← 克劳狄乌斯·埃利安

杂闻轶事

§8.1-8.6

苏格拉底的神兆、阿提卡习俗及诸国逸事

记述苏格拉底对其神异之兆阻拦作用的说明、希帕耳科斯崇尚文教并优待诗人、阿提卡弑牛节审判刀具的习俗、波利阿耳科斯为爱宠举行奢华公葬、涅琉斯开辟爱奥尼亚诸城,以及古代色雷斯人不识文字的传说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

ἔλεγε δήπου Σωκράτης περὶ τοῦ δαιμονίου τοῦ συνόντος αὐτῷ πρὸς Θεάγην καὶ Δημόδοκον καὶ πρὸς ἄλλους πολλούς. φωνὴν πολλάκις ἔφασκε θείᾳ πομπῇ συγκεκληρωμένην αὐτῷ, ʽἥπερ ὅταν γένηται, ἀεί μοιʼ φησὶ ʽσημαίνει ὃ μέλλω πράττειν τούτου ἀποτροπήν,1 προτρέπει δὲ οὐδέποτε. καὶ αὖ πάλιν ἐάν τίς μοιʼ φησὶ ʽτῶν φίλων ἀνακοινῶται ὑπέρ του, καὶ ἐπιγένηται ἡ φωνὴ ἐκείνη, πάλιν ἀποτρέπει. καὶ ἐμοὶ μὲν αὕτη συμβουλεύει τοῦτο, ἐγὼ δὲ τῷ συμβουλευομένῳ μοι· καὶ οὐκ ἐῶ πράττειν, ἑπόμενος τῇ θείᾳ προρρήσει.ʼ παρείχετο δὲ μάρτυρα Χαρμίδην τὸν Γλαύκωνος· ἀνεκοινώσατο γὰρ αὐτῷ ὅτι μέλλοι ἀσκήσειν στάδιον ἐς Νεμέαν, καὶ εὐθὺς ὑπαρχομένου λέγειν ἡ φωνὴ ἐπεγένετο. καὶ ὁ Σωκράτης τὸν Χαρμίδην διεκώλυεν ἔχεσθαι ὧν εἴχετο, ὃ δʼ οὐκ ἐπείσθη· οὐ μὴν ἐς δέον ἀπήντησεν αὐτῷ ἡ σπουδή.2

想必苏格拉底曾对忒阿格斯、德摩多科斯以及许多其他人谈起常伴他身旁的神异之兆。他屡次声称,凭着神的差遣,有一种声音被配给了他,如他所说:“每当这声音出现,它总是向我示意,阻止我将要做的事,却从未催促我行动。而且,每当我的朋友中有谁为某事与我商议,只要那声音降临,它同样予以阻止。这声音将此劝诫给予我,我便将此劝诫给予向我求教的人;顺从于这神圣的预言,我不允许他们付诸实行。”他引证格劳孔之子喀尔米德为见证人;因为喀尔米德曾向他透露,自己打算为涅墨亚竞技会训练短跑,但他刚一开始诉说,那声音便降临了。苏格拉底遂极力阻止喀尔米德坚持他原先的打算,喀尔米德却没有听从;诚然,他的这番热忱并未给他带来有益的结局。

§8.2

Ἵππαρχος ὁ Πεισιστράτου παῖς πρεσβύτατος ὢν τῶν Πεισιστράτου καὶ σοφώτατος ἦν Ἀθηναίων. οὗτος καὶ τὰ Ὁμήρου ἔπη πρῶτος ἐκόμισεν ἐς τὰς Ἀθήνας, καὶ ἠνάγκασε τοὺς ῥαψῳδοὺς τοῖς Παναθηναίοις αὐτὰ ᾅδειν. καὶ ἐπʼ Ἀνακρέοντα δὲ τὸν Τήιον πεντηκόντορον ἔστειλεν, ἵνα αὐτὸν πορεύσῃ ὡς αὑτόν. Σιμωνίδην δὲ τὸν Κεῖον διὰ σπουδῆς ἄγων ἀεὶ περὶ  αὑτὸν εἶχε, μεγάλοις δώροις ὡς τὸ εἰκὸς πείθων καὶ μισθοῖς· καὶ γὰρ ὡς ἦν φιλοχρήματος ὁ Σιμωνίδης, οὐδεὶς ἀντιφήσει. ἔργον δὲ ἦν ἄρα τούτῳ τῷ Ἱππάρχῳ ἡ περὶ τοὺς πεπαιδευμένους σπουδή. καὶ ἐβούλετο ὑπὸ προσχήματι τῷ ἑαυτοῦ Ἀθηναίους παιδεύεσθαι, καὶ βελτιόνων αὐτῶν ὄντων ἄρχειν ἔσπευδεν· οὐκ ᾤετο γὰρ δεῖν οὐδενὶ φθονεῖν σοφίας, ἅτε ὢν καλὸς καὶ ἀγαθός. λέγει δὲ Πλάτων ταῦτα, εἰ δὴ ὁ Ἵππαρχος Πλάτωνός ἐστι τῷ ὄντι.

庇西特拉图之子希帕耳科斯是庇西特拉图诸子中最年长者,亦是雅典人中最智慧之人。正是他最早将荷马的史诗带到雅典,并责令吟诵诗人在泛雅典娜节上吟唱这些史诗。他还派出一艘五十桨战船前去迎接忒奥斯的阿那克里翁,以便将他接到自己身边。至于刻俄斯的西蒙尼德斯,希帕耳科斯更是礼遇有加,常年将他留在身旁,正如情理所示,用丰厚的礼物与酬金打动了他;因为西蒙尼德斯嗜财如命,无人会对此提出异议。对受过教育之人的热忱,确实正是这位希帕耳科斯的毕生事业。他希望雅典人在自己的提携下受到教化,并渴望在民众变得更为优良之时施行统御;因为他作为一个高尚健全之人,认为不应在智慧上嫉妒任何人。若是《希帕耳科斯篇》确为柏拉图的真作,柏拉图便记载了这些事。

§8.3

ὅτι Ἀττικὸν τοῦτο τὸ ἔθος, ὅταν ὁ βοῦς ἀποσφαγῇ, τῶν μὲν ἄλλων ἀποψηφίζονται, κρίνοντες ἕκαστον ἐν τῷ μέρει φόνου· καταγινώσκουσι δὲ τῆς μαχαίρας,3 καὶ λέγουσι ταύτην ἀποκτεῖναι αὐτόν. καὶ ἐν ᾗ ταῦτα ἡμέρᾳ δρῶσι, Διιπόλια τὴν ἑορτὴν καλοῦσι καὶ Βουφόνια.

雅典有这样一种习俗:每当公牛被宰杀后,人们会依次审判参与杀戮的每个人,却宣告其余之人无罪;他们唯独给那柄宰牲刀定罪,声称是这把刀杀死了公牛。在他们举行这些仪式的那一天,他们称此节日为“宙斯城邦节”和“弑牛节”。

§8.4

πολίαρχόν φασι τὸν Ἀθηναῖον ἐς τοσοῦτον προελθεῖν τρυφῆς, ὥστε καὶ κύνας καὶ ἀλεκτρυόνας ἐκείνους οἷς ἔχαιρεν ἐκκομίζειν ἀποθανόντας δημοσίᾳ. καὶ ἐπὶ τὴν ἐκφορὰν αὐτῶν παρεκάλει τοὺς φίλους, καὶ ἔθαπτεν αὐτοὺς πολυτελῶς, καὶ ἐπιστήματα αὐτοῖς ἀναστήσας ἐπιγράμματα κατʼ αὐτῶν ἐνεκόλαπτεν.

据说雅典人波利阿耳科斯沉溺于奢靡,以至于当他所心爱的狗与公鸡死去时,竟公开为它们举行葬礼。他邀请朋友们参加它们的送葬仪式,将它们极其奢华地安葬,并为它们立起石碑,在上面刻凿墓志铭。

§8.5

ὅτι Νηλεὺς ὁ Κόδρου τῆς βασιλείας ἀμοιρήσας ἀπέλιπε τὰς Ἀθήνας διὰ τὸ τὴν Πυθίαν Μέδοντι τὴν ἀρχὴν περιάψαι ἐς ἀποικίαν στελλόμενος. τῇ Νάξῳ δὲ προσωρμίσθη οὐχ ἑκών, ἀλλʼ ὑπὸ χειμῶνος βιασθείς· ἀπᾶραι δὲ βουλόμενον καταπνέοντες ἐναντίοι ἄνεμοι διεκώλυον. ἀποροῦντι δὲ αὐτῷ ὑπὲρ τῶν ἐνεστώτων, οἱ μάντεις ἔφασαν δεῖν καθαρθῆναι τὸ στρατόπεδον, ὡς συμπλεόντων πολλῶν οὐ καθαρῶν τὰς χεῖρας. προσεποιήσατο δὴ καὶ αὐτὸς ἀποκτεῖναί τινα παῖδα καὶ δεῖσθαι καθαρμοῦ· καὶ αὐτὸς ἀνεχώρησε, καὶ τοὺς ἄλλους ἔπεισε τοὺς συνειδότας ἑαυτοῖς. οὗ γενομένου καὶ γνωσθέντων ἐκείνων αὐτοὺς μὲν ἀπέλιπεν, οἳ δὲ ᾤκισαν τὴν Νάξον. Νηλεὺς δὲ ἐς τὴν Ἰωνίαν ἀφίκετο, καὶ πρῶτον μὲν ᾤκισε Μίλητον, Κᾶρας ἐξελάσας καὶ Μυγδόνας καὶ Λέλεγας καὶ ἄλλους βαρβάρους, ἀφʼ ὧν αἱ δώδεκα πόλεις ἐκλήθησαν ἐν Ἰωνίᾳ. εἰσὶ δὲ αἵδε, Μίλητος Ἔφεσος Ἐρυθραὶ Κλαζομεναὶ Πριήνη Λέβεδος Τέως Κολοφὼν Μυοῦς Φώκαια Σάμος καὶ Χίος. καὶ ἄλλας δὲ πολλὰς ὕστερον ᾤκισε πόλεις ἐν τῇ ἠπείρῳ.

科德罗斯之子涅琉斯因未能分得王位,由于皮提亚将统治权授予墨冬,遂动身率众前往开辟殖民地而离开了雅典。他停靠在纳克索斯岛并非出于自愿,而是受到风暴的逼迫;当他想要起航时,迎面吹来的逆风阻止了他。正当他为眼前的困境感到茫然之际,占卜者们宣称军队必须洗净,因为许多与他同航之人的双手并不洁净。于是他自己也假称杀死了一名男童并需要洗罪;他亲自退出,并说服了其他同样自知有罪的人。当此事发生且那些人被识别出来后,他便将他们遗弃,那些人遂定居于纳克索斯。而涅琉斯则抵达爱奥尼亚,在驱逐了卡里亚人、米格多尼亚人、勒勒吉斯人以及其他异族之后,首先建立了米利都;爱奥尼亚的十二座城邦正是由此得名。它们是:米利都、以弗所、厄律特赖、克拉佐墨奈、普里埃涅、勒伯多斯、忒奥斯、科洛丰、米乌斯、福西亚、萨摩斯和希俄斯。其后他还在大陆上建立了许多其他城邦。

§8.6

τῶν ἀρχαίων φασὶ Θρᾳκῶν μηδένα ἐπίστασθαι γράμματα· ἀλλὰ καὶ ἐνόμιζον αἴσχιστον εἶναι πάντες οἱ τὴν Εὐρώπην οἰκοῦντες βάρβαροι χρῆσθαι γράμμασιν. οἱ δὲ ἐν τῇ Ἀσίᾳ ὡς λόγος ἐχρῶντο αὐτοῖς μᾶλλον. ἔνθεν τοι καὶ τολμῶσι λέγειν μηδὲ τὸν Ὀρφέα σοφὸν γεγονέναι, Θρᾷκα ὄντα, ἀλλʼ ἄλλως τοὺς μύθους αὐτοῦ καταψεύσασθαι. ταῦτα Ἀνδροτίων λέγει, εἴ τῳ πιστὸς ὑπὲρ τῆς ἀγραμματίας καὶ ἀπαιδευσίας Θρᾳκῶν τεκμηριῶσαι.4

据说古代色雷斯人无一人识字;甚至所有居住在欧洲的异族都认为使用文字乃是奇耻大辱。而据传亚洲的异族则更多地使用文字。因此,人们甚至敢于断言,就连奥路菲,既然身为色雷斯人,也并非有智慧之人,而是神话凭空对他编造了谎言。安德罗提翁说了这些话,倘若对某人而言他在证明色雷斯人之不通文墨与缺乏教养方面值得信赖的话。

语法注4 条
  1. 8.1ὃ μέλλω πράττειν τούτου ἀποτροπήν

    属于关系从句前置的预置句式(prolepsis),关系代词从句 ὃ μέλλω πράττειν 位于其所指代的指示代词属格 τούτου 之前。τούτου 作为宾格性属格(或分离属格)受动作名词 ἀποτροπήν(“阻拦/制止”)支配,语序上起到了提前强调预图行动的作用。

  2. 8.1οὐ μὴν ἐς δέον ἀπήντησεν αὐτῷ ἡ σπουδή

    介词短语 ἐς δέον 为固定副词性短语,意为“合宜地/达到预期的良好结果”。与动词 ἀπαντάω(“发生、产生……结局”)连用,构成“他的热忱并未给他带来恰当(有利)的结局”之意。

  3. 8.3καταγινώσκουσι δὲ τῆς μαχαίρας

    动词 καταγινώσκω 通常带被定罪之人的属格以及罪名的宾格,此处将被判罪的工具 τῆς μαχαίρας 置于属格。它与前半句的 τῶν μὲν ἄλλων ἀποψηφίζονται(“宣告其他人无罪”)形成鲜明对比,意为“他们判定那柄刀有罪”。

  4. 8.6εἴ τῳ πιστὸς ὑπὲρ τῆς ἀγραμματίας καὶ ἀπαιδευσίας Θρᾳκῶν τεκμηριῶσαι

    在此条件句中,形容词 πιστός(“值得信任的”)统辖表示关系指向的与格 τῳ(“对某人而言”),后接起说明与限制作用的不定式 τεκμηριῶσαι(“在提供证明/作证方面”)。整句构成限定性的条件结构:“假若有人认为他在证明色雷斯人的文盲与缺乏教养方面是可信的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:8.1-8.6