- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:9.17-9.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节收录了数则历史逸事,包括德摩斯梯尼与地米斯托克利对民众舆论的反应、第欧根尼对辩士的讽刺、阿里斯提波遇风暴时的机智回答、忒拉墨涅斯对幸免于难的预感、哲学家对医学的关注、斯民狄里得斯的极度奢侈以及庇西特拉图劝民务农以防阴谋的举措。
κουφότητα ἔοικε κατηγορεῖν οὗτος ὁ λόγος ὁ λέγων περὶ Δημοσθένους ὅτι ἄρα τύφου αὐτὸν ὑπεπλήρουν καὶ οἱ ὑδροφοροῦντες, εἴ ποτε παριόντος αὐτοῦ ὑπέρ αὐτοῦ τι ψιθυρίσαιεν. ὃς γὰρ καὶ ὑπʼ ἐκείνων ἐκουφίζετο καὶ ἐπαιρόμενος ἦν δῆλος, τίς ἦν, εἴ ποτε ὑπὸ τῆς ἐκκλησίας ἐκροτήθη.1
关于德摩斯梯尼流传的这番话,似乎是在指责他的轻浮虚荣:据说,即便是挑水夫,若在他走过时私下议论他几句,也会让他充满自负。既然他连被这样的人议论都会得意洋洋,显然自我膨胀,那么一旦在公民大会上赢得掌声,他又会成何体统呢?
Θεμιστοκλῆς ὁ Νεοκλέους ἑαυτὸν εἴκαζε ταῖς δρυσί, λέγων ὅτι καὶ ἐκείνας ὑπέρχονται οἱ ἄνθρωποι, καὶ δέονται αὐτῶν, εἰ ὕοι, στέγην τὴν ἐκ τῶν κλάδων ποθοῦντες· ὅταν δὲ οὔσης εὐδίας παρίωσι, τίλλουσιν αὐτὰς καὶ περικλῶσιν. καὶ αὐτὸς οὖν ἔλεγεν ὑπὸ τοῦ δήμου τὰ αὐτὰ πάσχειν. Ὁ δὲ αὐτὸς ἔλεγεν, εἴ μοί τις ὁδοὺς δύο δείξειε, τὴν μὲν ἐς ᾅδου φέρουσαν, τὴν δὲ ἐπὶ τὸ βῆμα, ἥδιον ἂν τὴν ἑτέραν ἦλθον2 τὴν εὐθὺ τοῦ ᾅδου.
尼奥克勒斯之子地米斯托克利曾将自己比作橡树,说人们在下雨时会跑到树下求助,渴望枝桠提供的遮蔽;而在晴朗的日子路过时,却会采摘树叶、折断树枝。因此他说自己从民众那里遭受的也是同样的待遇。同一人还曾说,倘若有人给他指明两条道路,一条通往冥府,另一条通往讲坛,他宁可更乐意走其中那条直通冥府的路。
ἠρίστα ποτὲ Διογένης ἐν καπηλείῳ, εἶτα παριόντα Δημοσθένη ἐκάλει. τοῦ δὲ μὴ ὑπακούσαντος ʽαἰσχύνῃʼ ἔφη, ʽΔημόσθενες, παρελθεῖν ἐς καπηλεῖον; καὶ μὴν ὁ κύριός σου καθʼ ἑκάστην ἡμέραν ἐνθάδε ἔσεισι,ʼ τοὺς δημότας λέγων καὶ τοὺς καθʼ ἕνα· δηλῶν ὅτι οἱ δημηγόροι καὶ οἱ ῥήτορες δοῦλοι τοῦ πλήθους εἰσί.
第欧根尼有一次在小酒馆里吃午饭,见德摩斯梯尼走过便招呼他。德摩斯梯尼没有理睬,他便说:“德摩斯梯尼,你觉得进小酒馆是件丢脸的事吗?然而你的主人每天都会进到这里来。”他指的是普通公民和每一个市井平民,借此表明演说家和辩士不过是大众的奴隶。
πλέων Ἀρίστιππος χειμῶνος ἐπιγενομένου πάνυ σφόδρα ἐταράττετο. ἔφη δέ τις τῶν συμπλεόντων ʽὦ Ἀρίστιππε, καὶ σὺ δέδοικας, ὡς οἱ πολλοί;ʼ ὃ δὲ ʽκαὶ μάλα γε εἰκότως· ὑμῖν μὲν γὰρ περὶ κακοδαίμονός ἐστι βίου ἡ σπουδὴ καὶ ὁ νῦν κίνδυνος, ἐμοὶ δὲ περὶ εὐδαίμονος.ʼ Θηραμένης ἔτυχεν ἐν οἰκίᾳ τινὶ διατρίβων, εἶτα ἐπεὶ προῆλθεν αὐτῆς, παραχρῆμα ἐκείνη κατηνέχθη. οἱ μὲν οὖν Ἀθηναῖοι ἄλλοι ἀλλαχόθεν αὐτῷ περιφύντες συνήδοντο ἐπὶ τῇ σωτηρίᾳ τῇ παραδόξῳ, ὃ δὲ παρὰ τὴν πάντων ἐλπίδα ἀπεκρίνατο ʽὦ Ζεῦ, ἐς τίνα με καιρὸν φυλάττεις;ʼ καὶ μετʼ οὐ πολὺν χρόνον ὑπὸ τῶν τριάκοντα ἀνῃρέθη, πιεῖν κώνειον κατακριθείς.
阿里斯提波乘船出行时突遇风暴,显得极度惊慌。同船的一人说道:“阿里斯提波,连你也像普通大众那样害怕吗?”他回答说:“这完全合情合理。因为对于你们来说,操心和当下的危险不过关乎一条不幸的性命,而对我来说,关乎的却是一条幸福的性命。”忒拉墨涅斯碰巧待在某所房屋里,随后他刚一走出来,那房屋便随即坍塌了。雅典人纷纷从四面八方围拢在他身旁,为他奇迹般地生还而向他道贺;但他却出乎所有人意料地回答道:“宙斯啊,你把我留下来究竟是要面对怎样的关头?”不久之后,他便被三十僭主判处饮鸩处死。
λέγουσι τοὺς Πυθαγορείους πάνυ σφόδρα περὶ τὴν ἰατρικὴν σπουδάσαι τέχνην. καὶ Πλάτων δὲ φροντίδα ἐς αὐτὴν ἔσχε πλείστην καὶ Ἀριστοτέλης ὁ Νικομάχου καὶ ἄλλοι πολλοί.
据说毕达哥拉斯学派的人极度钻研医术。柏拉图对医术也倾注了极大的关切,尼科马科斯之子亚里士多德以及许多其他人亦是如此。
Ἀριστοτέλης ἐνόσει ποτέ. προσέταξε δὲ αὐτῷ ὁ ἰατρὸς πρόσταγμά τι. καὶ ἐκεῖνος ʽμήτε ὡς βοηλάτην μεʼ ἔφη ʽθεράπευε μήτε ὡς σκαπανέα, ἀλλὰ διδάξας πρότερον τὴν αἰτίαν, οὕτως ἕξεις ἕτοιμον πρὸς τὸ πείθεσθαι,ʼ διδάσκων ἐκ τούτων μηδὲν χωρὶς αἰτίας προσφέρειν.
亚里士多德曾经患病。医生向他下达了一道医嘱,他便说:“既不要把我当作赶牛人来治疗,也不要当作挖土工,而是先向我说明缘由,这样你才能让我乐意服从。”他借此教导人们,任何施治都不应当没有根由。
Σμινδυρίδης ὁ Συβαρίτης ἐς τοσοῦτον τρυφῆς ἐξώκειλε ʽκαὶ γάρ τοι Συβαρίταις πᾶσιν ἔργον ἦν τρυφᾶν καὶ τῷ βίῳ διαρρεῖν, ὁ δὲ Σμινδυρίδης καὶ πλέονʼ· φύλλοις ῥόδων γοῦν ἐπαναπεσὼν καὶ κοιμηθεὶς ἐπʼ αὐτῶν ἐξανέστη λέγων φλυκταίνας ἐκ τῆς εὐνῆς ἔχειν. σχολῇ γʼ ἂν οὗτος ἐπὶ χαμεύνης κατεκλίθη3 ἢ στιβάδος ἢ πόας ἐν προσάντει πεφυκυίας ἢ ταύρου δορᾶς, ὡς ὁ Διομήδης, πρεπούσης στρατιώτῃ σκληρῷ καὶ γενναίῳ. "ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο. "
叙巴里斯的斯民狄里得斯陷入了如此极端的奢侈(诚然,所有叙巴里斯人都以奢侈享乐、荒淫度日为务,而斯民狄里得斯尤甚):不管怎样,他躺在玫瑰花瓣上睡了一觉之后,起身时竟然声称床铺让他长出了水泡。此人绝不可能躺在简陋的地铺、草垫、长在陡坡上的杂草,或是像狄俄墨得斯那样躺在适合坚韧高贵的战士的公牛皮之上: “身下铺着的是田野耕牛的毛皮。”
Πεισίστρατος ὅτε τῆς ἀρχῆς ἐγκρατὴς ἐγένετο, μετεπέμπετο τοὺς ἐν ταῖς ἀγοραῖς ἀποσχολάζοντας, καὶ ἐπυνθάνετο τί δή ποτε εἴη τὸ αἴτιον τοῦ ἀλύειν αὐτούς. καὶ ἐπέλεγεν ʽεἰ μέν σοι τέθνηκε ζεῦγος, παρʼ ἐμοῦ λαβὼν ἄπιθι καὶ ἐργάζου· εἰ δὲ ἀπορεῖς σπερμάτων, παρʼ ἐμοῦ σοι γενέσθω,ʼ δεδιὼς μὴ ἡ σχολὴ τούτων ἐπιβουλὴν τέκῃ.
庇西特拉图掌握统治权后,便派人召来那些在广场上游手好闲的人,询问他们究竟因何闲荡。他还补充道:“如果是你的一对耕牛死了,从我这里领走〔一对〕,离开去工作吧;如果是缺少种子,我自会给你。”他这是担心这些人的闲散会孕育出阴谋。
- 9.17ὃς γὰρ καὶ ὑπʼ ἐκείνων ἐκουφίζετο καὶ ἐπαιρόμενος ἦν δῆλος, τίς ἦν, εἴ ποτε ὑπὸ τῆς ἐκκλησίας ἐκροτήθη.
在由关系代名词 ὃς 引出的说明性从句(意为“既然连那样的他……”)之后,紧接着修辞反问句 τίς ἦν...(“他又会成何体统/变成怎样的人呢”)。此处使用直说部过去时(ἦν, ἐκροτήθη)构成针对过去事实的反诘,旨在极力强调德摩斯梯尼受到全公民大会喝彩时膨胀到了何种无可复加的地步。
- 9.18εἴ μοί τις ὁδοὺς δύο δείξειε, τὴν μὲν ἐς ᾅδου φέρουσαν, τὴν δὲ ἐπὶ τὸ βῆμα, ἥδιον ἂν τὴν ἑτέραν ἦλθον
这是一个混合条件句,条件从句采用希求法(εἴ ... δείξειε,表示一种假想或潜在的情况),而结论从句则采用 ἄν 加上不定过去时直说部(ἥδιον ἂν ... ἦλθον,与事实相反的虚拟形式)。这种搭配鲜明地表达了断然的抉择:倘若有人提供这两种选择,他宁可毫不犹豫地踏上通往冥府的道路。
- 9.24σχολῇ γʼ ἂν οὗτος ἐπὶ χαμεύνης κατεκλίθη
副词 σχολῇ(字面意为“从容地”,引申为强烈的否定“断然不、绝不可能”)与语气词 ἄν 及不定过去时直说部 κατεκλίθη 相结合,构成与事实相反的虚拟语气,表达极其强烈的否定推断:“此人断然不可能躺在(如此简陋的卧具上)”。
