← 克劳狄乌斯·埃利安

杂闻轶事

§9.34-9.42

哲人机语君王轶事与殊俗异事

记述了第欧根尼、苏格拉底、安提柯国王与亚历山大大帝的逸话,随后列举了人与动物的荒诞情爱、迦太基配备双舵手的制度、保萨尼亚斯的傲慢与临终悔悟,以及波斯王室的自戮悲剧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.34

Διογένης ἐς Ὀλυμπίαν ἐλθὼν καὶ θεασάμενος ἐν τῇ πανηγύρει Ῥοδιακούς τινας νεανίσκους πολυτελῶς ἠσθημένους, γελάσας ʽτῦφοςʼ ἔφη ʽτοῦτό ἐστιν.ʼ εἶτα περιτυχὼν Λακεδαιμονίοις ἐν ἐξωμίσι φαύλαις καὶ ῥυπώσαις ʽἄλλοςʼ εἶπεν ʽοὗτος τῦφος.ʼ ὁ δὲ Σωκράτης ἰδὼν τὸν Ἀντισθένη τὸ διερρωγὸς τοῦ ἱματίου μέρος ἀεὶ ποιοῦντα φανερὸν, ʽοὐ παύσῃʼ ἔφη ʽἐγκαλλωπιζόμενος ἡμῖν;ʼ ψάλτης Ἀντιγόνῳ ἐπεδείκνυτο. τοῦ δὲ πολλάκις λέγοντος ʽτὴν νήτην ἐπίσφιγξον,ʼ εἶτα πάλιν ʽτὴν μέσην,ʼ ὃ δὲ ἀγανακτήσας ἔφη ʽμὴ γένοιτό σοι οὕτω κακῶς, ὦ βασιλεῦ, ὡς ἐμοῦ ταῦτα ἀκριβοῦν μᾶλλον.ʼ1 Ἀνάξαρχος ὁ ἐπικληθεὶς Εὐδαιμονικὸς κατεγέλα Ἀλεξάνδρου ἑαυτὸν ἐκθεοῦντος. ἐπεὶ δὲ ἐνόσησέ ποτε Ἀλέξανδρος, εἶτα προσέταξεν αὐτῷ ὁ ἰατρὸς ῥόφημα σκευασθῆναι, γελάσας ὁ Ἀνάξαρχος ʽτοῦ μέντοι θεοῦ ἡμῶνʼ εἶπεν ʽἐν τρυβλίῳ αἱ ἐλπίδες κεῖνται.ʼ ὁ μὲν Ἀλέξανδρος ἐς τὴν Ἴλιον ἦλθεν. ἀνασκοποῦντι δὲ αὐτῷ φιλοπόνως τῶν τις Τρώων προσελθὼν τὴν λύραν ἐδείκνυεν Ἀλεξάνδρου. ὃ δὲ ἔφη ʽπροτιμησαίμην ἂν μᾶλλον ἰδεῖν τὴν Ἀχιλλέως.ʼ ὑπέρευγε τοῦτο Ἀλέξανδρος· ἐπόθει γὰρ κτῆμα ἀγαθοῦ στρατιώτου, ᾧ συνῇδεν ἐκεῖνος τὰ τῶν ἀγαθῶν ἀνδρῶν κλέα. τοῦ δὲ Πάριδος τί ἄρα ᾖσεν ἡ λύρα, εἰ μὴ μέλη μοιχικὰ καὶ οἷα αἱρεῖν γυναῖκας καὶ θέλγειν;

第欧根尼来到奥林匹亚,在盛会中看见几位衣着奢华的罗得岛青年,便笑着说:“这是虚荣。”随后碰见穿着粗糙而肮脏短袍的斯巴达人,他又说:“这是另一种虚荣。”苏格拉底看见安提斯泰尼总是故意露出外衣破损的部分,便说:“你难道就不能停止在我们面前炫耀招摇吗?”一位琴师在安提柯面前演奏。当国王屡次吩咐“把最高音弦收紧”,接着又说“把中音弦收紧”时,琴师恼怒地说道:“陛下,愿您的境遇绝不至于恶劣到必须比我更精通这些技艺!”被称为“幸福者”的阿那克萨库斯嘲笑亚历山大将自己奉为神明。有一次亚历山大患病,医生吩咐为他熬制羹汤,阿那克萨库斯笑着说:“然而我们这位神明的希望,原来全寄托在一只小碗里。”亚历山大来到了伊利昂。正当他专注地四处察看时,一个特洛伊人走上前来,向他展示亚历山大(帕里斯)的竖琴。他却说:“我倒宁愿看阿喀琉斯的琴。”亚历山大在此处表现得极好:因为他所渴望的是一位英勇战士的遗物,那位英雄曾用它伴唱勇士们的赫赫战功。至于帕里斯的竖琴,除了奸通的曲调以及诱惑与迷眩女人的调子之外,究竟还能弹奏出什么呢?

§9.39

πῶς δὲ οὐκ ἂν φαίη τις γελοίους ἅμα καὶ παραδόξους τούσδε τοὺς ἔρωτας; τὸν μὲν Ξέρξου, ὅτι πλατάνου ἠράσθη. νεανίσκος δὲ Ἀθήνησι τῶν εὖ γεγονότων πρὸς τῷ πρυτανείῳ ἀνδριάντος ἑστῶτος τῆς Ἀγαθῆς Τύχης θερμότατα ἠράσθη. κατεφίλει γοῦν τὸν ἀνδριάντα περιβάλλων, εἶτα ἐκμανεὶς καὶ οἰστρηθεὶς ὑπὸ τοῦ πόθου, παρελθὼν ἐς τὴν βουλὴν καὶ λιτανεύσας ἕτοιμος ἦν πλείστων χρημάτων τὸ ἄγαλμα πρίασθαι. ἐπεὶ δὲ οὐκ ἔπειθεν, ἀναδήσας πολλαῖς ταινίαις καὶ στεφανώσας τὸ ἄγαλμα καὶ θύσας καὶ κόσμον αὐτῷ περιβαλὼν πολυτελῆ εἶτα ἑαυτὸν ἀπέκτεινε, μυρία προκλαύσας. Γλαύκης δὲ τῆς κιθαρῳδοῦ οἳ μέν φασιν ἐρασθῆναι κύνα, οἳ δὲ κριόν, οἳ δὲ χῆνα. καὶ ἐν Σόλοις δὲ τῆς Κιλικίας παιδὸς Ξενοφῶντος ἠράσθη κύων, ἄλλου δὲ ὡραίου μειρακίου ἐν Σπάρτῃ κολοιός.

又有谁不会说以下这些爱恋既荒唐又违背常理呢?薛西斯之爱,在于他迷恋上了一棵悬铃木。在雅典,一位出身名门的青年狂热地爱上了立在市政厅旁的“善运女神”雕像。他拥抱并热烈亲吻雕像,后来在欲望的催折与激荡下发了狂,来到议事会哀求,准备以巨款买下这座雕像。在未能说服议事会之后,他用无数彩带系挂雕像,为其戴上花冠,献上祭品,给雕像披上昂贵的饰物,随后在一番号啕痛哭后自尽身亡。关于女琴师格劳刻,有人说有一只狗爱上了她,有人说是一只公羊,还有人说是一只鹅。在奇里乞亚的索利,有一只狗爱上了少年色诺芬;而在斯巴达,一只寒鸦爱上了另一位俊美的青年。

§9.40

ὅτι Καρχηδόνιοι δύο κυβερνήτας ἐσῆγον ἐς τὴν ναῦν,2 ἄτοπον λέγοντες εἶναι δύο μὲν πηδάλια ἔχειν, τὸν δὲ λυσιτελέστατον τοῖς ἐμπλέουσι καὶ τὴν ἀρχὴν ἔχοντα τῆς νεὼς ἔρημον εἶναι καὶ μόνον διαδόχου καὶ κοινωνοῦ.

迦太基人在一艘船上配备两名舵手,声称拥有两副舵柄,而对航海者最有用处且掌握船只指挥权的人却孤立无援、缺乏接替者与同伴,这是极不合情理的。

§9.41

ἔν τινί φασι συνδείπνῳ παρῆν Σιμωνίδης ὁ Κεῖος καὶ Παυσανίας ὁ Λακεδαιμόνιος. προσέταξεν οὖν ὁ Παυσανίας τῷ Σιμωνίδῃ σοφόν τι εἰπεῖν, ὃ δὲ γελάσας ὁ Κεῖος ʽμέμνησοʼ εἶπεν ʽἄνθρωπος ὤν.ʼ τοῦτο παραχρῆμα μὲν ἐξεφαύλισε Παυσανίας καὶ παρʼ οὐδὲν ἔθετο, ὑποτυφόμενος ἤδη ἐς τὸν τοῦ μηδίζειν ἔρωτα, καὶ μεγαλοφρονῶν ἐπὶ τῇ πρὸς βασιλέα ξενίᾳ, ἴσως δὲ καὶ ὑπὸ τοῦ οἴνου παραφερόμενος. ἐπεὶ δὲ ἦν πρὸς τῇ Χαλκιοίκῳ, καὶ διεπάλαιε τῷ λιμῷ καὶ ἔμελλεν ἀποθνήσκειν ἀνθρώπων ἀλγεινότατα, ἀλλὰ τηνικαῦτα ἐμνήσθη τοῦ Σιμωνίδου καὶ ἐξεβόησεν ἐς τρὶς ʽὦ ξένε Κεῖε, μέγα τι ἄρα χρῆμα ἦν ὁ λόγος σου, ἐγὼ δὲ ὑπʼ ἀνοίας οὐδὲν αὐτὸν ᾤμην εἶναι.ʼ Ἀρταξέρξου ἀποκτείναντος τὸν πρεσβύτερον υἱὸν Δαρεῖον ἐπιβουλεύοντα, ὁ δεύτερος ἀξιοῦντος τοῦ πατρὸς σπασάμενος τὸν ἀκινάκην ἑαυτὸν πρὸ τῶν βασιλείων ἀπέκτεινεν.

据说,在一次宴席上,凯奥斯的西摩尼得斯与斯巴达的保萨尼亚斯同席。保萨尼亚斯吩咐西摩尼得斯说一句富于智慧的话,这位凯奥斯人笑着说:“记住你只是个凡人。”当时保萨尼亚斯对此嗤之以鼻、不屑一顾,因为他内心早已燃起了通敌附波斯的狂热,正因与波斯王的交情而自命不凡,或许也受了酒精的驱使。但当他在“铜屋”神庙旁、与饥饿搏斗并即将以人间最痛苦的方式死去时,唯有在那时他才想起了西摩尼得斯,高呼了三声:“凯奥斯的宾客啊,你的话原来是如此至理名言,而我因愚昧却曾以为它一文不值!”阿尔塔薛西斯处死了图谋不轨的长子大流士,次子在父亲的命令下拔出波斯弯刀,在王宫前自刎身亡。

语法注2 条
  1. 9.36μὴ γένοιτό σοι οὕτω κακῶς, ὦ βασιλεῦ, ὡς ἐμοῦ ταῦτα ἀκριβοῦν μᾶλλον

    μὴ γένοιτο 为希求语气表示否定的祈愿。随后的 ὡς 与前面的副词 οὕτω 相应,引出伴随不定词 ἀκριβοῦν 的程度或结果从句(“愿您的境遇不至于糟糕到……以至懂得”)。ἐμοῦ 是依附于比较级 μᾶλλον 的比较属格。

  2. 9.40ὅτι Καρχηδόνιοι δύο κυβερνήτας ἐσῆγον ἐς τὴν ναῦν

    句首的 ὅτι 前无起支配作用的言说或记录主动词,属于辑录体或类书文体(如《杂史》)中用于引出各章节论题或条目的程式化惯用句式(相当于“记录称……”、“关于……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:9.34-9.42