← 克劳狄乌斯·埃利安

杂闻轶事

§7.10-7.21

哲人与领袖言行及异族风俗

本节记述了多则历史逸事,包括苏格拉底对妻子的答话、对吕珊德等人狡黠格言的驳斥、阿格西劳斯的简朴坚毅、哲学家兼通军政的实例、密提林人剥夺教育的惩处、罗马的奠基、欧多克索斯对僭主的答辞、异族的受刑与殉葬习俗、梭伦收复萨拉米斯之谋、阿基达摩斯对染发使者的斥责,以及恺撒与庞培求教于贤哲之事迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.10

τῇ Ξανθίππῃ δὲ ὁ Σωκράτης, ἐπεὶ οὐκ ἠβούλετο τὸ ἐκείνου ἱμάτιον ἐνδύσασθαι καὶ οὕτως ἐπὶ τὴν θέαν τῆς πομπῆς βαδίζειν, ἔφη ʽὁρᾷς ὡς οὐ θεωρήσουσα θεωρησομένη δὲ μᾶλλον1 βαδίζεις;ʼ Ῥωμαίων δὲ αἱ πολλαὶ γυναῖκες καὶ τὰ ὑποδήματα ταὐτὰ φορεῖν τοῖς ἀνδράσιν εἰθισμέναι εἰσίν.

当克珊提珀不愿穿上苏格拉底的斗篷并以此模样前去观看游行时,苏格拉底说道:“你难道看不出,你前去并非为了观看,而是为了被人观看吗?”罗马的大多数妇女习惯连鞋履也穿与男子相同的。

§7.12

δεῖ τοὺς παῖδας τοῖς ἀστραγάλοις ἐξαπατᾶν, τοὺς δὲ ἄνδρας τοῖς ὅρκοις. οἳ μὲν Λυσάνδρου εἶναι λέγουσι τὸν λόγον, οἳ δὲ Φιλίππου τοῦ Μακεδόνος. ὁποτέρου δʼ ἂν ᾖ, οὐκ ὀρθῶς λέγεται κατά γε τὴν ἐμὴν κρίσιν. καὶ ἴσως οὐ παράδοξον εἰ μὴ τὰ αὐτὰ ἀρέσκει ἐμοὶ καὶ Λυσάνδρῳ· ὃ μὲν γὰρ ἐτυράννει, ἐγὼ δὲ ὡς φρονῶ δῆλον ἐξ ὧν μὴ τὸ λεχθὲν ἀρέσκει με.2

“当以羊拐骨欺骗孩童,当以誓言欺骗成人。”有人说这话出自吕珊德,也有人说出自马其顿的腓力。无论出自何人,至少依我看来,这话讲得并不正当。或许我与吕珊德志趣不合亦不足为奇;因为他行僭主之举,而我的心志则由那句话无法取悦我这一事实中显明出来。

§7.13

Ἀγησίλαος ὁ Λακεδαιμόνιος γέρων ἤδη ὢν ἀνυπόδητος πολλάκις καὶ ἀχίτων προῄει, τὸν τρίβωνα περιβαλλόμενος αὐτόν, καὶ ταῦτα ἑωθινὸς ἐν ὥρᾳ χειμερίῳ. ᾐτιάσατο δέ τις αὐτὸν ὡς νεανικώτερα τῆς ἡλικίας ἐπιχειροῦντα· ὃ δὲ ʽἀλλʼ οἵ γε νέοιʼ φησὶ ʽτῶν πολιτῶν ὥσπερ οὖν πῶλοι πρὸς τὸν τέλειον ἀποβλέπουσιν ἐμέ.

拉刻代蒙人阿格西劳斯虽已年老,却常赤足且不穿内袍出游,仅披裹着那件粗呢斗篷,而且还是在冬日的清晨。有人责怪他所尝试之事就其年龄而言过于年轻气盛,他便说:“不,城邦里的年轻人们正像小马驹仰望成年良马一样,仰望着我。”

§7.14

τί δέ; οὐκ ἦσαν καὶ οἱ φιλόσοφοι τὰ πολέμια ἀγαθοί; ἐμοὶ μὲν δοκοῦσιν, εἴ γε Ἀρχύταν μὲν εἵλοντο ἑξάκις στρατηγὸν Ταραντῖνοι, Μέλισσος δὲ ἐναυάρχησε, Σωκράτης δὲ ἐστρατεύσατο τρίς, Πλάτων δὲ καὶ αὐτὸς ἐς Τάναγραν καὶ ἐς Κόρινθον. τὴν δὲ Ξενοφῶντος στρατείαν καὶ στρατηγίαν πολλοὶ μὲν καὶ ἄλλοι ᾅδουσι καὶ αὐτὸς δὲ ὁμολογεῖ ἐν τοῖς περὶ Κύρου λόγοις. Δίων δὲ ὁ Ἱππαρίνου τὴν Διονυσίου τυραννίδα κατέλυσε. καὶ Ἐπαμεινώνδας βοιωταρχῶν ἐν Λεύκτροις ἐνίκησε Λακεδαιμονίους, καὶ τῶν Θηβαίων καὶ τῶν Ἑλλήνων πρῶτος ἐγένετο. πολλὰ δὲ καὶ Ζήνων ὑπὲρ Ἀθηναίων ἐπολιτεύσατο πρὸς Ἀντίγονον. οὐδὲν γὰρ διοίσει εἴτε τις διὰ γνώμης ὤνησέ τινας εἴτε διʼ ὅπλων.

那么又如何呢?哲学家们岂不亦长于战事吗?依我看来确实如此,既然塔兰托人六次选举阿尔库塔斯为统帅,梅利索斯担任过舰队司令,苏格拉底三次随军出征,柏拉图本人亦曾远征塔纳格拉与科林斯。至于色诺芬的出征与指挥,许多其他人皆加称颂,他自己在论及居鲁士的著作中亦有承认。希帕里诺斯之子狄翁推翻了狄奥尼修斯的僭主统治。埃帕米农达斯在担任波奥提亚长官期间于留克特拉击败拉刻代蒙人,成为忒拜人及全希腊人的第一领袖。芝诺亦代表雅典人与安提柯进行了许多外交斡旋。因为究竟是通过智谋还是通过武器来造福世人,并没有任何区别。

§7.15

ἡνίκα τῆς θαλάττης ἦρξαν Μυτιληναῖοι, τοῖς ἀφισταμένοις τῶν συμμάχων τιμωρίαν ἐκείνην ἐπήρτησαν, γράμματα μὴ μανθάνειν τοὺς παῖδας αὐτῶν μηδὲ μουσικὴν διδάσκεσθαι, πασῶν κολάσεων ἡγησάμενοι βαρυτάτην εἶναι ταύτην, ἐν ἀμουσίᾳ καὶ ἀμαθίᾳ καταβιῶναι.

当密提林人称霸海上时,他们向背叛的盟友施加了那样一种惩罚:其子弟不得学习读写,亦不得受教于音乐;他们认为,在缺乏教养与愚昧无知中度过余生,乃是所有惩罚中最沉重的一种。

§7.16

ὅτι Ῥώμη ὑπὸ Ῥώμου καὶ Ῥωμύλου ἐκτίσθη τῶν Ἄρεος καὶ Σιλουίας παίδων. ἦν δὲ αὕτη μία τῶν Αἰνείου ἀπογόνων.

罗马由阿瑞斯与西尔维娅之子罗穆斯与罗穆卢斯所建。西尔维娅是埃涅阿斯的后裔之一。

§7.17

ὅτε ἐς Σικελίαν ἧκεν Εὔδοξος, χάριν αὐτῷ πολλὴν ὁ Διονύσιος τῆς ἀφίξεως ᾔδει. ὃ δὲ οὐδέν τι πρὸς ταῦτα θωπεύσας οὐδὲ ὑποδραμὼν ʽἀφικόμηνʼ εἶπεν ʽὡσπερανεὶ πρὸς πανδοκέα ἀγαθόν, παρʼ ᾧ κατήγετο Πλάτων,ʼ ὁμολογήσας ὅτι μὴ διʼ ἐκεῖνον ἀλλὰ διὰ τοῦτον ἀφίκετο.

当欧多克索斯抵达西西里时,狄奥尼修斯对其到来深表谢意。欧多克索斯对此既不曲意阿谀,亦不百般奉承,而是说道:“我此番前来,犹如投奔柏拉图曾在其处下榻的一位优良客栈主人,”这表明他并非为了狄奥尼修斯,而是为了柏拉图而来。

§7.18

Αἰγυπτίους φασὶ δεινῶς ἐγκαρτερεῖν ταῖς βασάνοις, καὶ ὅτι θᾶττον τεθνήξεται ἀνὴρ Αἰγύπτιος στρεβλούμενος ἢ τἀληθὲς ὁμολογήσει. παρὰ Ἰνδοῖς δὲ αἱ γυναῖκες τὸ αὐτὸ πῦρ ἀποθανοῦσι τοῖς ἀνδράσιν ὑπομένουσι. φιλοτιμοῦνται δὲ περὶ τούτου αἱ γυναῖκες τοῦ ἀνδρός· καὶ ἡ κλήρῳ λαχοῦσα συγκάεται.

据说埃及人极能耐受严刑拷打,一个在刑架上受拷打的埃及男子宁死亦不愿招认实情。而在印度人中,妇女在丈夫死后则忍受同等的火葬之火。同一个男子的妻妾们为此争竞,而抓阄得中者便与他一同焚化。

§7.19

Σόλων ἐς τὴν ὑπὲρ Σαλαμῖνος μάχην ἐστρατήγησε, καὶ δύο νεῶν Μεγαρίδων κρατήσας μετεβίβασε στρατηγοὺς Ἀττικοὺς ἐς αὐτάς, καὶ τὰ τῶν πολεμίων ὅπλα τοῖς οἰκείοις περιθεὶς καὶ μεθορμισθεὶς διʼ ἀπάτης πολλοὺς τῶν Μεγαρέων κατέκοψεν ἀνόπλους. ἐκράτησε δὲ καὶ τοῖς λόγοις αὐτῶν, οὐ λόγων δεινότητι ἀλλὰ διʼ αὐτῶν τῶν ἐλέγχων τὸ πλέον ἐνεγκάμενος.3 ἀρχαίας γὰρ θήκας ἀνοίξας ἀπέδειξε πάντας Ἀθηναίους πρὸς δύσιν κειμένους κατὰ τὸ πάτριον αὐτοῖς ἔθος, τοὺς δὲ Μεγαρεῖς εἰκῇ καὶ ὡς ἔτυχε τεθαμμένους. ἔκριναν δὲ τὴν δίκην Λακεδαιμόνιοι.

梭伦在争夺萨拉米斯的战役中担任统帅,俘获两艘墨加拉战船后,将阿提卡将领转移至船上,让部下穿戴敌人的武器,并通过伪装驶近,斩杀了许多手无寸铁的墨加拉人。他亦在言论较量中击败了他们,凭借的并非言辞之精巧,而是依靠确凿的证据占据了上风。因为他掘开古墓,证明所有雅典人皆依照祖俗面朝西方而卧,而墨加拉人则是随意乱葬的。拉刻代蒙人对此案作出了裁决。

§7.20

ἀνὴρ ἐς Λακεδαίμονα ἀφίκετο Χῖος, γέρων ἤδη ὤν, τὰ μὲν ἄλλα ἀλαζών, ᾐδεῖτο δὲ ἐπὶ τῷ γήρᾳ, καὶ τὴν τρίχα πολιὰν οὖσαν ἐπειρᾶτο βαφῇ ἀφανίζειν. παρελθὼν οὖν εἶπεν ἐκεῖνα ὑπὲρ ὧν καὶ ἀφίκετο. ἀναστὰς οὖν ὁ Ἀρχίδαμος ʽτί ἂνʼ ἔφη ʽοὗτος ὑγιὲς εἴποι, ὃς οὐ μόνον ἐπὶ τῇ ψυχῇ τὸ ψεῦδος, ἀλλὰ καὶ ἐπὶ τῇ κεφαλῇ περιφέρει;ʼ καὶ ἐξέωσε τὰ ὑπʼ αὐτοῦ λεχθέντα, διαβάλλων τοῦ Χίου τὸν τρόπον ἐξ ὧν ἑωρᾶτο.

一位希俄斯男子来到拉刻代蒙,他虽已老迈,在其他方面又好说大话,却对自己的年老深感羞愧,并试图用染剂遮掩花白的头发。他走上前去,陈述了自己此来的缘由。阿基达摩斯遂起身说道:“这样一个不仅在灵魂上承载虚假,甚至在头颅上亦顶着虚假之人,能说出什么真诚之语呢?”于是拒绝了他所陈述的主张,从目睹之物揭露了那位希俄斯人的品性。

§7.21

οὐκ ἀπηξίου Καῖσαρ ἐπὶ τὰς Ἀρίστωνος θύρας φοιτᾶν, Πομπήιος δὲ ἐπὶ τὰς Κρατίππου. οὐ γὰρ ἐπεὶ μέγα ἐδύναντο ὑπερεφρόνουν τῶν τὰ μέγιστα αὐτοὺς ὀνῆσαι δυναμένων, ἀλλʼ ἐδέοντο αὐτῶν, καίτοι τοσοῦτοι ὄντες τὴν ἀξίωσιν. οὐ γὰρ ἄρχειν, ὡς ἔοικεν, ἀλλὰ καλῶς ἄρχειν ἐβούλοντο.

恺撒并非不屑于频频造访阿里斯顿之门,庞培亦并非不屑于造访克拉提普斯之门。因为他们并未因权柄显赫而轻视那些能给他们带来最大益处的人,反而在享有如此崇高声望之时仍去求教于他们。因为正如情理所示,他们并非仅仅想要施行统治,而是想要妥善地统治。

语法注3 条
  1. 7.10ὡς οὐ θεωρήσουσα θεωρησομένη δὲ μᾶλλον

    连词 ὡς 连用将来时分词 θεωρήσουσα 与 θεωρησομένη,表达主观意图或目的(“并非为了观看,而是为了被人观看”)。句式骨架建立在主动将来时分词(θεωρήσουσα)与作被动义使用的中动态将来时分词(θεωρησομένη)的鲜明对照之上。

  2. 7.12μὴ τὸ λεχθὲν ἀρέσκει με

    动词 ἀρέσκω 通常支配与格,但此处带宾格宾语(με),这是见于阿提卡戏剧与柏拉图等作品、并为阿提卡主义者所效仿的用法。在由 ἐξ ὧν 引导的关系分句中使用否定词 μή,体现了主观判断或特征性的因由语气。

  3. 7.19τὸ πλέον ἐνεγκάμενος

    由中动态分词 ἐνεγκάμενος(φέρω 的不定过去中动态)与中性单数宾格 τὸ πλέον 结合构成的惯用表达(φέρομαι τὸ πλέον),意为“占得优势”、“占据上风”或“获胜”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:7.10-7.21