- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:8.7-8.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了亚历山大奢华的集体婚礼、克莱奥奈的西蒙对绘画技艺的完善、马其顿王阿耳刻拉奥斯被其爱童弑杀、梭伦的立法改革、自然山川乃至宇宙的衰竭消亡,以及德莫斯梯尼与泰奥弗拉斯托斯在演说中受挫失态的轶事。
Ἀλέξανδρος ὅτε Δαρεῖον εἷλε, γάμους εἱστία καὶ ἑαυτοῦ καὶ τῶν φίλων. ἐνενήκοντα δὲ ἦσαν οἱ γαμοῦντες καὶ ἰσάριθμοι τούτοις οἱ θάλαμοι. ἦν δὲ ὁ ἀνδρὼν ὁ ὑποδεχόμενος καὶ ἑστιῶν αὐτοὺς ἑκατοντάκλινος· καὶ ἑκάστη κλίνη ἀργυρόπους ἦν, ἡ δὲ αὐτοῦ χρυσόπους, καὶ κεκόσμηντο πᾶσαι ἁλουργοῖς καὶ ποικίλοις ἱματίοις ὑφῆς βαρβαρικῆς μέγα τιμίας. συμπαρέλαβε δὲ ἐς τὸ συμπόσιον καὶ τοὺς ἰδιοξένους, καὶ κατέκλινεν ἀντιπροσώπους ἑαυτῷ. ἐν δὲ τῇ αὐλῇ εἱστιῶντο αἵ τε ἄλλαι δυνάμεις, αἱ πεζαὶ καὶ αἱ ναυτικαὶ καὶ οἱ ἱππεῖς καὶ αἱ πρεσβεῖαι δὲ καὶ οἱ παρεπιδημοῦντες Ἕλληνες. καὶ ἐγένετο τὰ δεῖπνα πρὸς σάλπιγγα, τὸ μὲν συγκλητικὸν μέλος ᾀδούσης,1 ὅτε αὐτοὺς ἐχρῆν παριέναι ἐπὶ τὴν δαῖτα, τὸ δὲ ἀνακλητικόν, ὅτε ἐσήμαινεν ἀπαλλάττεσθαι. πέντε δὲ ἡμέρας καθεξῆς τοὺς γάμους ἔθυεν. ἀφίκοντο δὲ καὶ μουσουργοὶ καὶ ὑποκριταί, οἳ μὲν κωμῳδίας οἳ δὲ τραγῳδίας, πάμπολλοι. ἦσαν δὲ καὶ ἐκ τῆς Ἰνδικῆς θαυματοποιοὶ διαπρέποντες, καὶ ἔδοξαν δὲ αὐτοὶ κρατεῖν τῶν ἄλλων τῶν ἀλλαχόθεν.
亚历山大俘获大流士后,为自己及同伴们举行了盛大的婚礼。新郎共有九十人,洞房的数目亦与之相等。接纳并款待他们的宴会厅设有百张睡榻;每张睡榻都是银腿的,唯独亚历山大自己的是金腿的,并且所有的睡榻都用价格高昂的蛮族织造的深红色杂色织物装饰着。他还邀请了自己的私客参加宴会,让他们与自己面对面卧席。而在庭院中,其余的步兵、海军、骑兵部队,以及使节团和客居的希腊人都受到了款待。宴席随着号角声进行:当该是他们赴宴之时,号角吹响召集的曲调;当示意散席时,则吹响撤离的曲调。他连续五天为婚礼举行献祭。还有大批音乐家以及喜剧和悲剧演员前来。此外,从印度来的奇术师技艺出众,人们认为他们胜过了来自其他各地的艺人。
Κίμων ὁ Κλεωναῖος ἐξειργάσατό φασι τὴν τέχνην τὴν γραφικὴν ὑποφυομένην ἔτι καὶ ἀτέχνως ὑπὸ τῶν πρὸ αὐτοῦ καὶ ἀπείρως ἐκτελουμένην καὶ τρόπον τινὰ ἐν σπαργάνοις καὶ γάλαξιν οὖσαν. διὰ ταῦτά τοι καὶ μισθοὺς τῶν πρὸ αὐτοῦ πρῶτος ἔλαβεν ἁδροτέρους.
据说克莱奥奈的西蒙完善了绘画艺术;在他之前,这项技艺尚处于萌芽阶段,被先人以笨拙且缺乏经验的方式施行,仿佛仍处于裹布和吃奶的婴儿时期。正因如此,他也成为第一个获得比前人更丰厚报酬的人。
Ἀρχέλαον τὸν Μακεδόνων τύραννον ʽοὕτω γὰρ καὶ Πλάτων αὐτὸν ὀνομάζει, καὶ οὐ βασιλέαʼ τὰ παιδικὰ αὐτοῦ Κρατεύας ἐρασθεὶς τῆς τυραννίδος οὐδὲν ἧττον ἤπερ ἐκεῖνος τῶν παιδικῶν ἠράσθη, ἀπέκτεινε τὸν ἐραστήν,2 ὡς τύραννός τε καὶ εὐδαίμων ἀνὴρ ἐσόμενος. τρεῖς δὲ ἢ τέτταρας ἡμέρας τὴν τυραννίδα κατασχών, πάλιν αὐτὸς ἐπιβουλευθεὶς ὑφʼ ἑτέρων ἐτελεύτησεν. εἴη δʼ ἂν πρεπωδέστατον ἐπειπεῖν τῷδε τῷ Μακεδονικῷ δράματι τὸ ἔπος ἐκεῖνο "τεύχων ὡς ἑτέρῳ τις ἑῷ κακὸν ἥπατι τεύχει." ὅτι διεψεύσατο αὐτῷ φασιν Ἀρχέλαος τῶν θυγατέρων μίαν δώσειν· ὅτε δὲ ἄλλῳ συνῴκισε τὴν παῖδα, ὑπεραγανακτήσας διέφθειρε τὸν Ἀρχέλαον.
马其顿的僭主阿耳刻拉奥斯——柏拉图正是如此称呼他,而非称之为国王——被他的爱童克拉透阿斯所杀。克拉透阿斯对僭主权势的渴望丝毫不少于阿耳刻拉奥斯对他的爱恋,他以为自己会成为僭主并成为幸福之人,遂杀死了自己的情人。然而在窃据僭主之位仅三四天后,他自己又遭他人暗算而亡。对这出马其顿的戏剧而言,附加上这句著名的诗句或许最为合宜: “企图加害他人者,实则谋害己心。” 又有人说,阿耳刻拉奥斯曾背约,未能将一个女儿许配给他;而当阿耳刻拉奥斯将该女另嫁他人时,克拉透阿斯怒不可遏,遂杀害了阿耳刻拉奥斯。
Σόλωνα αἱρετὸν Ἀθηναῖοι προείλοντο ἄρχειν αὐτοῖς, οὐ γὰρ κληρωτὸν τοῦτον. ἐπεὶ δὲ ᾑρέθη, τά τε ἄλλα ἐκόσμησε τὴν πόλιν, καὶ δὴ καὶ τοὺς νόμους τοὺς νῦν ἔτι φυλαττομένους συνέγραψεν αὐτοῖς. καὶ τότε ἐπαύσαντο Ἀθηναῖοι χρώμενοι τοῖς Δράκοντος· ἐκαλοῦντο δὲ ἐκεῖνοι θεσμοί. μόνους δὲ ἐφύλαξαν τοὺς φονικοὺς αὐτοῦ.
雅典人通过推选推举梭伦来统治他们,因为他并非抽签选出的。当他被选定后,不仅整饬了城邦的其他事务,更是为他们编纂了至今仍被恪守的法律。那时雅典人停止了使用德拉古的法律;那些法律被称为法令。他们唯独保留了他的杀人法。
οὐδὲν ἔτι θαυμάσομεν εἰ ἡ τῶν ἀνθρώπων φύσις θνητὴ οὖσα καὶ ἐφήμερος φθείρεσθαι αὐτοὺς ἀναγκάζει, ὅπου καὶ τοὺς ποταμοὺς ὁρῶμεν ἐπιλείποντας,3 καὶ τῶν ὀρῶν δὲ τὰ ὑψηλότατα ἀκούομεν μειούμενα καὶ ἐκεῖνα. τὴν γοῦν Αἴτνην φασὶν οἱ πλέοντες ἐξ ἐλάττονος ὁρᾶν ἢ προτοῦ ἐβλέπετο· τὸ δὲ αὐτὸ τοῦτο καὶ τὸν Παρνασσὸν παθεῖν καὶ τὸν Ὄλυμπον τὸν Πιερικόν. οἱ δὲ ἔτι μᾶλλον δοκοῦντες τὴν τῶν ὅλων φύσιν κατεσκέφθαι λέγουσι καὶ κόσμον διαφθείρεσθαι αὐτόν.
如果人类的天性既然是终有一死且短促的,从而迫使他们走向毁灭,我们对此便无须再感到惊异;因为我们甚至看到江河干涸,亦听闻连群山中最高的山峰都在缩减。至少航海者们说,他们是在比昔日所见更近的距离看见埃特纳山的;据说帕耳那索斯山和皮厄里亚的奥林匹斯山亦遭受了同样的命运。而那些自以为对万物本性有着更深洞察的人甚至宣称,宇宙本身亦在走向毁灭。
παράδοξόν γε, οὐ γάρ; ἀλλʼ ἀληθές. ἐκπεσόντος Δημοσθένους4 ἐν Μακεδονίᾳ Αἰσχίνης ὁ Ἀτρομήτου ὁ Κοθωκίδης καὶ ἐνευδοκίμει τοῖς Μακεδόσι καὶ πάμπολυ περιῆν τῶν πρέσβεων τῷ φρονήματι. αἰτία δὲ ἦν ἄρα τούτου τῷ Αἰσχίνῃ ἥ τε πρὸς Φίλιππον φιλία καὶ τὰ ἐξ αὐτοῦ δῶρα καὶ ὅτι πράως καὶ ἡδέως ἤκουεν αὐτοῦ ὁ Φίλιππος, μειλιχίῳ τῷ βλέμματι προσβλέπων καὶ ὑποφαίνων τὴν ἐξ αὑτοῦ εὔνοιαν. ἅπερ οὖν πάντα ἐφολκὰ ἦν ἐς τὴν παρρησίαν τῷ Αἰσχίνῃ καὶ τὴν τῶν λόγων εὔροιαν. οὐ μόνος δὲ τοῦτο ἔπαθε Δημοσθένης ἐν Μακεδονίᾳ, καίτοι δεινότατος ὢν εἰπεῖν, ἀλλὰ καὶ Θεόφραστος ὁ Ἐρέσιος. ἐξέπεσε γὰρ καὶ οὗτος ἐπὶ τῆς ἐξ Ἀρείου πάγου βουλῆς λέγων, καὶ ταύτην ἀπολογίαν προεφέρετο, ὅτι κατεπλάγη τὸ ἀξίωμα τοῦ συνεδρίου. πικρότατα οὖν ἀπήντησε καὶ ἑτοιμότατα πρὸς τοῦτον αὐτοῦ τὸν λόγον ὁ Δημοχάρης εἰπὼν ʽὦ Θεόφραστε, Ἀθηναῖοι ἦσαν ἀλλʼ οὐχ οἱ δώδεκα θεοὶ οἱ δικάζοντες.ʼ
真是不可思议,不是吗?但这是事实。当德莫斯梯尼在马其顿演说失利时,科托基代区阿特罗墨托斯之子埃斯基涅斯不仅深受马其顿人的赞赏,而且在气魄上远远凌驾于众使节之上。埃斯基涅斯之所以能做到这一点,原因在于他与腓力的友谊、来自腓力的馈赠,以及腓力温和而欣喜地倾听他,带着亲切的目光注视他并显露出善意。这一切都诱发了埃斯基涅斯的直言不讳和滔滔辩才。尽管极善辞令,遭遇这种窘境的却并非只有在马其顿的德莫斯梯尼一人,埃雷索斯的泰奥弗拉斯托斯亦是如此。泰奥弗拉斯托斯在阿雷奥帕古斯议事会面前发言时亦词穷语塞,并提出这般辩白,称自己被这议会的威严所震慑。于是德摩哈里斯极其尖锐而敏捷地回应他的这番辩词道:“泰奥弗拉斯托斯啊,进行审判的是雅典人,可不是十二神!”
- 8.7πρὸς σάλπιγγα, τὸ μὲν συγκλητικὸν μέλος ᾀδούσης
在介词短语 πρὸς σάλπιγγα(伴着号角声)之后,紧接着出现了阴性单数属格分词 ᾀδούσης。这被视为一种松散关联于前述名词 σάλπιγγα(号角)的独立属格结构,表述号角吹奏出集合旋律的伴随情境。
- 8.9Ἀρχέλαον τὸν Μακεδόνων τύραννον ... ἀπέκτεινε τὸν ἐραστήν
宾格 Ἀρχέλαον τὸν Μακεδόνων τύραννον(马其顿的僭主阿耳刻拉奥斯)被置于句首作为主题前置。在经过长篇插入语和分词短语后,主谓语 ἀπέκτεινε 之后又紧接着复指成分 τὸν ἐραστήν(他的情人),构成了强调性的倒置与话题化结构。
- 8.11ὅπου καὶ τοὺς ποταμοὺς ὁρῶμεν ἐπιλείποντας
此处的 ὅπου 并非单纯表示地点,而是引出理由或事实依据(“既然”、“鉴于”),为前句中“人类终有一死不足为奇”的判断提供现实依据与例证。
- 8.12ἐκπεσόντος Δημοσθένους
动词 ἐκπίπτω 在演说语境中作惯用表达,意为“语塞”、“失利”、“演说失败”。此处构成独立属格,交代了德莫斯梯尼在马其顿演说失败的背景,与后文埃斯基涅斯的从容发挥形成鲜明对比。
