- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:10.1-10.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了费勒尼刻观看奥林匹克竞技、欧博塔斯守节的机智举措、动物的新生本能、亚历山大的急行军告捷、伊索寓言中母猪与僭主的类比、著名的极瘦之人、奥伊诺庇得斯与墨顿对大年的推算,以及昔兰尼的亚里士多德对恩惠的见解。
Φερενίκη τὸν υἱὸν ἦγεν ἐς Ὀλύμπια ἀθλεῖν. κωλυόντων δὲ αὐτὴν τῶν Ἑλλανοδικῶν τὸν ἀγῶνα θεάσασθαι, παρελθοῦσα ἐδικαιολογήσατο πατέρα μὲν Ὀλυμπιονίκην ἔχειν καὶ τρεῖς ἀδελφοὺς καὶ αὐτὴ παῖδα Ὀλυμπίων ἀγωνιστήν· καὶ ἐξενίκησε τὸν δῆμον καὶ τὸν εἴργοντα νόμον τῆς θέας τὰς γυναῖκας, καὶ ἐθεάσατο Ὀλύμπια.
费勒尼刻带着儿子前往奥林匹亚参赛。当希腊裁判官们阻止她观看比赛时,她走上前去为自己辩解,说她的父亲是一位奥林匹亚获胜者,三位兄弟也是,而她自己的儿子也是奥林匹亚的参赛者。她战胜了民众以及禁止妇女观赛的法律,观看了奥林匹亚竞技。
Εὐβώταν τὸν Κυρηναῖον ἰδοῦσα Λαῒς ἠράσθη αὐτοῦ θερμότατα, καὶ περὶ γάμου λόγους προσήνεγκεν. ὃ δὲ φοβηθεὶς τὴν ἐξ αὐτῆς ἐπιβουλὴν ὑπέσχετο ταῦτα δράσειν· οὐ μὴν ὡμίλησεν αὐτῇ ὁ Εὐβώτας, σωφρόνως διαβιώσας. ἡ δὲ ὑπόσχεσις αὐτοῦ μετὰ τὴν ἀγωνίαν ἦν. νικήσας οὖν ἵνα μὴ δόξῃ διαφθεῖραι τὰς ὁμολογίας τὰς πρὸς τὴν ἄνθρωπον, εἰκόνα γραψάμενος1 τῆς Λαΐδος ἐς τὴν Κυρήνην ἐκόμισε, λέγων ἄγειν Λαΐδα καὶ μὴ παραβῆναι τὰς συνθήκας. ἀνθʼ ὧν ἡ γυνὴ ἡ νόμῳ γημαμένη αὐτῷ παμμέγιστον ἀνδριάντα ἐν Κυρήνῃ ἀνέστησεν, αὐτὸν ἀμειβομένη τῆς σωφροσύνης.
拉伊斯见到昔兰尼的欧博塔斯,狂热地爱上了他,并提出结婚的要求。他害怕遭到她的暗算,便答应照办;然而欧博塔斯生活克制,并未与她亲近。他的诺言是在比赛之后兑现。获胜之后,为了不显得违背对那个女人的承诺,他让人绘制了一幅拉伊斯的画像带回昔兰尼,称自己已经带回了拉伊斯,并未破坏协定。鉴于此,他依照法律迎娶的妻子在昔兰尼为他树立了一座极其巨大的雕像,以回报他的节制。
τὰ τῶν περδίκων νεόττια ἐπειδὰν τάχιστα τοὺς πόδας ἔξω ποιήσῃ τοῦ λέμματος, ἐντεῦθεν ἤδη δρομικώτατά ἐστι. τὰ δὲ τῶν νηττῶν νεόττια παραχρῆμα ἐξ ὠδίνων νήχεται. καὶ οἱ τῶν λεόντων δὲ σκύμνοι καταγράφουσι τοῖς ὄνυξι τὰς μήτρας τῶν μητέρων πρὸς φῶς ἐπειγόμενοι.
鹧鸪的雏鸟一旦刚将脚伸出蛋壳,立刻就能飞快地奔跑。小鸭子刚一出生就能游泳。而幼狮由于急于奔向光明,甚至用爪子抓伤母狮的子宫。
Ἀλέξανδρος ὁ Φιλίππου τρὶς τετρακόσια στάδια2 ἐφεξῆς μεθʼ ὅπλων ὁδοιπορήσας, συμβαλὼν τοῖς πολεμίοις, πρὶν ἀναπαῦσαι τὸ στρατόπεδον, ἐκράτησε τῶν ἐχθρῶν.
腓力的儿子亚历山大披坚执锐连续行军一千二百斯塔德,在军队尚未休整之前便与敌人交战,击败了敌军。
Φρύγιος οὗτος ὁ λόγος· ἔστι γὰρ Αἰσώπου τοῦ Φρυγός. ὁ δὲ λόγος φησὶ τὴν ὗν ἐὰν αὐτῆς τις ἅψηται, βοᾶν καὶ μάλα γε εἰκότως· οὔτε γὰρ ἔρια ἔχει ὗς οὔτε γάλα οὔτε ἄλλο τι πλὴν τῶν κρεῶν. παραχρῆμα οὖν ὀνειροπολεῖν τὸν θάνατον, εἰδυῖαν ἐς ὅ τι τοῖς χρησομένοις αὐτῇ πέφυκε λυσιτελὴς εἶναι. ἐοίκασι δὲ τῇ ὑὶ τῇ Αἰσώπου οἱ τύραννοι ὑποπτεύοντες καὶ δεδοικότες πάντα· ἴσασι γὰρ ὅτι ὥσπερ οὖν αἱ ὗς ὀφείλουσι καὶ ἐκεῖνοι τὴν ψυχὴν πᾶσιν.
这是一个弗里吉亚的故事,因为它是弗里吉亚人伊索的。故事说,如果有人碰一下母猪,它就会大叫,而且这极为合情合理;因为母猪既没有羊毛也没有奶水,除了肉以外一无所有。因此它立刻就预见到了死亡,深知自己生来对那些要用它的人有何用处。僭主们怀疑并惧怕一切,正如伊索笔下的这头母猪;因为他们知道,就像母猪一样,他们也把性命欠给了所有人。
Ἐκωμῳδοῦντο ἐς λεπτότητα Σαννυρίων ὁ κωμῳδίας ποιητὴς καὶ Μέλητος ὁ τραγῳδίας ποιητὴς καὶ Κινησίας κυκλίων χορῶν καὶ Φιλητᾶς ποιητὴς ἑξαμέτρων. Ἀρχέστρατος δὲ ὁ μάντις ὑπὸ πολεμίων ἁλοὺς καὶ ἐπὶ ζυγὸν ἀναβληθεὶς ὀβολοῦ ὁλκὴν εὑρέθη ἔχων, ὥς φασι. καὶ Πανάρετος δὲ λεπτότατος ἦν· διετέλεσε μέντοι ἄνοσος. λέγουσι δὲ καὶ Ἱππώνακτα τὸν ποιητὴν οὐ μόνον γενέσθαι μικρὸν τὸ σῶμα ἀλλὰ καὶ λεπτόν. ἀλλὰ καὶ Φιλιππίδης, καθʼ οὗ λόγος ἐστὶν Ὑπερίδῃ, λεπτότατος ἦν. ὅθεν καὶ τὸ πάνυ κατισχνῶσθαι τὸ σῶμα πεφιλιππιδῶσθαί φασιν ἔλεγον. μάρτυς Ἄλεξις.
因消瘦而在喜剧中受到嘲弄的有:喜剧诗人桑尼里翁、悲剧诗人墨勒托斯、环舞诗人基内西亚斯,以及六音步诗诗人菲勒塔斯。据说预言家阿尔刻斯特拉托斯被敌人俘虏并置于秤上称量,结果发现他只有一奥博尔的重量。帕纳雷托斯也极为消瘦,然而他终生未曾染病。据说诗人希波纳克斯不仅身材矮小,而且十分瘦弱。还有许珀里得斯曾发表演说反对的腓利庇得斯也极为纤瘦;因此据说人们称身体彻底消瘦为“腓利庇得斯化”。阿勒克西斯就是见证。
Οἰνοπίδης ὁ Χῖος ἀστρολόγος ἀνέθηκεν ἐν Ὀλυμπίοις τὸ χαλκοῦν γραμματεῖον, ἐγγράψας ἐν αὐτῷ τὴν ἀστρολογίαν τῶν ἑνὸς δεόντων ἑξήκοντα ἐτῶν,3 φήσας τὸν μέγαν ἐνιαυτὸν εἶναι τοῦτον. ὅτι Μέτων ὁ Λευκονοιεὺς ἀστρολόγος ἀνέστησε στήλας, καὶ τὰς τοῦ ἡλίου τροπὰς κατεγράψατο, καὶ τὸν μέγαν ἐνιαυτὸν ὡς ἔλεγεν εὗρε, καὶ ἔφατο αὐτὸν ἑνὸς δέοντα εἴκοσιν ἐτῶν.
希俄斯的天文学家奥伊诺庇得斯在奥林匹亚献纳了一块青铜牌,在上面刻下了五十九年的天文学周期,声称这就是“大年”。而莱乌科诺伊昂的天文学家墨顿树立了石碑,记录了太阳的二至点,并发现了他所谓的大年,声称其为十九年。
Ἀριστοτέλης ὁ Κυρηναῖος ἔλεγε μὴ δεῖν εὐεργεσίαν παρά τινος προσίεσθαι· ἢ γὰρ ἀποδιδόναι πειρώμενον πράγματα ἂν ἔχειν4 ἢ μὴ ἀποδιδόντα ἀχάριστον φαίνεσθαι.
昔兰尼的亚里士多德常说,人不应当接受任何人的恩惠;因为要么在试图偿还时自寻烦恼,要么因不偿还而显得忘恩负义。
- 10.2εἰκόνα γραψάμενος
此处中动态分词 γραψάμενος 具有使役/间接中动态的用法,并非指欧博塔斯本人亲自作画,而是指他“让人为自己绘制”了肖像。
- 10.4τρὶς τετρακόσια στάδια
数词副词 τρίς(三次)修饰基数词 τετρακόσια(四百),构成乘法表达,表示 3 × 400 = 1200 斯塔德的距离,在句中作表示空间跨度的宾格(accusative of extent of space)。
- 10.7τῶν ἑνὸς δεόντων ἑξήκοντα ἐτῶν
使用分词 δεόντων(缺少)构成的减法数词短语,字面意为“六十年缺一年”,即59年。后文出现的 ἑνὸς δέοντα εἴκοσιν ἐτῶν(二十年缺一年 = 19年)亦属同类结构。
- 10.8πράγματα ἂν ἔχειν
间接引语中的不定式短语,ἄν 与不定式 ἔχειν 连用,对应于直接引语中表示推测或潜能的希求法(πράγματ' ἂν ἔχοι,“将惹上麻烦”)。
