα Ὑάκινθον, οὗ Θάμυρις ὁ Φιλάμμωνος καὶ Ἀργιόπης νύμφης ἔσχεν ἔρωτα, πρῶτος ἀρξάμενος ἐρᾶν ἀρρένων. ἀλλʼ Ὑάκινθον μὲν ὕστερον Ἀπόλλων ἐρώμενον ὄντα δίσκῳ βαλὼν ἄκων ἀπέκτεινε, Θάμυρις δὲ κάλλει διενεγκὼν καὶ κιθαρῳδίᾳ περὶ μουσικῆς ἤρισε μούσαις, συνθέμενος, ἂν μὲν κρείττων εὑρεθῇ, πλησιάσειν πάσαις, ἐὰν δὲ ἡττηθῇ, στερηθήσεσθαι οὗ ἂν ἐκεῖναι θέλωσι.2 καθυπέρτεραι δὲ αἱ μοῦσαι γενόμεναι καὶ τῶν ὀμμάτων αὐτὸν καὶ τῆς κιθαρῳδίας ἐστέρησαν.

克利俄因阿佛洛狄忒的愤怒而爱上了马格涅斯之子皮埃罗斯(因为她曾责备阿佛洛狄忒对阿多尼斯的爱情);与他同房后,她生下了儿子雅辛托斯,菲拉蒙与宁芙阿耳吉俄珀之子萨弥里斯爱上了他,成为第一个开始爱慕男性的人。然而后来雅辛托斯作为阿波罗的爱人,却被阿波罗投掷的铁饼无意中击中身亡;而萨弥里斯因容貌与琴歌演艺出众而在音乐上与缪斯诸女神竞胜,双方约定:若他胜出,便可与她们所有人同房;若他落败,则任由她们剥夺她们所欲之物。缪斯诸女神占了上风,便剥夺了他的双眼和琴歌演艺之能。

§1.3.4

Εὐτέρπης δὲ καὶ ποταμοῦ Στρυμόνος Ῥῆσος, ὃν ἐν Τροίᾳ Διομήδης ἀπέκτεινεν· ὡς δὲ ἔνιοι λέγουσι, Καλλιόπης ὑπῆρχεν. Θαλείας δὲ καὶ Ἀπόλλωνος ἐγένοντο Κορύβαντες, Μελπομένης δὲ καὶ Ἀχελῴου Σειρῆνες, περὶ ὧν ἐν τοῖς περὶ Ὀδυσσέως ἐροῦμεν.

欧忒耳珀与斯特律蒙河生下了在特洛伊被狄奥墨得斯杀死的瑞索斯;但正如某些人所言,他是卡利俄佩所生。塔莱亚与阿波罗生下了科律班忒斯,墨尔波墨涅与阿刻罗俄斯生下了塞壬诸女妖,关于她们,我们在记述奥德修斯事迹时再做叙述。

§1.3.5

Ἥρα δὲ χωρὶς εὐνῆς ἐγέννησεν Ἥφαιστον· ὡς δὲ Ὅμηρος λέγει, καὶ τοῦτον ἐκ Διὸς ἐγέννησε. ῥίπτει δὲ αὐτὸν ἐξ οὐρανοῦ Ζεὺς Ἥρᾳ δεθείσῃ βοηθοῦντα· ταύτην γὰρ ἐκρέμασε Ζεὺς ἐξ Ὀλύμπου χειμῶνα ἐπιπέμψασαν Ἡρακλεῖ, ὅτε Τροίαν ἑλὼν ἔπλει. πεσόντα δʼ Ἥφαιστον ἐν Λήμνῳ καὶ πηρωθέντα τὰς βάσεις3 διέσωσε Θέτις.

赫拉在未曾同房的情况下生下了赫菲斯托斯;但如荷马所言,这也是她与宙斯所生。当赫菲斯托斯去搭救被捆绑的赫拉时,宙斯将他从天上掷了下去;因为赫拉曾在赫拉克勒斯攻陷特洛伊航海离开时降下风暴,宙斯因而将她从奥林匹斯倒悬起来。赫菲斯托斯坠落于利姆诺斯岛并摔瘸了双脚,忒提斯救了他。

§1.3.6

μίγνυται δὲ Ζεὺς Μήτιδι, μεταβαλλούσῃ εἰς πολλὰς ἰδέας ὑπὲρ τοῦ μὴ συνελθεῖν, καὶ αὐτὴν γενομένην ἔγκυον καταπίνει φθάσας,4 ἐπείπερ ἔλεγε Γῆ γεννήσειν παῖδα μετὰ τὴν μέλλουσαν ἐξ αὐτῆς γεννᾶσθαι κόρην, ὃς οὐρανοῦ δυνάστης γενήσεται. τοῦτο φοβηθεὶς κατέπιεν αὐτήν· ὡς δʼ ὁ τῆς γεννήσεως ἐνέστη χρόνος, πλήξαντος αὐτοῦ τὴν κεφαλὴν πελέκει Προμηθέως ἢ καθάπερ ἄλλοι λέγουσιν Ἡφαίστου, ἐκ κορυφῆς, ἐπὶ ποταμοῦ Τρίτωνος, Ἀθηνᾶ σὺν ὅπλοις ἀνέθορεν.

宙斯与墨提斯交合,她为了避免同房而变换成多种形态;在她受孕后,宙斯抢先将她吞下,因为盖亚曾预言,在那个即将由她所生的少女之后,墨提斯还将生下一个儿子,此子将成为天界的统治者。宙斯惧怕此事,遂将她吞入腹中;及至产期来临,普罗米修斯——或如其他人所言是赫菲斯托斯——用斧头劈开他的头颅,在特里同河畔,雅典娜披坚执锐从他的顶门跃出。

语法注4 条
  1. 1.3.2κατʼ ἐπίκλησιν δὲ Ἀπόλλωνος

    介词 κατά 支配宾格 ἐπίκλησιν(意为“名义上、通称”),作状语修饰表出身的属格 Ἀπόλλωνος,意为“名义上是阿波罗的(孩子)”,与前述生父俄阿格罗斯(Οἰάγρου)形成对照与并列。

  2. 1.3.3στερηθήσεσθαι οὗ ἂν ἐκεῖναι θέλωσι

    关系代词 οὗ 受表示剥夺的动词 στερηθήσεσθαι 要求分离属格的影响,由原本在关系从句中的宾格(或先行词 τούτου ὅ)被吸引(attractio)成了属格。

  3. 1.3.5πηρωθέντα τὰς βάσεις

    τὰς βάσεις 是修饰被动分词 πηρωθέντα 的“关系宾格/限定宾格”(Accusative of Respect),表示受损的具体部位,意为“在双脚上受残害/摔瘸了双脚”。

  4. 1.3.6καταπίνει φθάσας

    动词 φθάνω 的不定过去分词 φθάσας 与限定动词 καταπίνει 连用,构成希腊语习用句型,表示在某事发生之前抢先行动,即“抢先/抢在前面将她吞下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.3.1-1.3.6