← 克劳狄乌斯·埃利安

杂闻轶事

§9.1-9.5

希厄隆的美德与马其顿人的奢靡轶事

记述叙拉古希厄隆的美德、传递陶罗斯特涅斯捷报的鸽子、亚历山大及其将领的极致奢靡、波吕克拉特斯与诗人阿那克里翁的轶事,以及地米斯托克利阻止希厄隆参加奥运会。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

ἱέρωνά φασι τὸν Συρακόσιον φιλέλληνα γενέσθαι καὶ τιμῆσαι παιδείαν ἀνδρειότατα. καὶ ὡς ἦν προχειρότατος ἐς τὰς εὐεργεσίας λέγουσι· προθυμότερον γὰρ αὐτόν φασι χαρίζεσθαι ἢ τοὺς αἰτοῦντας λαμβάνειν.1 ἦν δὲ καὶ τὴν ψυχὴν ἀνδρειότατος. ἀβασανίστως δὲ καὶ τοῖς ἀδελφοῖς συνεβίωσε τρισὶν οὖσι, πάνυ σφόδρα ἀγαπήσας αὐτοὺς καὶ ὑπʼ αὐτῶν φιληθεὶς ἐν τῷ μέρει. τούτῳ φασὶ καὶ Σιμωνίδης συνεβίωσε καὶ Πίνδαρος, καὶ οὐκ ὤκνησέ γε Σιμωνίδης βαρὺς ὢν ὑπὸ γήρως πρὸς αὐτὸν ἀφικέσθαι· ἦν μὲν γὰρ καὶ φύσει φιλάργυρος ὁ Κεῖος, προύτρεπε δὲ αὐτὸν καὶ πλέον ἡ τοῦ Ἱέρωνος φιλοδωρία φασίν.

据说叙拉古的希厄隆是一位亲希腊者,且极其奋勇地重视文教。人们还说他在施恩方面极其慷慨敏捷;因为据说他乐善好施的热切,甚于求索者接受的热切。他在心灵上也极其勇敢。他与他的三个兄弟毫无争嫌地生活在一起,极其深厚地爱他们,也同样受到他们的爱戴。据说西摩尼德斯与品达洛斯也曾与他共同生活,西摩尼德斯虽已因年迈而行动沉重,却毫不迟疑地前往投奔他;因为这位凯奥斯人本性贪财,而据说希厄隆的慷慨好施更进一步激励了他。

§9.2

ὅτι ἐν Αἰγίνῃ ἐξ Ὀλυμπίας αὐθημερὸν διηγγέλη ἡ νίκη τοῦ Ταυροσθένους τῷ πατρὶ αὐτοῦ ὑπὸ φάσματός φασιν. ἄλλοι δέ φασι περιστερὰν τὸν Ταυροσθένην ἐπαγαγέσθαι ἀπολιποῦσαν τοὺς ἑαυτῆς νεοττοὺς ὑγροὺς ἔτι καὶ ἀπτῆνας, νικήσαντα δὲ ἀφεῖναι τὴν πελειάδα, προσάψαντα πορφύραν αὐτῇ· τὴν δὲ ἐπειγομένην πρὸς τοὺς νεοττοὺς ἀπαυθημερίσαι2 ἐκ Πίσης ἐς Αἴγιναν.

据说在同一天内,陶罗斯特涅斯在奥林匹亚的胜利就由一个幻影向他在埃癸娜的父亲宣告了。但另有人说,陶罗斯特涅斯带来了一只母鸽,它留下的幼雏尚娇嫩且未生羽翼;在他获胜之后,便系上紫布将母鸽放飞;那母鸽急切奔向幼雏,在同一天内便从皮萨飞回了埃癸娜。

§9.3

ὅτι διέθρυπτε τοὺς ἑταίρους Ἀλέξανδρος, τρυφᾶν ἐπιχωρῶν αὐτοῖς, εἴ γε καὶ Ἄγνων χρυσοῦς ἥλους ἐν ταῖς κρηπῖσιν ἐφόρει.3 Κλεῖτος δὲ εἴποτε μέλλοι τισὶ χρηματίζειν, ἐπὶ πορφυρῶν εἱμάτων βαδίζων τοὺς δεομένους προσίετο. Περδίκκᾳ δὲ καὶ Κρατερῷ φιλογυμναστοῦσιν ἠκολούθουν διφθέραι σταδιαῖαι τὸ μέγεθος, ὑφʼ αἷς περιλαμβάνοντες τόπον εὐμεγέθη ἐν ταῖς καταστρατοπεδείαις ἐγυμνάζοντο. εἵπετο δὲ αὐτοῖς καὶ πολλὴ κόνις διʼ ὑποζυγίων ἐς τὰ γυμνάσια λυσιτελὴς οὖσα. Λεοννάτῳ δὲ καὶ Μενελάῳ φιλοθηροῦσιν αὐλαῖαι σταδίων ἑκατὸν ἠκολούθουν. αὐτῷ δὲ Ἀλεξάνδρῳ ἡ μὲν σκηνὴ ἦν κλινῶν ἑκατόν, χρυσοῖ δὲ κίονες πεντήκοντα διειλήφεσαν αὐτὴν καὶ τὸν ὄροφον αὐτῆς ἀνεῖχον, αὐτὸς δὲ ὁ ὄροφος διάχρυσος ἦν καὶ ἐκπεπόνητο ποικίλμασι πολυτελέσι. καὶ πρῶτοι μὲν Πέρσαι πεντακόσιοι οἱ καλούμενοι μηλοφόροι περὶ αὐτὴν ἐντὸς εἱστήκεσαν, πορφυρᾶς καὶ μηλίνας ἠσθημένοι στολάς· ἐπʼ αὐτοῖς δὲ τοξόται χίλιοι, φλόγινα ἐνδεδυκότες καὶ ὑσγινοβαφῆ· πρὸ δὲ τούτων οἱ ἀργυράσπιδες πεντακόσιοι Μακεδόνες. ἐν μέσῃ δὲ τῇ σκηνῇ χρυσοῦς ἐτίθετο δίφρος, καὶ ἐπʼ αὐτῷ καθήμενος Ἀλέξανδρος ἐχρημάτιζε, περιεστώτων αὐτῷ πανταχόθεν τῶν σωματοφυλάκων. περιῄει δὲ τὴν σκηνὴν περίβολος, ἔνθα ἦσαν Μακεδόνες χίλιοι καὶ Πέρσαι μύριοι. καὶ οὐδεὶς ἐτόλμα ῥᾳδίως προσελθεῖν αὐτῷ· πολὺ γὰρ ἦν τὸ ἐξ αὐτοῦ δέος ἀρθέντος ὑπὸ φρονήματος καὶ τύχης ἐς τυραννίδα.

亚历山大放任其同僚奢靡,从而使他们变得骄纵,以至于阿格农甚至在靴子里钉上了金钉。克雷托斯若要在任何时候接见某些人,便踏着紫色的织毯迎纳求见者。佩尔狄卡斯与克拉特罗斯爱好体操,随行携带着长达一斯塔德的皮幔,他们在设营时用这些皮幔围起一片广阔的地方进行锻炼。还有许多适合体育馆使用的沙土由驮兽运送随他们同行。爱好狩猎的莱昂纳托斯与墨涅拉奥斯,则有长达一百斯塔德的猎网跟随。亚历山大本人的帐篷可容纳百张卧榻,有五十根金柱将其隔开并支撑其顶;那顶盖本身覆以黄金,并饰有华丽昂贵的刺绣。首先,五百名被称为‘持苹果者’的波斯人站在帐篷内周,身着紫色与金黄色的袍服;紧接着是一千名弓箭手,穿着火红色与深红染色的外衣;而在这些人之前则是五百名马其顿银盾兵。在帐篷正中放置着一把黄金座椅,亚历山大坐在上面处理政务,侍卫环立四方。帐篷周围环绕着外围护墙,那里有一千名马其顿人和一万名波斯人。谁也不敢轻易接近他;因为因骄狂与命运而被推上专制王位的他,所散发出的威慑极为巨大。

§9.4

Πολυκράτης ὁ Σάμιος ἐν Μούσαις ἦν, καὶ Ἀνακρέοντα ἐτίμα τὸν Τήιον καὶ διὰ σπουδῆς ἦγε, καὶ ἔχαιρεν αὐτῷ καὶ τοῖς ἐκείνου μέλεσιν. οὐκ ἐπαινῶ δὲ αὐτοῦ τὴν τρυφήν. Ἀνακρέων ἐπῄνεσε Σμερδίην θερμότερον τὰ παιδικὰ Πολυκράτους, εἶτα ἥσθη τὸ μειράκιον τῷ ἐπαίνῳ, καὶ τὸν Ἀνακρέοντα ἠσπάζετο σεμνῶς εὖ μάλα, ἐρῶντα τῆς ψυχῆς, ἀλλʼ οὐ τοῦ σώματος. μὴ γάρ τις ἡμῖν διαβαλλέτω πρὸς θεῶν τὸν ποιητὴν τὸν Τήιον, μηδʼ ἀκόλαστον εἶναι λεγέτω. ἐζηλοτύπησε δὲ Πολυκράτης ὅτι τὸν Σμερδίην ἐτίμησε, καὶ ἑώρα τὸν ποιητὴν ὑπὸ τοῦ παιδὸς ἀντιφιλούμενον· καὶ ἀπέκειρε τὸν παῖδα ὁ Πολυκράτης, ἐκεῖνον μὲν αἰσχύνων, οἰόμενος δὲ λυπεῖν Ἀνακρέοντα. ὃ δὲ οὐ προσεποιήσατο αἰτιᾶσθαι τὸν Πολυκράτη4 σωφρόνως καὶ ἐγκρατῶς, μετήγαγε δὲ τὸ ἔγκλημα ἐπὶ τὸ μειράκιον ἐν οἷς ἐπεκάλει τόλμαν αὐτῷ καὶ ἀμαθίαν ὁπλισαμένῳ κατὰ τῶν ἑαυτοῦ τριχῶν. τὸ δὲ ᾆσμα τὸ ἐπὶ τῷ πάθει τῆς κόμης Ἀνακρέων ᾀσάτω· ἐμοῦ γὰρ αὐτὸς ἄμεινον ᾅσεται.

萨摩斯人波吕克拉特斯沉浸于文艺,尊崇并厚待忒奥斯人阿那克里翁,因他及其诗歌而喜悦。然而我并不赞美他的奢靡。阿那克里翁对波吕克拉特斯的宠童斯墨耳狄厄斯盛赞有加,于是这位少年为赞辞而欣喜,十分庄重谦恭地接待爱慕灵魂而非肉体的阿那克里翁。以诸神的名义,谁也不要向我们诽谤这位忒奥斯诗人,也不要说他荒淫无节!但波吕克拉特斯因他赞扬斯墨耳狄厄斯而心生嫉妒,并见诗人受到那男孩的回爱;于是波吕克拉特斯剃掉了那男孩的头发,既羞辱了少年,又意图使阿那克里翁痛苦。然而阿那克里翁克制而明智,毫不显出责难波吕克拉特斯的神态,却将罪责转移到那少年身上,在诗中斥责他竟武装起来反对自己的头发,实属鲁莽无知。至于那首为头发的不幸而作的诗歌,且让阿那克里翁自己去唱吧;因为他自己唱得必定比我更好。

§9.5

Θεμιστοκλῆς Ἱέρωνα ἥκοντα ἐς Ὀλυμπίαν Ὀλυμπίων ἀγομένων ἵππους ἄγοντα εἶρξε τῆς ἀγωνίας εἰπὼν τὸν μὴ μεταλαβόντα τοῦ μεγίστου τῶν κινδύνων τῶν πανηγύρεων μεταλαμβάνειν μὴ δεῖν·5 καὶ ἐπῃνέθη Θεμιστοκλῆς.

地米斯托克利将在奥林匹亚赛会举行时带马来到奥林匹亚的希厄隆逐出比赛,他宣布说,未曾分担最重大危险的人,不应分享全希腊盛会;地米斯托克利因此获得了赞扬。

语法注5 条
  1. 9.1προθυμότερον γὰρ αὐτόν φασι χαρίζεσθαι ἢ τοὺς αἰτοῦντας λαμβάνειν

    比较级副词 προθυμότερον 与 ἤ 呼应,用于比较两个不定式短语 χαρίζεσθαι 与 λαμβάνειν,其逻辑主语分别带有宾格 αὐτόν 和 τοὺς αἰτοῦντας。

  2. 9.2ἀπαυθημερίσαι

    由 ἄλλοι δέ φασι 所支配的间接引语宾格不定式,其宾格主语为指代前文鸽子的分词短语 τὴν δὲ ἐπειγομένην πρὸς τοὺς νεοττούς。该动词意为“在同一天内完成行程”。

  3. 9.3εἴ γε καὶ Ἄγνων χρυσοῦς ἥλους ἐν ταῖς κρηπῖσιν ἐφόρει

    条件小辞 εἴ γε 引出一个确凿的事实,作为对前文论断(亚历山大放任同僚奢靡)的例证与理由说明,意为“鉴于/甚至连……都”。

  4. 9.4ὃ δὲ οὐ προσεποιήσατο αἰτιᾶσθαι τὸν Πολυκράτη

    否定词 οὐ 修饰主动词 προσεποιήσατο 而非不定式 αἰτιᾶσθαι,意为“他并未显出责难波吕克拉特斯的样子(没有故意去谴责他)”。ὃ δὲ 指代诗人阿那克里翁。

  5. 9.5τὸν μὴ μεταλαβόντα τοῦ μεγίστου τῶν κινδύνων τῶν πανηγύρεων μεταλαμβάνειν μὴ δεῖν

    由 εἰπών 引出的间接引语,由非人称动词 δεῖ 的不定式 δεῖν 统辖 μεταλαμβάνειν 构成,其逻辑宾格主语为定冠词分词短语 τὸν μὴ μεταλαβόντα。否定词 μή 的重复使用中,前者否定泛指属性分词,后者否定间接引语中的 δεῖν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:9.1-9.5