← 克劳狄乌斯·埃利安

杂闻轶事

§9.12-9.16

驱逐伊壁鸠鲁派与关于极度体态的逸事

本段记述了罗马与美塞尼亚对伊壁鸠鲁学派的驱逐、赫拉克利亚僭主狄奥尼修斯的极度肥胖与菲勒塔斯的消瘦奇闻、阿耳戈斯人对荷马的尊崇,以及意大利的早期居民与优越风土。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.12

ὅτι Ῥωμαῖοι Ἀλκαῖον καὶ Φιλίσκον τοὺς Ἐπικουρείους ἐξέβαλον τῆς πόλεως, ὅτι πολλῶν καὶ ἀτόπων ἡδονῶν ἐσηγηταὶ τοῖς νέοις ἐγένοντο. καὶ Μεσσήνιοι δὲ ἐξέωσαν τοὺς Ἐπικουρείους.

罗马人将伊壁鸠鲁学派的阿尔开奥斯和菲利斯科斯逐出城去,因为他们向青年引介了许多反常的享乐。美塞尼亚人也同样驱逐了伊壁鸠鲁学派的人。

§9.13

Διονύσιον τὸν Ἡρακλεώτην, Κλεάρχου τοῦ τυράννου υἱόν, ἀκούω ἐκ τῆς καθʼ ἡμέραν ἀδηφαγίας καὶ τρυφῆς λαθεῖν ἑαυτὸν ὑπερσαρκήσαντα καὶ καταπιανθέντα.1 τὰ ἐπίχειρα γοῦν τοῦ κατὰ τὸ σῶμα μεγέθους καὶ τοῦ περὶ τὰς σάρκας ὄγκου ἐκαρπώσατο δύσπνοιαν. φάρμακον οὖν αὐτῷ τοῦδε τοῦ πάθους συνέταξάν φασιν οἱ ἰατροὶ βελόνας λεπτὰς κατασκευάσαι μηκίστας εἶτα ταύτας διὰ τῶν πλευρῶν καὶ τῆς κοιλίας διωθεῖν, ὅταν ἐς ὕπνον τύχῃ βαθύτερον ἐμπεσών. ἦν δὲ ἄρα τοῦτο ἐπιμελὲς ἐκείνοις δρᾶν, ἔστε ὅλη διὰ τῆς πεπωρωμένης καὶ τρόπον τινὰ ἀλλοτρίας αὐτοῦ σαρκὸς διεῖρπεν ἡ βελόνη· ἀλλʼ ἐκεῖνός γε ἔκειτο λίθου διαφέρων οὐδέν. εἰ δὲ ἀφίκετο τὸ βέλος ἔνθα λοιπὸν ἦν αὐτῷ τὸ σῶμα ἐρρωμένον καὶ ἴδιον, ἀλλʼ οὐκ ἐκ τῆς ἄγαν πιμελῆς ἀλλότριον, τηνικαῦτα καὶ ἐκεῖνος ᾐσθάνετο, καὶ ἠγείρετο ἐκ τοῦ ὕπνου. τοὺς δὲ χρηματισμοὺς ἐποιεῖτο τοῖς βουλομένοις αὐτῷ προσιέναι, κιβωτὸν τοῦ σώματος προβαλλόμενος. οἵ δὲ οὐ κιβωτόν φασιν ἀλλὰ πυργίσκον, ἵνα τὰ μὲν λοιπὰ αὐτοῦ μέρη ἀποκρύπτοιτο, τὸ δὲ πρόσωπον μόνον ὑπερέχων διαλέγοιτο, πονηράν, ὦ θεοί, ταύτην ἐκεῖνος τὴν στολὴν περιαμπεχόμενος, καὶ θηρίου φρουρὰν μᾶλλον ἢ ἀνθρώπου ἐσθῆτα.

我听说赫拉克利亚的狄奥尼修斯,即僭主克利阿耳科斯之子,因日常的暴食和奢侈,在不知不觉中长出过多的赘肉而极度肥胖。无论如何,作为身体庞大和肌肉周围赘肉堆积的代价,他落下了呼吸困难的毛病。因此据说医生们针对这一疾患开出的药方是:制作极细而极长的针,待他碰巧陷入沉睡时,将这些针穿透他的肋部和腹部。对他们而言,应当留心施行此举,直到整根针穿过他那已硬化且在某种程度上已异化之肉体;而他本人躺在那里,与石头毫无分别。但一旦针尖触及他身体尚存生机且属于自身的健全部位,而非因过多脂肪而异化之处时,他才有所察觉,并从睡梦中惊醒。他处理政务接见求见者时,便在身前置一木箱以遮挡身躯。另有人说不是木箱而是小塔,以便隐匿身体的其余部分,仅露出面部进行交谈——诸神啊,他披裹着这副可怜的装束,与其说是人的服饰,毋宁说是野兽的囚笼。

§9.14

Φιλητᾶν λέγουσι τὸν Κῷον λεπτότατον γενέσθαι τὸ σῶμα. ἐπεὶ τοίνυν ἀνατραπῆναι ῥᾴδιος ἦν2 ἐκ πάσης προφάσεως, μολίβδου φασὶ πεποιημένα εἶχεν ἐν τοῖς ὑποδήμασι πέλματα, ἵνα μὴ ἀνατρέπηται ὑπὸ τῶν ἀνέμων, εἴ ποτε σκληροὶ κατέπνεον. εἰ δὲ ἦν οὕτως ἀδύνατος, ὥστε μὴ ἀντέχειν πνεύματι, πῶς οἷός τε ἦν τοσοῦτον φορτίον ἐπάγεσθαι; ἐμὲ μὲν οὖν τὸ λεχθὲν οὐ πείθει· ὃ δὲ ἔγνων ὑπὲρ τοῦ ἀνδρός, τοῦτο εἶπον.

据说科斯岛的菲勒塔斯身形极其消瘦。鉴于他极易因任何风吹草动而被吹倒,据说他在鞋中装有铅制的鞋底,以便在强风吹袭时不致被吹翻。然而,倘若他虚弱到无法抵御一阵风,他又怎能承受如此沉重的负担?因此这番言论并不能令我信服;但我还是讲述了我所了解到的关于此人的事情。

§9.15

ὅτι ποιητικῆς ἁπάσης Ἀργεῖοι τὰ πρῶτα Ὁμήρῳ ἔδωκαν, δευτέρους δὲ αὐτοῦ ἔταττον πάντας. ποιοῦντες δὲ θυσίαν, ἐπὶ ξένια ἐκάλουν τὸν Ἀπόλλωνα καὶ Ὅμηρον. λέγεται δὲ κἀκεῖνο πρὸς τούτοις, ὅτι ἄρα ἀπορῶν ἐκδοῦναι τὴν θυγατέρα, ἔδωκεν αὐτῇ προῖκα ἔχειν τὰ ἔπη τὰ Κύπρια. καὶ ὁμολογεῖ τοῦτο Πίνδαρος.

阿耳戈斯人将全诗歌界的第一桂冠授予荷马,将所有人排在他之后。在举行祭祀时,他们会邀请阿波罗和荷马作为贵宾享用筵席。此外还有这样的说法:荷马因贫困无力为女儿备办嫁妆,便将史诗《塞浦路斯纪》作为嫁妆赠予她持有。品达亦赞同此事。

§9.16

τὴν Ἰταλίαν ᾤκησαν πρῶτοι Αὔσονες αὐτόχθονες. πρεσβύτατον δὲ γενέσθαι Μάρην τινὰ καλούμενον, οὗ τὰ μὲν ἔμπροσθεν λέγουσιν ἀνθρώπῳ ὅμοια, τὰ κατόπισθεν δὲ ἵππῳ· αὐτὸ δὲ τοὔνομα εἰς τὴν Ἑλλάδα φασὶν ἱππομιγὴς δύναται. δοκεῖ δέ μοι πρῶτος ἵππον ἀναβῆναι καὶ ἐμβαλεῖν αὐτῷ χαλινόν, εἶτα ἐκ τούτου διφυὴς πιστευθῆναι. μυθολογοῦσι δὲ αὐτὸν καὶ βιῶναι ἔτη τρία καὶ εἴκοσι καὶ ἑκατόν, καὶ ὅτι τρὶς ἀποθανὼν ἀνεβίω τρίς· ἐμοὶ δὲ οὐ πιστὰ δοκοῦσιν. ὅτι τὴν Ἰταλίαν φασὶν οἰκῆσαι ἔθνη πάμπολλα καὶ ὅσα οὐκ ἄλλην γῆν. τὸ δὲ αἴτιον, διὰ τὴν τῶν ὡρῶν εὐκρασίαν3 καὶ τὴν τῆς χώρας ἀρετὴν καὶ τὸ ἔνυδρον αὐτῆς καὶ τὸ πάμφορον καὶ τὸ εὔβοτον καὶ ὅτι ποταμοῖς ἐστι κατάρρυτος καὶ ὅτι θάλαττα ἀγαθὴ παράκειται αὐτῇ ὅρμοις πανταχόθεν διειλημμένη καὶ καταγωγαῖς ἀφθόνοις καὶ κατάρσεσιν. ἀλλὰ καὶ τὸ τῶν οἰκητόρων ἥμερον καὶ πρᾶον ἐπῆρε πολλοὺς ἐς τὴν μετοίκησιν. καὶ ὅτι πόλεις ᾤκησαν τὴν Ἰταλίαν πάλαι ἑπτὰ καὶ ἐνενήκοντα καὶ ἑκατὸν πρὸς ταῖς χιλίαις.

土著奥索内斯人最早定居于意大利。据说其中最古老者是一个名叫马雷斯的人,其前半身如人,后半身如马;据说这个名字在希腊语中意为“半人半马”。但在我看来,他是第一个骑上马并为其戴上嚼子的人,随后因此被认为具有双重身形。他们还传说他活了一百二十三岁,三次死去又三次复生;但在我看来,这些说法并不可信。据说曾有极多的民族定居于意大利,胜过任何其他土地。其原因在于四季气候宜人,土壤肥沃,水源充足,物产丰茂,牧草丰盛,且河流交错灌溉,四周临接优良的海域,到处分布着港湾、充足的锚地和登岸码头。不仅如此,居民的驯良和温和性格也促使许多人移居于此。据说古时曾有一千一百九十七座城邦坐落于意大利。

语法注3 条
  1. 9.13λαθεῖν ἑαυτὸν ὑπερσαρκήσαντα καὶ καταπιανθέντα

    动词 λανθάνω 与反身代词(ἑαυτόν)及分词(ὑπερσαρκήσαντα, καταπιανθέντα)连用,构成表示“在不知不觉中……/未意识到自身……”的惯用句式。不定式 λαθεῖν 的逻辑主语为狄奥尼修斯。

  2. 9.14ἀνατραπῆναι ῥᾴδιος ἦν

    形容词 ῥᾴδιος 与主语(菲勒塔斯)在语法上一致,并支配被动不定式 ἀνατραπῆναι,构成人称构词法。其含义等同于非人称构词 ῥᾴδιον ἦν αὐτὸν ἀνατραπῆναι(他极易被吹倒)。

  3. 9.16τὸ δὲ αἴτιον, διὰ τὴν τῶν ὡρῶν εὐκρασίαν

    省略句构。在主格名词短语 τὸ δὲ αἴτιον(原因为)之后省略了系动词(如 ἐστί),直接由介词短语 διὰ τὴν... 以及若干并列的 ὅτι 从句承接,充当表语性的原因说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:9.12-9.16