- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:8.13-8.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了不苟言笑的哲人们、腓力胜利后的自制、梭伦反抗庇西特拉图的轶事、斯库忒斯对波斯王的忠信、拳手尤梯穆斯的传说以及阿那克萨戈拉所受的追荣。
Ἀναξαγόραν τὸν Κλαζομένιόν φασι μήτε γελῶντά ποτε ὀφθῆναι μήτε μειδιῶντα τὴν ἀρχήν.1 λέγουσι δὲ καὶ Ἀριστόξενον τῷ γέλωτι ἀνὰ κράτος πολέμιον γενέσθαι· Ἡράκλειτόν τε, ὅτι πάντα τὰ ἐν τῷ βίῳ ἔκλαεν.
据说克拉佐墨奈的阿那克萨戈拉从未被人看见笑过,甚至全然不曾微笑。人们还说阿里斯托克塞诺斯对笑亦深恶痛绝;至于赫拉克利特,则说他为生活中的一切而哭泣。
Διογένης ὁ Σινωπεὺς ὅτε λοιπὸν ἐνόσει ἐπὶ θανάτῳ, ἑαυτὸν φέρων μόνον ἔρριψε κατά τινος γεφυρίου πρὸς γυμνασίῳ ὄντος, καὶ προσέταξε τῷ παλαιστροφύλακι, ἐπειδὰν αἴσθηται ἀποπεπνευκότα αὐτόν, ῥῖψαι ἐς τὸν Ἰλισσόν. οὕτως ἄρα ὀλίγον ἔμελε Διογένει καὶ θανάτου καὶ ταφῆς.
锡诺珀的第欧根尼在最终病危临死之际,独自拖着身躯将自己投卧在体操馆旁的一座小桥边,并吩咐摔跤场的看守人,一旦察觉他已断气,就将他扔进伊利索斯河。由此可见,第欧根尼对死亡与安葬竟是如此漠不关心。
ἐν Χαιρωνείᾳ τοὺς Ἀθηναίους ἡνίκα ἐνίκησεν ὁ Φίλιππος, ἐπαρθεὶς τῇ εὐπραγίᾳ, ὅμως λογισμοῦ ἐκράτησε2 καὶ οὐχ ὕβρισε· καὶ διὰ ταῦτα ᾤετο δεῖν αὐτὸν ὑπομιμνήσκεσθαι ὑπό τινος τῶν παίδων ἕωθεν ὅτι ἄνθρωπός ἐστι, καὶ προσέταξε τῷ παιδὶ τοῦτο ἔχειν ἔργον. καὶ οὐ πρότερόν φασιν οὔτε αὐτὸς προῄει, οὔτε τις τῶν δεομένων αὐτοῦ παρʼ αὐτὸν ἐσῄει, πρὶν τοῦτο αὐτῷ τὸν παῖδα ἐκβοῆσαι τρίς.
当腓力在喀罗尼亚击败雅典人时,虽因胜利而振奋,却仍以理智克制自己而未流于骄横。为此,他认为有必要让一名侍童每天清晨提醒他自己只是个凡人,并吩咐该侍童以此为己任。据说,在该侍童向他高呼这句提醒三次之前,不仅他自己绝不出行,那些有求于他的人也一概不得入内谒见。
Σόλων ὁ Ἐξηκεστίδου γέρων ἤδη ὢν ὑπώπτευε Πεισίστρατον τυραννίδι ἐπιθήσεσθαι, ἡνίκα παρῆλθεν ἐς τὴν ἐκκλησίαν τῶν Ἀθηναίων καὶ ᾔτει φρουρὰν ὁ Πεισίστρατος. ὁρῶν δὲ τοὺς Ἀθηναίους τῶν μὲν αὐτοῦ λόγων ῥᾳθύμως ἀκούοντας, προσέχοντας δὲ τῷ Πεισιστράτῳ, ἔφη ὅτι τῶν μέν ἐστι σοφώτερος, τῶν δὲ ἀνδρειότερος. ὁπόσοι μὲν μὴ γινώσκουσιν ὅτι φυλακὴν λαβὼν περὶ τὸ σῶμα τύραννος ἔσται, ἀλλὰ τούτων μέν ἐστι σοφώτερος· ὁπόσοι δὲ γινώσκοντες ὑποσιωπῶσι, τούτων ἀνδρειότερός ἐστιν. ὃ δὲ λαβὼν τὴν δύναμιν τύραννος ἦν. καθεζόμενος δὲ Σόλων πρὸ τῆς οἰκίας, τὴν ἀσπίδα καὶ τὸ δόρυ παραθέμενος ἔλεγεν ὅτι ἐξώπλισται καὶ βοηθεῖ τῇ πατρίδι ᾗ δύναται, στρατηγὸς μὲν διὰ τὴν ἡλικίαν οὐκέτι ὤν, εὔνους δὲ διὰ τὴν γνώμην. ὅμως οὖν Πεισίστρατος, εἴτε αἰδοῖ τῇ πρὸς τὸν ἄνδρα καὶ τὴν σοφίαν αὐτοῦ, εἴτε καὶ μνήμῃ τῶν ἐφʼ ἡλικίας (λέγεται γὰρ αὐτοῦ παιδικὰ γενέσθαι), οὐδέν γε ἔδρασε κακὸν Σόλωνα. ὁ δʼ οὖν Σόλων ὀλίγῳ ὕστερον ὑπέργηρως ὢν τὸν βίον ἐτελεύτησεν, ἐπὶ σοφίᾳ καὶ ἀνδρείᾳ μεγάλην ἀπολιπὼν δόξαν. καὶ ἀνέστησαν αὐτῷ χαλκῆν εἰκόνα ἐν τῇ ἀγορᾷ· ἀλλὰ καὶ ἔθαψαν αὐτὸν δημοσίᾳ παρὰ τὰς πύλας πρὸς τῷ τείχει ἐν δεξιᾷ ἐσιόντων, καὶ περιῳκοδόμητο αὐτῷ ὁ τάφος.
厄克塞刻斯提得斯之子梭伦当时年事已高,当庇西特拉图走入雅典人的公民大会并请求卫队时,梭伦便怀疑他企图谋取僭主之位。见雅典人对自己的话漫不经心地倾听,却一心关注着庇西特拉图,梭伦便说自己比其中一些人更睿智,比另一些人更勇敢:那些不知晓一旦获得贴身卫队他便将成为僭主的人,他比这些人更为睿智;而那些知晓实情却保持沉默的人,他则比这些人更为勇敢。然而庇西特拉图夺取政权并成为了僭主。梭伦坐在自家门前,将盾牌与长矛摆在身旁,称自己已全副武装,正尽其所能援助祖国,虽然因年迈不再担任统帅,在心志上却依然忠诚。然而,庇西特拉图或是出于对这位老人及其智慧的敬意,或是出于对青春岁月的回忆(据说他曾是梭伦的爱童),终究未对梭伦施加任何伤害。不久之后,梭伦以极高的高龄辞世,留下了因智慧和勇敢而获得的崇高声誉。雅典人在阿哥拉广场为他树立了青铜雕像;甚至还在城墙旁边的城门处、即进城者右手边以国葬之礼安葬了他,并为他的陵墓修筑了围墙。
ὅτι Σκύθης ὁ Ἰνυκῖνος ὁ τῶν Ζαγκλαίων μόναρχος ἀνέβη ἐς Ἀσίαν παρὰ βασιλέα Δαρεῖον. καὶ αὐτὸν ἐνόμισε πάντων ἀνδρῶν δικαιότατον εἶναι, ὅσοι ἐκ τῆς Ἑλλάδος παρʼ αὐτὸν ἀνέβησαν, ὅτι παραιτησάμενος βασιλέα ἀφίκετο ἐς Σικελίαν καὶ πάλιν ἐκ Σικελίας παρὰ βασιλέα ὀπίσω. τοῦτο δὲ Δημοκήδης ὁ Κροτωνιάτης οὐκ ἐποίησε, καὶ διὰ τοῦτο Δαρεῖος ὑπὲρ αὐτοῦ φλαύρως ἔλεγεν, ἀπατεῶνα λέγων καὶ ἄνθρωπον κάκιστον. ὁ οὖν Σκύθης ἐν Πέρσαις μέγα ὄλβιος ὢν γήρᾳ κατέστρεψε τὸν βίον.
伊纽孔人斯库忒斯曾是赞克勒的君主,后来前往亚洲投奔大流士国王。大流士认为他是从希腊来到自己面前的所有人中最公道正直的,因为他在请求国王恩准后前往西西里,又从西西里返回国王身边。克罗顿的德谟刻得斯却未曾如此行事,因此大流士对他评价极劣,称他为骗子和最恶劣的家伙。斯库忒斯在波斯人中享尽荣华富贵,寿终正寝。
εὔθυμος ὁ Λοκρὸς τῶν ἐν Ἰταλίᾳ πύκτης ἀγαθὸς ἦν, ῥώμῃ τε σώματος πεπίστευται θαυμασιώτατος γενέσθαι· λίθον γὰρ μεγέθει μέγιστον δεικνύουσι Λοκροί, ὃν ἐκόμισε καὶ ἔθηκε πρὸ τῶν θυρῶν. καὶ τὸν ἐν Τεμέσῃ ἥρωα φόρους πραττόμενον παρὰ τῶν προσοίκων ἔπαυσεν· ἀφικόμενος γὰρ ἐς τὸ ἱερὸν αὐτοῦ, ὅπερ ἄβατον ἦν τοῖς πολλοῖς, διηγωνίσατο πρὸς αὐτόν, καὶ ἠνάγκασεν ὧνπερ ἐσύλησεν ἀποτῖσαι πλείω.3 ἐντεῦθέν τοι καὶ διέρρευσεν ἡ παροιμία ἡ λέγουσα ἐπὶ τῶν ἀλυσιτελῶς τι κερδαινόντων ὅτι αὐτοῖς ἀφίξεται ὁ ἐν Τεμέσῃ ἥρως. λέγουσι δὲ τὸν αὐτὸν Εὔθυμον καταβάντα ἐπὶ τὸν Καικῖνον ποταμὸν ὅς ἐστι πρὸ τῆς τῶν Λοκρῶν πόλεως ἀφανισθῆναι.
意大利的洛克里人尤梯穆斯是一位杰出的拳击手,人们相信他在体力上表现得极为惊人;因为洛克里人展示了一块极其巨大的石头,是他搬来并放置在门前的。他还阻止了特墨萨的英雄幽灵向邻近居民征收贡物;因为他进入了大多数人无法涉足的该幽灵的圣所,与他交战,并强迫他偿还了超出所掠夺之物的赔偿。正因如此,流传开一句针对那些牟取无益之利的人的谚语,称“特墨萨的英雄会找上他们的”。据说这位尤梯穆斯在下到洛克里城前的凯基努斯河后便神秘消失了。
ὅτι τοῦτο ἐπιγέγραπται Ἀναξαγόρᾳ "ἐνθάδʼ ὁ πλεῖστον ἀληθείας ἐπὶ τέρμα περήσας οὐρανίου κόσμου κεῖται Ἀναξαγόρας." ὅτι καὶ βωμὸς αὐτῷ ἵσταται καὶ ἐπιγέγραπται οἳ μὲν Νοῦ οἳ δὲ Ἀληθείας.
阿那克萨戈拉的墓碑上刻着这首铭文: “在此安息的是阿那克萨戈拉,他曾最远地跨越天界宇宙真理的边界。” 人们还为他树立了祭坛,有人说上面题献给“心灵”,有人说题献给“真理”。
- 8.13μήτε μειδιῶντα τὴν ἀρχήν
宾格短语 τὴν ἀρχήν 与否定词连用,作为副词性宾格,意为“全然(不)”或“根本(不)”。
- 8.15ὅμως λογισμοῦ ἐκράτησε
动词 κρατέω 支配属格 λογισμοῦ,在此意为“保持理智”或“克制自控”。
- 8.18ὧνπερ ἐσύλησεν ἀποτῖσαι πλείω
关系代词 ὧνπερ 因先行词(τούτων)的省略而被同化吸引为属格,原本为动词 ἐσύλησεν 的宾格宾语(ἅπερ),整个结构意为“偿还多于其所掠夺之物”。
