← 伪阿波罗多洛斯

书库

§1.1.1-1.1.7

提坦诸神的诞生与克洛诺斯的统治

乌拉诺斯与盖亚结合诞生了怪物巨灵与提坦诸神,克洛诺斯阉割其父夺取统治权;因畏惧预言克洛诺斯吞食子女,唯有宙斯被秘密送往克里特岛抚养。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1.1

Οὐρανὸς πρῶτος τοῦ παντὸς ἐδυνάστευσε κόσμου. γήμας δὲ Γῆν ἐτέκνωσε πρώτους τοὺς ἑκατόγχειρας προσαγορευθέντας, Βριάρεων Γύην Κόττον, οἳ μεγέθει τε ἀνυπέρβλητοι καὶ δυνάμει καθειστήκεσαν, χεῖρας μὲν ἀνὰ ἑκατὸν κεφαλὰς δὲ ἀνὰ πεντήκοντα ἔχοντες.1

乌拉诺斯是统治全宇宙的第一人。他与盖亚结合,最先繁衍出被称为百臂巨人的布里阿柔斯、古埃斯和科托斯,他们在体格与力量上无可匹敌,每人各有一百只手和五十个头。

§1.1.2

μετὰ τούτους δὲ αὐτῷ τεκνοῖ Γῆ Κύκλωπας, Ἄργην Στερόπην Βρόντην, ὧν ἕκαστος εἶχεν ἕνα ὀφθαλμὸν ἐπὶ τοῦ μετώπου. ἀλλὰ τούτους μὲν Οὐρανὸς δήσας εἰς Τάρταρον ἔρριψε (τόπος δὲ οὗτος ἐρεβώδης ἐστὶν ἐν Ἅιδου, τοσοῦτον ἀπὸ γῆς ἔχων διάστημα ὅσον ἀπʼ οὐρανοῦ γῆ),2 τεκνοῖ δὲ αὖθις ἐκ Γῆς παῖδας μὲν τοὺς Τιτᾶνας προσαγορευθέντας, Ὠκεανὸν Κοῖον Ὑπερίονα Κρεῖον Ἰαπετὸν καὶ νεώτατον ἁπάντων Κρόνον, θυγατέρας δὲ τὰς κληθείσας Τιτανίδας, Τηθὺν Ῥέαν Θέμιν Μνημοσύνην Φοίβην Διώνην Θείαν.

继他们之后,盖亚又为他生下了独眼巨人阿尔革斯、斯特洛佩斯和布隆忒斯,他们每人的前额上都长着一只眼睛。然而乌拉诺斯将他们捆绑起来,掷入了塔耳塔罗斯(这是哈得斯中一个阴暗的地方,它距大地的距离,正如大地距天宇的距离一般)。随后,他又与盖亚繁衍了被称为提坦的儿子们,即俄刻阿诺斯、科俄斯、许珀里翁、克利俄斯、伊阿珀托斯,以及所有儿子中最年幼的克洛诺斯;还有被称为女提坦的女儿们,即忒堤斯、瑞亚、忒弥斯、谟涅摩叙涅、福伯、狄俄涅和忒亚。

§1.1.4

ἀγανακτοῦσα δὲ Γῆ ἐπὶ τῇ ἀπωλείᾳ τῶν εἰς Τάρταρον ῥιφέντων παίδων πείθει τοὺς Τιτᾶνας ἐπιθέσθαι τῷ πατρί, καὶ δίδωσιν ἀδαμαντίνην ἅρπην Κρόνῳ. οἱ δὲ Ὠκεανοῦ χωρὶς ἐπιτίθενται, καὶ Κρόνος ἀποτεμὼν τὰ αἰδοῖα τοῦ πατρὸς εἰς τὴν θάλασσαν ἀφίησιν. ἐκ δὲ τῶν σταλαγμῶν τοῦ ῥέοντος αἵματος ἐρινύες ἐγένοντο, Ἀληκτὼ Τισιφόνη Μέγαιρα. τῆς δὲ ἀρχῆς ἐκβαλόντες3 τούς τε καταταρταρωθέντας ἀνήγαγον ἀδελφοὺς καὶ τὴν ἀρχὴν Κρόνῳ παρέδοσαν.

盖亚因被掷入塔耳塔罗斯的孩子们遭毁灭而愤恨,便劝说提坦诸神袭击他们的父亲,并将一柄坚刚镰刀交给了克洛诺斯。除了俄刻阿诺斯以外,他们发起袭击,克洛诺斯割下父亲的生殖器掷入大海。从流淌的血滴中诞生了复仇女神:阿勒克托、提西福涅与墨盖拉。他们将父亲从统治权位上驱逐后,带回了被投入塔耳塔罗斯的兄弟们,并将统治权交给了克洛诺斯。

§1.1.5

ὁ δὲ τούτους μὲν ἐν τῷ Ταρτάρῳ πάλιν δήσας καθεῖρξε, τὴν δὲ ἀδελφὴν Ῥέαν γήμας, ἐπειδὴ Γῆ τε καὶ Οὐρανὸς ἐθεσπιῴδουν αὐτῷ λέγοντες ὑπὸ παιδὸς ἰδίου τὴν ἀρχὴν ἀφαιρεθήσεσθαι,4 κατέπινε τὰ γεννώμενα. καὶ πρώτην μὲν γεννηθεῖσαν Ἑστίαν κατέπιεν, εἶτα Δήμητραν καὶ Ἥραν, μεθʼ ἃς Πλούτωνα καὶ Ποσειδῶνα.

然而克洛诺斯却把他们再次捆绑并囚禁在塔耳塔罗斯,随后娶了妹妹瑞亚;由于盖亚和乌拉诺斯曾向他发出预言,说他的统治权将被自己的孩子剥夺,他便吞食刚出生的后代。他首先吞下了刚出生的赫斯提亚,接着吞下德墨忒尔和赫拉,之后又吞下普路托与波塞冬。

§1.1.6

ὀργισθεῖσα δὲ ἐπὶ τούτοις Ῥέα παραγίνεται μὲν εἰς Κρήτην, ὁπηνίκα τὸν Δία ἐγκυμονοῦσα ἐτύγχανε, γεννᾷ δὲ ἐν ἄντρῳ τῆς Δίκτης Δία. καὶ τοῦτον μὲν δίδωσι τρέφεσθαι Κούρησί τε καὶ ταῖς Μελισσέως παισὶ νύμφαις, Ἀδραστείᾳ τε καὶ Ἴδῃ.

瑞亚为此大怒,正逢怀着宙斯的时候,便前往克里特,在狄克忒的洞穴中生下宙斯。她将这孩子交给库瑞忒斯以及墨利修斯之女仙女阿德剌斯忒亚与伊达抚养。

§1.1.7

αὗται μὲν οὖν τὸν παῖδα ἔτρεφον τῷ τῆς Ἀμαλθείας γάλακτι, οἱ δὲ Κούρητες ἔνοπλοι ἐν τῷ ἄντρῳ τὸ βρέφος φυλάσσοντες τοῖς δόρασι τὰς ἀσπίδας συνέκρουον, ἵνα μὴ τῆς τοῦ παιδὸς φωνῆς ὁ Κρόνος ἀκούσῃ. Ῥέα δὲ λίθον σπαργανώσασα δέδωκε Κρόνῳ καταπιεῖν ὡς τὸν γεγεννημένον παῖδα.

于是她们用阿玛尔忒亚的乳汁哺育这孩子,而库瑞忒斯武装在洞穴中守卫婴儿,用长矛撞击盾牌,以免克洛诺斯听到孩子的啼哭声。瑞亚则用襁褓裹住一块石头,充作刚出生的婴儿交给克洛诺斯吞下。

语法注4 条
  1. 1.1.1χεῖρας μὲν ἀνὰ ἑκατὸν κεφαλὰς δὲ ἀνὰ πεντήκοντα ἔχοντες

    介词 ἀνά 与数词(ἑκατόν, πεντήκοντα)连用,表示分配义,即“各自有一百只……”、“各自有五十个……”。

  2. 1.1.2τοσοῦτον ἀπὸ γῆς ἔχων διάστημα ὅσον ἀπʼ οὐρανοῦ γῆ

    在相关结构 τοσοῦτον... ὅσον 中,ὅσον 从句省略了动词部分(如 διάστημα ἔχει),形成空间距离上的对比:“从大地拥有……这般距离,正如大地距天宇那般”。

  3. 1.1.4τῆς δὲ ἀρχῆς ἐκβαλόντες

    分词 ἐκβαλόντες 的逻辑主语承接前文的主语提坦诸神(οἱ δὲ Ὠκεανοῦ χωρὶς)。τῆς ἀρχῆς 为分离属格,直接宾语(父亲乌拉诺斯)根据上下文被省略。

  4. 1.1.5ὑπὸ παιδὸς ἰδίου τὴν ἀρχὴν ἀφαιρεθήσεσθαι

    本句为主动态带双宾格动词(ἀφαιρέω τινά τι“剥夺某人某物”)的被动句式。被剥夺的事物(τὴν ἀρχὴν)仍保留宾格,而被剥夺者(克洛诺斯)在间接引语中作为不定式的宾格主语被承前省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.1.1-1.1.7