- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:9.26-9.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记叙了一系列关于古代哲人与名人的简短轶事,包括芝诺对安提柯的机智回应、苏格拉底面对恶作剧与赠礼的从容态度,以及阿那克萨库斯随亚历山大出征时的先见之明等。
Ζήνωνα τὸν Κιτιέα διʼ αἰδοῦς ἄγαν καὶ σπουδῆς ἦγεν Ἀντίγονος ὁ βασιλεύς. καί ποτε οὖν ὑπερπλησθεὶς οἴνου ἐπεκώμασε τῷ Ζήνωνι, καὶ φιλῶν αὐτὸν καὶ περιβάλλων ἅτε ἔξοινος ὢν ἠξίου τι αὐτὸν προστάξαι, ὀμνὺς καὶ νεανιευόμενος σὺν ὅρκῳ μὴ ἀτυχήσειν τῆς αἰτήσεως. ὃ δὲ λέγει αὐτῷ ʽπορευθεὶς ἔμεσον,ʼ σεμνῶς ἅμα καὶ μεγαλοφρόνως τὴν μέθην ἐλέγξας καὶ φεισάμενος αὐτοῦ, μήποτε διαρραγῇ ὑπὸ πλησμονῆς.
安提柯国王对西提姆的芝诺怀有极高的敬意与热忱。有一次,国王饮酒过量,借着酒劲闯入芝诺处狂欢;他满身酒气,又是亲吻又是拥抱,催促芝诺向他提出任何要求,并发誓且带着誓言狂妄夸口,说绝不会让他的请求落空。然而芝诺对他说道:“去吐出来吧”,既庄重又宽宏地斥责了他的沉醉,同时也关照着他,免得他因饱胀过度而破裂。
ἀνδρὶ Λακωνικῷ μὲν χωριτικῷ δὲ ἐπέπληξέ τις πενθοῦντι πάνυ σφόδρα ἐκθύμως. ὃ δὲ ἀπλάστως ἀπεκρίνατο ʽτί πάθω;1ʼ φησίν ʽοὐ γὰρ ἐγὼ αἴτιος τούτου, ἁ φύσις δέ μου ῥεῖ.ʼ ἐπῄνει Σπαρτιάτης τὸ ἔπος Ἡσιόδου τὸ λέγον "οὐδʼ ἂν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη, "ἀκούοντος Διογένους· ὃ δὲ εἶπε ʽκαὶ μὴν Μεσσήνιοι καὶ οἱ βόες αὐτῶν ἀπολώλασι, καὶ ὑμεῖς αὐτῶν ἐστε οἱ γείτονες.
有个斯巴达乡下人极度悲恸地哀悼,有人责备了他。他朴实地回答道:“我能怎么办呢?因为我并非此事的原因,而是我的本性在流淌。”在第欧根尼旁听时,一个斯巴达人称赞赫西俄德的那句诗: “若非邻人恶,耕牛亦不亡。” 第欧根尼便说道:“然而美塞尼亚人和他们的牛都灭亡了,而你们就是他们的邻人。”
τῆς νυκτὸς ἤδη προηκούσης ἐπάνεισί ποτε ἀπὸ δείπνου Σωκράτης. νεανίσκοι γοῦν ἀκόλαστοι προμαθόντες ἐνελόχησαν ἐπανιόντα, δᾷδας ἔχοντες ἡμμένας καὶ Ἐριννύων πρόσωπα. ἔθος δὲ ἦν αὐτοῖς καὶ ἄλλοις προσπαίζειν διὰ τὴν σχολὴν τὴν ἐπὶ τὰ χείρω. οὓς ἰδὼν ὁ Σωκράτης οὐ διεταράχθη, ἀλλʼ ἐπιστὰς ἠρώτα οἷα καὶ τοὺς ἄλλους ἢ ἐν Λυκείῳ ἢ ἐν Ἀκαδημείᾳ. ἑορτῆς οὔσης παρὰ τοῖς Ἀθηναίοις ἐφιλοτιμήσατο Ἀλκιβιάδης δῶρα πολλὰ πέμψαι τῷ Σωκράτει. τῆς οὖν Ξανθίππης καταπλαγείσης καὶ τὸν Σωκράτην λαβεῖν αὐτὰ ἀξιούσης, ὃ δὲ ἔφη ʽἀλλὰ καὶ ἡμεῖς τῇ φιλοτιμίᾳ τῇ τοῦ Ἀλκιβιάδου παραταξώμεθα μὴ λαβεῖν τὰ πεμφθέντα ἀντιφιλοτιμησάμενοι.2ʼ ἐπεὶ δέ τις ἔφη πρὸς αὐτὸν ὅτι μέγα ἐστὶν ὧν ἐπιθυμεῖ τις τούτων τυχεῖν, ὃ δὲ ʽἀλλὰ μεῖζόν ἐστι τὸ μηδὲ ἐπιθυμεῖν τὴν ἀρχήν.3ʼ Ἀνάξαρχος ὅτε σὺν Ἀλεξάνδρῳ ἐστρατεύετο, χειμῶνος ἐπιγενομένου προμαθὼν ὅτι μέλλει ὁ Ἀλέξανδρος ἐν ἀξύλῳ ποιεῖσθαι χωρίῳ τὴν στρατοπεδείαν, ὅσα εἶχε σκεύη, ταῦτα ἐκρίψας, τοῖς σκευοφόροις ἐπέθηκε ξύλα. ἐπεὶ δὲ ἐς τὸν σταθμὸν ἀφίκοντο, καὶ ἐνέδει ξύλων, Ἀλεξάνδρου μὲν αἱ κλῖναι κατεκάοντο, ἵνα ἑαυτὸν ἀλεᾶναι δυνηθῇ· ἐπεὶ δέ τις παρὰ Ἀναξάρχῳ πῦρ εἶναι ἤγγειλεν, ἀφίκετο παρʼ αὐτὸν καὶ ἠλείψατο ἐν τῇ σκηνῇ τοῦ Ἀναξάρχου. καὶ πυθόμενος τὴν προμήθειαν ὑπερεπῄνεσε, καὶ ὧν ἐξέρριψε διπλάσιον4 ἔδωκε ὑπὲρ τῆς τοῦ πυρὸς χρείας.
夜已深沉,苏格拉底有一次赴宴后归来。几个放荡的年轻男子事先得知此事,便埋伏在归途上,手里拿着点燃的火把,戴着复仇女神的面具。他们本就有因无所事事而作恶取闹、捉弄他人的习性。苏格拉底看见他们,毫不慌乱,而是停下脚步,像在吕刻昂或阿卡德米对其他人那样向他们发问。在雅典人过节时,阿尔喀比亚德竭力向苏格拉底赠送了许多礼物。克珊狄珀惊异不已,要求苏格拉底收下,苏格拉底却说:“不过,我们也应当以不接受送来之物来相竞,列阵对抗阿尔喀比亚德的好胜心。”又有人对他说,能得到自己渴望之物是件大事,他却回答:“但从一开始就毫无欲求,则是更伟大的事。”阿那克萨库斯随亚历山大出征时,正值冬季降临,他事先得知亚历山大打算在一个没有柴木的地方扎营,便扔掉了自己所有的行李,将木柴驮在牲口上。等他们到达驻地,木柴短缺,亚历山大不得不焚烧床榻以取暖。有人报告说阿那克萨库斯那里有火,亚历山大便来到他那里,在阿那克萨库斯的帐篷里涂抹香膏。当得知他的先见之明后,亚历山大对他大加赞赏,并为报偿取火之需,将他扔掉之物的两倍赔赠给他。
ἀθλητὴς Κροτωνιάτης Ὀλυμπιονίκης ἀπιὼν πρὸς τοὺς Ἑλλανοδίκας, ἵνα λάβῃ τὸν στέφανον, ἐπίληπτος γενόμενος ἀπέθανε κατενεχθεὶς μετὰ πτώματος.
克罗顿的一位奥林匹亚获胜者运动员,在走向裁判去领取花冠时突发抽搐,轰然倒地身亡。
Φρύνην τὴν ἑταίραν ἐν Δελφοῖς ἀνέστησαν οἱ Ἕλληνες ἐπὶ κίονος εὖ μάλα ὑψηλοῦ. οὐκ ἐρῶ δὲ ἁπλῶς τοὺς Ἕλληνας, ὡς ἂν μὴ δοκοίην διʼ αἰτίας ἄγειν πάντας, οὓς φιλῶ πάντων μάλιστα, ἀλλὰ τοὺς τῶν Ἑλλήνων ἀκρατεστέρους. τὸ δὲ ἄγαλμα χρυσοῦν ἦν. καὶ αἱ Κίμωνος δὲ ἵπποι χαλκαῖ καὶ αὗται Ἀθήνησιν εἰκασμέναι ὅτι μάλιστα ταῖς Κίμωνος ἵπποις εἱστήκεσαν.
希腊人在德尔斐一座极高的柱子上为名妓芙丽涅立了像。我不会简单地说是“希腊人”,免得显得是在责怪我最爱的全体希腊人,而是指希腊人中那些不能自制之徒。那座像是黄金雕成的。此外,客蒙的青铜母马像也立在雅典,雕琢得与客蒙的母马极其逼真。
μειράκιον Ἐρετρικὸν προσεφοίτησε Ζήνωνι πλείονος χρόνου, ἔστʼ ἐς ἄνδρας ἀφίκετο. ὕστερον οὖν ἐς τὴν Ἐρετρίαν ἐπανῆλθε, καὶ αὐτὸν ὁ πατὴρ ἤρετο ὅ τι ἄρα μάθοι σοφὸν ἐν τῇ τοσαύτῃ διατριβῇ τοῦ χρόνου. ὃ δὲ δείξειν ἔφη, καὶ οὐκ ἐς μακρὰν ἔδρασε τοῦτο. χαλεπήναντος γὰρ αὐτῷ τοῦ πατρὸς καὶ τέλος πληγὰς ἐντείναντος, ὃ δὲ τὴν ἡσυχίαν ἀγαγὼν καὶ ἐγκαρτερήσας τοῦτο ἔφη μεμαθηκέναι, φέρειν ὀργὴν πατέρων καὶ μὴ ἀγανακτεῖν.
埃雷特里亚的一个年轻人在芝诺门下求学了相当长的时间,直到长大成人。后来他返回埃雷特里亚,父亲问他在耗费了这么长时间的求学中究竟学到了什么智慧。年轻人说会展示给他看,没过多久他便做到了:原来父亲对他大发雷霆,最后对他拳脚相加,他却保持沉默、坚忍不拔,并说这就是他所学到的——承受父亲的怒火而不怀怨恨。
- 9.26τί πάθω;
第一人称单数不定过去式虚拟语气,用作表示无可奈何的商量性虚拟语气(deliberative subjunctive),字面意为“我该承受什么/我能怎么办?”,表达面对自然情感流露时的身不由己。
- 9.29παραταξώμεθα μὴ λαβεῖν τὰ πεμφθέντα ἀντιφιλοτιμησάμενοι
虚拟语气 παραταξώμεθα 表劝勉(cohortative,“让我们列阵迎战”)。否定词 μή 搭配不定式 λαβεῖν 充当补充成分,具体说明对抗阿尔喀比亚德好胜心的方式(“通过不收受送来之物”)。
- 9.29τὴν ἀρχήν
名词 ἀρχή 的宾格副词性用法(adverbial accusative),与否定词(此处为 μηδέ)连用,构成常见习语,意为“根本”、“从一开始(就完全不)”。
- 9.30ὧν ἐξέρριψε διπλάσιον
关系代词 ὧν 因先行词 τούτων 的省略而被吸引(attraction)至属格(原本应为宾格 ἅ),该属格由表示倍数的形容词 διπλάσιον 所支配,意为“他所扔掉之物的两倍”。
