- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.2.1-1.2.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
宙斯在被吐出的兄弟姐妹以及获释的独眼巨人们的协助下赢得了提坦之战并分掌三界,随后列举了提坦诸神与海神诸系的后裔谱系。
ἐπειδὴ δὲ Ζεὺς ἐγενήθη τέλειος, λαμβάνει Μῆτιν τὴν Ὠκεανοῦ συνεργόν, ἣ δίδωσι Κρόνῳ καταπιεῖν φάρμακον, ὑφʼ οὗ ἐκεῖνος ἀναγκασθεὶς πρῶτον μὲν ἐξεμεῖ τὸν λίθον, ἔπειτα τοὺς παῖδας οὓς κατέπιε· μεθʼ ὧν Ζεὺς τὸν πρὸς Κρόνον καὶ Τιτᾶνας ἐξήνεγκε πόλεμον. μαχομένων δὲ αὐτῶν ἐνιαυτοὺς δέκα ἡ Γῆ τῷ Διὶ ἔχρησε τὴν νίκην, τοὺς καταταρταρωθέντας ἂν ἔχῃ συμμάχους·1 ὁ δὲ τὴν φρουροῦσαν αὐτῶν τὰ δεσμὰ Κάμπην ἀποκτείνας ἔλυσε. καὶ Κύκλωπες τότε Διὶ μὲν διδόασι βροντὴν καὶ ἀστραπὴν καὶ κεραυνόν, Πλούτωνι δὲ κυνέην, Ποσειδῶνι δὲ τρίαιναν· οἱ δὲ τούτοις ὁπλισθέντες κρατοῦσι Τιτάνων, καὶ καθείρξαντες αὐτοὺς ἐν τῷ Ταρτάρῳ τοὺς ἑκατόγχειρας κατέστησαν φύλακας. αὐτοὶ δὲ διακληροῦνται περὶ τῆς ἀρχῆς, καὶ λαγχάνει Ζεὺς μὲν τὴν ἐν οὐρανῷ δυναστείαν, Ποσειδῶν δὲ τὴν ἐν θαλάσσῃ, Πλούτων δὲ τὴν ἐν Ἅιδου.
当宙斯成年后,他得到了俄刻阿诺斯之女墨提斯作为同谋者,她给克洛诺斯服下了一剂药,受此药所迫,克洛诺斯首先吐出了那块石头,接着又吐出了他所吞下的孩子们;宙斯便与他们一起发动了反抗克洛诺斯和提坦诸神的战争。在他们交战十年之际,盖亚向宙斯宣示神谕:如果他能得到那些被投入塔耳塔罗斯者作为盟友,便可获胜;于是宙斯杀死了看守他们枷锁的坎珀,释放了他们。当时独眼巨人们把雷霆、闪电与霹雳交给了宙斯,把头盔交给了普路托,把三叉戟交给了波塞冬;他们装备了这些兵器,制服了提坦诸神,将他们囚禁在塔耳塔罗斯,并任命百臂巨人担任守卫。而他们自己则抽签分配统治权,宙斯抽得了天界的统治权,波塞冬抽得了海界的统治权,普路托抽得了哈得斯的统治权。
ἐγένοντο δὲ Τιτάνων ἔκγονοι Ὠκεανοῦ μὲν καὶ Τηθύος Ὠκεανίδες, Ἀσία Στὺξ Ἠλέκτρα Δωρὶς Εὐρυνόμη Μῆτις, Κοίου δὲ καὶ Φοίβης Ἀστερία καὶ Λητώ, Ὑπερίονος δὲ καὶ Θείας Ἠὼς Ἥλιος Σελήνη, Κρείου δὲ καὶ Εὐρυβίας τῆς Πόντου Ἀστραῖος Πάλλας Πέρσης, Ἰαπετοῦ δὲ καὶ Ἀσίας Ἄτλας, ὃς ἔχει τοῖς ὤμοις τὸν οὐρανόν, καὶ Προμηθεὺς καὶ Ἐπιμηθεὺς καὶ Μενοίτιος, ὃν κεραυνώσας ἐν τῇ τιτανομαχίᾳ Ζεὺς κατεταρτάρωσεν.
提坦诸神的后代如下:俄刻阿诺斯与忒堤斯生下了大洋神女——亚细亚、斯堤克斯、厄勒克特拉、多里斯、欧律诺墨、墨提斯;科俄斯与福伯生下了阿斯忒里亚与勒托;许珀里翁与忒亚生下了厄俄斯、赫利俄斯、塞勒涅;克利俄斯与蓬托斯之女欧律比亚生下了阿斯特莱俄斯、帕拉斯、珀耳塞斯;伊阿珀托斯与亚细亚生下了双肩扛着天空的阿特拉斯,以及普罗米修斯、厄庇墨透斯和墨诺提俄斯,后者在提坦之战中被宙斯用霹雳击中并打入塔耳塔罗斯。
ἐγένετο δὲ καὶ Κρόνου καὶ Φιλύρας Χείρων διφυὴς Κένταυρος, Ἠοῦς δὲ καὶ Ἀστραίου ἄνεμοι καὶ ἄστρα, Πέρσου δὲ καὶ Ἀστερίας Ἑκάτη, Πάλλαντος δὲ καὶ Στυγὸς Νίκη Κράτος Ζῆλος Βία.
克洛诺斯与菲吕拉也生下了双形肯陶洛斯喀戎;厄俄斯与阿斯特莱俄斯生下了诸风与群星;珀耳塞斯与阿斯忒里亚生下了赫卡忒;帕拉斯与斯堤克斯生下了尼刻、克拉托斯、泽罗斯和比阿。
τὸ δὲ τῆς Στυγὸς ὕδωρ ἐκ πέτρας ἐν Ἅιδου ῥέον Ζεὺς ἐποίησεν ὅρκον, ταύτην αὐτῇ τιμὴν διδοὺς ἀνθʼ ὧν2 αὐτῷ κατὰ Τιτάνων μετὰ τῶν τέκνων συνεμάχησε.
宙斯将哈得斯岩石中流出的斯堤克斯之水立为誓言,赐予她这项殊荣,以报答她曾率领子女与他并肩作战反抗提坦之恩。
Πόντου δὲ καὶ Γῆς Φόρκος Θαύμας Νηρεὺς Εὐρυβία Κητώ. Θαύμαντος μὲν οὖν καὶ Ἠλέκτρας Ἶρις καὶ ἅρπυιαι, Ἀελλὼ καὶ Ὠκυπέτη, Φόρκου δὲ καὶ Κητοῦς Φορκίδες καὶ Γοργόνες, περὶ ὧν ἐροῦμεν ὅταν τὰ κατὰ Περσέα λέγωμεν, Νηρέως δὲ καὶ Δωρίδος Νηρηίδες, ὧν τὰ ὀνόματα Κυμοθόη Σπειὼ Γλαυκονόμη Ναυσιθόη Ἁλίη, Ἐρατὼ Σαὼ Ἀμφιτρίτη Εὐνίκη Θέτις, Εὐλιμένη Ἀγαύη Εὐδώρη Δωτὼ Φέρουσα, Γαλάτεια Ἀκταίη Ποντομέδουσα Ἱπποθόη Λυσιάνασσα, Κυμὼ Ἠιόνη Ἁλιμήδη Πληξαύρη Εὐκράντη, Πρωτὼ Καλυψὼ Πανόπη Κραντὼ Νεόμηρις, Ἱππονόη Ἰάνειρα Πολυνόμη Αὐτονόη Μελίτη, Διώνη Νησαίη Δηρὼ Εὐαγόρη Ψαμάθη, Εὐμόλπη Ἰόνη Δυναμένη Κητὼ Λιμνώρεια.
蓬托斯与盖亚生下了福耳库斯、陶玛斯、涅柔斯、欧律比亚、刻托。陶玛斯与厄勒克特拉生下了伊里斯与哈耳庇厄——阿埃罗和俄库珀忒;福耳库斯与刻托生下了福耳库斯诸女与戈耳工诸女,关于她们,我们在讲述柏修斯事迹时再行交代;涅柔斯与多里斯生下了涅瑞伊得斯仙女们,她们的名字是库摩托厄、斯珀伊俄、格劳科诺墨、瑙西托厄、哈利阿、厄剌托、萨俄、安菲特里忒、欧尼刻、忒提斯、欧利墨涅、阿伽乌厄、欧多蕾、多托、斐卢萨、伽拉忒亚、阿克泰埃、蓬托墨杜萨、希波托厄、吕西安纳萨、库摩、厄伊俄涅、哈利墨得、普勒克萨乌蕾、欧克兰忒、普罗托、卡吕普索、帕诺佩、克兰托、涅俄墨里斯、希波诺厄、伊阿涅拉、波吕诺墨、奥托诺厄、墨利忒、狄俄涅、涅萨埃、德罗、欧阿戈蕾、普萨玛忒、欧摩尔珀、伊俄涅、杜纳墨涅、刻托、林诺瑞亚。
- 1.2.1τοὺς καταταρταρωθέντας ἂν ἔχῃ συμμάχους
此句为间接引语中的条件从句,保留了直接引语形式 ἐὰν ἔχῃς(虚拟式 + ἄν),在历史主动词 ἔχρησε 之后未变为祈愿式。它表达未来的假设条件(“如果他能把那些被投入塔耳塔罗斯者当作盟友”),在语义上与主句宾语名词 τὴν νίκην(“胜利”)相呼应。
- 1.2.5ἀνθʼ ὧν
介词 ἀντί 与内含先行词的关系代词属格 ὧν 的紧缩结构(相当于 ἀντὶ τούτων ὅτι,“因……之故 / 作为……的回报”)。它引出下文的 συνεμάχησε,说明斯堤克斯因率领子女与宙斯并肩作战而获得该项特权奖励的原因。
