← 克劳狄乌斯·埃利安

杂闻轶事

§9.6-9.11

贤人之坚定与僭主之荒淫奢靡逸事

本节记述了伯里克利与苏格拉底的坚定风范、小狄奥尼修斯的荒淫及其家族遭受的残酷报应、德米特里厄斯的奢侈逸乐、柏拉图拒绝因求寿而迁居的态度,以及画家帕拉修斯的生活奢华与诙谐面对比赛落败的逸事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.6

ὅτι Περικλῆς ἐν τῷ λοιμῷ τοὺς παῖδας ἀποβαλὼν ἀνδρειότατα τὸν θάνατον αὐτῶν ἤνεγκε, καὶ πάντας Ἀθηναίους εὐθυμότερον ἔπεισε τοὺς τῶν φιλτάτων θανάτους φέρειν.

伯里克利在瘟疫中失去了儿子们,却极其勇敢地承受了他们的死亡,并劝导所有雅典人更加振作地承受至亲之人的死亡。

§9.7

ἡ Ξανθίππη ἔφη μυρίων μεταβολῶν τὴν πόλιν καὶ αὐτοὺς κατασχουσῶν ἐν πάσαις ὅμοιον τὸ Σωκράτους πρόσωπον καὶ προϊόντος ἐκ τῆς οἰκίας καὶ ἐπανιόντος θεάσασθαι·1 ἥρμοστο γὰρ πρὸς πάντα ἐπιεικῶς, καὶ ἦν ἵλεως ἀεὶ τὴν διάνοιαν καὶ λύπης ὑπεράνω πάσης καὶ φόβου κρείττων παντός.

赞娣佩说,当无数变故笼罩城邦和他们自身时,在这一切之中,无论苏格拉底走出家门还是返回家中,她都看到他的面容始终如一;因为他对一切际遇都平心静气地顺应,心中始终平静安详,超脱于一切悲伤之上,胜过一切恐惧。

§9.8

ὁ νέος Διονύσιος ἐς τὴν τῶν Λοκρῶν πόλιν παριὼν ʽεἴ γε Δωρὶς ἡ μήτηρ αὐτοῦ Λοκρὶς ἦνʼ οἶκον τῶν ἐν τῇ πόλει τὸν μέγιστον καταλαμβάνων, ῥόδοις καὶ ἑρπύλλοις καὶ ἄλλοις ἄνθεσι καταστρωννὺς τὰς τῶν Λοκρῶν θυγατέρας μετεπέμπετο, καὶ συνῆν αὐταῖς ἀκολαστότατα. ὑπὲρ δὴ τούτου ἔτισε δίκην· ἐπειδὴ γὰρ αὐτοῦ ἡ τυραννὶς κατελύθη ὑπὸ Δίωνος, ἐνταῦθα οἱ Λοκροὶ τὴν γυναῖκα τοῦ Διονυσίου καὶ τὰς θυγατέρας κατεπόρνευσαν, καὶ ἀνέδην αὐταῖς ἐνύβριζον πάντες, μάλιστα οἱ προσήκοντες ταῖς παρθένοις ταῖς ὑπὸ Διονυσίου διεφθαρμέναις. ἡνίκα δὲ διακορεῖς ἐγένοντο ὑβρίζοντες, κεντοῦντες αὐτὰς ὑπὸ τοῖς ὄνυξι τοῖς τῶν χειρῶν βελόναις ἀπέκτειναν. τὰ δὲ ὀστᾶ κατέκοψαν ἐν ὅλμοις, καὶ τὰ κρέα τῶν ὀστῶν ἀφελόντες ἐπηράσαντο τοῖς μὴ γευσαμένοις αὐτῶν· εἰ δέ τι περιελείφθη ἐξ αὐτῶν, κατεπόντωσαν. ὃ δὲ ἐν Κορίνθῳ πολλαῖς καὶ ποικίλαις χρησάμενος βίου μεταβολαῖς διὰ τὴν ὑπερβάλλουσαν ἀπορίαν, τελευταῖον δὲ μητραγυρτῶν καὶ κρούων τύμπανα καὶ καταυλούμενος τὸν βίον κατέστρεψεν.

小狄奥尼修斯进入洛克里斯人的城邦(因为他的母亲多丽丝是洛克里斯人),占据了城中最大的宅邸,铺满了玫瑰、百里香和其他花朵,召来洛克里斯人的女儿们,极其放荡地与她们交媾。正因如此,他付出了代价;因为当他的僭主统治被狄翁推翻后,洛克里斯人便强迫狄奥尼修斯的妻子和女儿们为娼,所有人肆意凌辱她们,尤其是那些被狄奥尼修斯玷污的少女的亲族。当他们凌辱满足之后,用针刺入她们双手的指甲下,将她们杀害。他们又把骨头在臼中捣碎,剥下骨头上的肉,诅咒那些不尝这肉的人;如果有剩余的残骸,他们就将其沉入大海。至于他本人,在科林斯因极度贫困而经历了许多形形色色的谋生变故,最终沦为乞食托钵僧,敲击鼓具,在笛声伴随中结束了余生。

§9.9

Δημήτριος ὁ Πολιορκητὴς ᾕρει τὰς πόλεις, καὶ τῇ ἑαυτοῦ τρυφῇ καταχρώμενος χίλια καὶ διακόσια τάλαντα πρόσοδον ἑαυτῷ περιεποιήσατο καθʼ ἕκαστον ἔτος, καὶ ἐκ τούτων ὀλίγα μὲν ἐς τὸ στρατόπεδον ἐδαπάνα, τὰ δὲ λοιπὰ ἐς τὴν ἀκολασίαν τὴν ἑαυτοῦ. μύροις τε ἐρραίνετο αὐτῷ τὸ δάπεδον καὶ καθʼ ἑκάστην ἔτους ὥραν τὰ ἐνακμάζοντα τῶν ἀνθῶν ὑπεσπείρετο αὐτῷ, ἵνα κατʼ αὐτῶν βαδίζῃ. ἦν δὲ καὶ πρὸς γυναῖκας ἀκόλαστος, καὶ νεανικοῖς ἔρωσιν ἐπεχείρει. ἔμελε δὲ αὐτῷ καὶ καλῷ εἶναι εὐθετίζοντι τὴν τρίχα καὶ ξανθιζομένῳ καὶ ὑπαλειφομένῳ τὸ πρόσωπον παιδέρωτι. καὶ τοῖς ἄλλοις δὲ ἐχρίετο ἀλείμμασι, προσφιλοτιμούμενος τῇ ῥᾳθυμίᾳ.

攻城者德米特里厄斯攻占诸城,肆意挥霍,每年为自己聚敛了一千二百塔兰特的收入;在这些钱中,他仅将很少的一部分花在军队上,其余全用于自己的放荡生活。他的地面撒着香膏,一年每个季节里最鲜艳的花朵都为他铺在地上,以便他在其上行走。他对女色亦极其放纵,且沉溺于对年轻人的爱欲之中。他还注重修饰容貌,整理发式,染成金色,并在脸上涂抹化妆液;他还涂抹其他香膏,以这种怠惰纵乐自鸣得意。

§9.10

ὁ Πλάτων, νοσεροῦ χωρίου λεγομένου εἶναι τῆς Ἀκαδημείας, καὶ συμβουλευόντων αὐτῷ τῶν ἰατρῶν  ἐς τὸ Λύκειον μετοικῆσαι, οὐκ ἠξίωσεν εἰπὼν ʽἀλλʼ ἔγωγε οὐκ ἂν οὐδὲ ἐς τὰ τοῦ Ἄθω μετῴκησα ἂν ὑπὲρ τοῦ μακροβιώτερος γενέσθαι.2

柏拉图在学园被传为不洁多病之地、且医生们建议他迁居吕克昂时,不肯照做,说道:“即使为了延长寿命,我也绝不会迁往阿索斯山。”

§9.11

Παρράσιος ὁ ζωγράφος ὅτι μὲν πορφυρίδα ἐφόρει καὶ χρυσοῦν στέφανον περιέκειτο μαρτυροῦσι καὶ ἄλλοι καὶ τὰ ἐπιγράμματα δὲ ἐπὶ πολλῶν εἰκόνων αὐτοῦ· ἠγωνίσατο δέ ποτε ἐν Σάμῳ, συνέτυχε δὲ ἀντιπάλῳ οὐ κατὰ πολὺ ἐνδεεστέρῳ αὐτοῦ εἶτα ἡττήθη. τὸ δὲ ἐπίγραμμα ἦν αὐτῷ ὁ Αἴας ὑπὲρ τῶν ὅπλων τῶν Ἀχιλλέως ἀγωνισάμενος πρὸς τὸν Ὀδυσσέα. ἡττηθεὶς δὲ εὖ μάλα ἀστείως ἀπεκρίνατο πρὸς τὸν συναχθόμενον αὐτῷ τῶν ἑταίρων ὁ Παρράσιος· ἔφη γὰρ αὐτὸς μὲν ὑπὲρ τῆς ἥττης ὀλίγον φροντίζειν, συνάχθεσθαι δὲ τῷ παιδὶ τοῦ Τελαμῶνος δεύτερον τοῦτο3 ὑπὲρ τῶν αὐτῶν ἡττηθέντι. κατεῖχε δὲ καὶ σκίπωνα χρυσᾶς ἕλικας ἔχοντα περιερπούσας, χρυσοῖς τε ἀνασπάστοις ἐπέσφιγγε τοὺς ἀναγωγέας τῶν βλαυτῶν. φασὶ δὲ αὐτὸν μήτε ἄκοντα μήτε ἐπιπόνως τὰ ἐν τῇ τέχνῃ χειρουργεῖν, πάνυ δὲ εὐθύμως καὶ ῥᾳδίως· καὶ γὰρ καὶ ᾖδε καὶ ὑποκινυρόμενος τὸν κάματον τὸν ἐκ τῆς ἐπιστήμης ἐπειρᾶτο ἐπελαφρύνειν. λέγει δὲ ταῦτα Θεόφραστος.

画家帕拉修斯身着紫袍、头戴金冠一事,不仅由其他人,也由他许多画作上的铭文所证实。他曾一度在萨摩斯参赛,遇到了一个并不比他逊色太多的对手,结果败北。他的主题是《阿亚克斯与奥德修斯争夺阿喀琉斯的武器》。落败之后,帕拉修斯极其机智地回答了一位同情他的同伴;因为他说,他自己对失败并不甚在意,但他与忒拉蒙之子感同身受,因为那位英雄为了同样的事物竟遭受了这第二次败北。他还握着一根缠绕着金色螺旋纹饰的手杖,并用金扣系紧拖鞋的皮带。据说他从事技艺劳动时,既不勉强也不痛苦,而是极其欢快而轻松;因为他一边唱歌并低声吟哼,一边试图减轻因专业劳作而产生的疲劳。泰奥弗拉斯托斯记载了这些事。

语法注3 条
  1. 9.7μυρίων μεταβολῶν τὴν πόλιν καὶ αὐτοὺς κατασχουσῶν ἐν πάσαις ὅμοιον τὸ Σωκράτους πρόσωπον καὶ προϊόντος ἐκ τῆς οἰκίας καὶ ἐπανιόντος θεάσασθαι

    该结构作为受 ἔφη 支配的“宾格加不定式”结构(θεάσασθαι 的逻辑主语在语境中为主句主语赞娣佩)。句首 μυρίων μεταβολῶν ... κατασχουσῶν 为独立属格结构。相连的属格分词 καὶ προϊόντος ἐκ τῆς οἰκίας καὶ ἐπανιόντος 修饰前面的属格名词 Σωκράτους,表示苏格拉底在“出家门与回家时”面容皆未改动。

  2. 9.10ἀλλʼ ἔγωγε οὐκ ἂν οὐδὲ ἐς τὰ τοῦ Ἄθω μετῴκησα ἂν ὑπὲρ τοῦ μακροβιώτερος γενέσθαι

    小词 ἄν 在此处重复出现(οὐκ ἂν ... μετῴκησα ἄν)。直陈式过去时(不定过去时)加 ἄν 构成了与事实相反的虚拟条件句归结句形式,此处用于表达坚定的决绝态度,意为即便为了长寿,也绝不会移居到以宜居高爽闻名的阿索斯山。

  3. 9.11δεύτερον τοῦτο

    副词性宾格(作状语修饰分词 ἡττηθέντι),意为“在这件事上落败第二次”。指阿亚克斯在神话中为争夺阿喀琉斯的武器已失败了一次,如今在以此为画题的竞技中再度因画家的失利而“第二次”蒙受败绩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:9.6-9.11