← 克劳狄乌斯·埃利安

杂闻轶事

§7.1-7.9

塞米拉米斯夺位与奢俭诸逸事

本节记述了塞米拉米斯篡夺亚述王位、斯特拉顿与尼科克勒斯的奢华竞争、阿里斯提波斯的劝慰之辞、庇塔科斯对石磨的赞美、古代英雄的体力劳作、赤身斯基泰人的机智应答、德摩斯梯尼备战演说之勤勉、亚历山大为赫淮斯提翁过度服丧以及福基翁之妻的俭朴生活。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

Σεμίραμιν τὴν Ἀσσυρίαν ἄλλοι μὲν ἄλλως ᾅδουσιν, ὡραιοτάτη δὲ ἐγένετο γυναικῶν, εἰ καὶ ἀφελέστερον ἐχρῆτο τῷ κάλλει. ἀφικομένη δὲ πρὸς τὸν τῶν Ἀσσυρίων βασιλέα κλητὴ κατὰ κλέος τῆς ὥρας, ὃ δὲ ἐντυχὼν τῇ ἀνθρώπῳ ἠράσθη αὐτῆς.1 ἣ δὲ ᾔτησεν ἐκ τοῦ βασιλέως τὴν βασίλειον στολὴν λαβεῖν καὶ πέντε ἡμερῶν τῆς Ἀσίας ἄρξαι, καὶ τὰ ὑπὸ ταύτης προσταττόμενα δρᾶσαι. οὐδὲ τῆς αἰτήσεως ἠτύχησεν. ἐπεὶ δὲ ἐκάθισεν αὐτὴν ὁ βασιλεὺς ἐπὶ τοῦ θρόνου, καὶ ἔγνω διὰ χειρὸς καὶ γνώμης ἔχουσα πάντα, προσέταξε τοῖς δορυφόροις αὐτὸν τὸν βασιλέα κτεῖναι· καὶ οὕτω τὴν τῶν Ἀσσυρίων ἀρχὴν κατέσχε. λέγει δὲ ταῦτα Δείνων.

关于亚述的塞米拉米斯,众人歌咏各有不同,但她成了妇人中最美艳者,尽管她对待自身的美貌颇为朴素。她因风华正茂的名声被召,来到亚述王跟前;王遇见这名女子便爱上了她。于是她向王请求披上王袍,统辖亚洲五日,并要求王遵行她所吩咐的一切。她的请求并未落空。然而,当王让她坐上王位,她察觉一切均在自己掌握与决断之中时,便命令侍卫将王本人诛杀;就这样她夺取了亚述的政权。戴农记述了此事。

§7.2

Στράτων ὁ Σιδώνιος λέγεται τρυφῇ καὶ πολυτελείᾳ ὑπερβαλέσθαι σπεῦσαι ἀνθρώπους πάντας. καὶ Θεόπομπος ὁ Χῖος παραβάλλει αὐτοῦ τὸν βίον τῇ τῶν Φαιάκων διαίτῃ, ἥνπερ καὶ Ὅμηρος κατὰ τὴν ἑαυτοῦ μεγαλόνοιαν ὥσπερ εἴθιστο ἐξετραγῴδησεν. τούτῳ γε μὴν οὐχ εἷς παρῆν ᾠδός, κατᾴδων αὐτοῦ τὸ δεῖπνον καὶ καταθέλγων αὐτόν, ἀλλὰ πολλαὶ μὲν παρῆσαν γυναῖκες μουσουργοὶ καὶ αὐλητρίδες καὶ ἑταῖραι κάλλει διαπρέπουσαι καὶ ὀρχηστρίδες. διεφιλοτιμεῖτο δὲ ἰσχυρῶς καὶ πρὸς Νικοκλέα τὸν Κύπριον, ἐπεὶ καὶ ἐκεῖνος πρὸς αὐτόν. ἦν δὲ ἡ ἅμιλλα ὑπὲρ οὐδενὸς σπουδαίου, ἀλλʼ ὑπὲρ τῶν προειρημένων. καὶ πυνθανόμενοι παρὰ τῶν ἀφικνουμένων τὰ παρʼ ἀλλήλοις, εἶτα ἀντεφιλοτιμοῦντο ἑκάτερος ὑπερβαλέσθαι τὸν ἕτερον. οὐ μὴν ἐς τὸ παντελὲς ἐν τούτοις διεγένοντο· ἀμφότεροι γὰρ βιαίου θανάτου ἔργον ἐγένοντο.

据说西顿的斯特拉顿极力要在奢华与挥霍上超越世间所有人。希俄斯的泰奥彭波斯将他的生活与法埃亚克斯人的生计相媲美,荷马依照自己宏大的构想如其常例般对那种生计作了极尽铺陈的描绘。在他身旁侍奉的确实不仅有一位在进膳时吟唱并令他陶醉的歌者,而且有许多女乐师、吹笛女、容貌出众的交际花以及舞女在场。他与塞浦路斯的尼科克勒斯亦竞争激烈,因后者亦同他争胜。然而这场较量无关任何要事,全在上述诸事之中。他们向来访者探询彼此的情形,随后互相竞争,各自务求压倒对方。然而他们并未能在这种境况中善始善終;因为两人皆死于非命。

§7.3

ὅτι Ἀρίστιππος ἑταίρων αὐτῷ τινων ὀδυρομένων βαρύτατα πολλὰ μὲν καὶ ἄλλα πρὸς αὐτοὺς εἶπε λύπης ἀνασταλτικά, καὶ ταῦτα δὲ ἐν προοιμίοις ʽἀλλʼ ἔγωγε ἥκω παρʼ ὑμᾶς οὐχ ὡς συλλυπούμενος, ἀλλʼ ἵνα παύσω ὑμᾶς λυπουμένους.ʼ ὅτι Πιττακὸς πάνυ σφόδρα ἐπῄνει τὴν μύλην, τὸ ἐγκώμιον αὐτῆς ἐκεῖνο ἐπιλέγων, ὅτι ἐν μικρῷ τόπῳ διαφόρως ἔστι γυμνάσασθαι. ἦν δέ τι ᾆσμα ἐπιμύλιον οὕτω καλούμενον.

当阿里斯提波斯的一些同伴极度悲恸地哀叹时,他对他们说了许多其他劝止悲伤的话,而在开场白中更有如下之语:“但我来到你们身边,并非要同你们一同悲伤,而是为了使你们止住悲伤。”庇塔科斯极度赞美石磨,并附带给予它这句颂词:在狭小的空间内能够极佳地锻炼身体。当时还有一种如此被称作‘磨坊之歌’的歌曲。

§7.5

καὶ Λαέρτης δὲ αὐτουργῶν ὑπὸ τοῦ παιδὸς πεφώραται καὶ φυτὸν ξύων, καίτοι γηράσκων βαθύτατα. ὁμολογεῖ δὲ καὶ Ὀδυσσεὺς αὐτὸς πολλὰ εἰδέναι καὶ τεχνίτης αὐτῶν εἶναι, "δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειεν βροτὸς ἄλλος, πῦρ τʼ εὖ νηῆσαι, διά τε ξύλα δανὰ κεάσσαι." καὶ τὴν σχεδίαν δὲ οὐ δεηθεὶς ναυπηγῶν, ἀλλὰ διʼ ἑαυτοῦ τὴν ταχίστην εἰργάσατο. καὶ Ἀχιλλεὺς δέ, τρίτος ὢν ἀπὸ τοῦ Διός, αὐτὸς διακόπτει τὰ κρέα, δεῖπνον τοῖς παρὰ τῶν Ἀχαιῶν ἀφικομένοις πρέσβεσιν εὐτρεπίσαι σπεύδων.

拉厄耳忒斯虽已年迈至极,亦被其子发现在亲自劳作、修剪树木。奥德修斯本人亦承认自己通晓诸多劳作并堪称能工巧匠: “在操劳技艺上无凡人可与我相竞,不论是妥善堆积柴火,还是劈开干燥的木料。” 而且在建造木筏时,他未求助于造船工,而是以极快的速度独自制成。而阿喀琉斯身为宙斯的第三代后裔,亦亲自切分肉类,急切地为来自阿开奥斯人营地的使节备办晚餐。

§7.6

χιόνος ποτὲ πιπτούσης ἤρετο ὁ βασιλεὺς τῶν Σκυθῶν τινα γυμνὸν διακαρτεροῦντα εἰ ῥιγοῖ. ὃ δὲ αὐτὸν ἀντήρετο εἰ τὸ μέτωπον ῥιγοῖ. τοῦ δὲ οὐ φήσαντος ʽοὐκοῦνʼ εἶπεν ʽοὐδὲ ἐγώ· πᾶς γὰρ μέτωπόν εἰμι.ʼ Δημοσθένης ὁ Δημοσθένους εἰ ἔμελλε τῆς ὑστεραίας ἔσεσθαι ἐκκλησία ἀλλὰ ἐκεῖνός γε2 διὰ τῆς νυκτὸς ἠγρύπνει πάσης, διαφροντίζων δηλονότι καὶ ἐκμανθάνων ταῦτα ἃ ἔμελλεν ἐρεῖν. ὁ τοίνυν Πυθέας ἐκ τούτων ἐμοὶ δοκεῖν ἐπέσκωπτεν ἐς αὐτόν, ἐπιλέγων αὐτοῦ τὰ ἐνθυμήματα ἐλλυχνίων ὄζειν.

昔日大雪纷飞之时,斯基泰王见一人赤身耐寒,便问他是否受冻。那人反问国王额头是否受冻。国王说不冷,那人便道:“那么我亦不冷,因为我全身皆是额头。”德摩斯梯尼之子德摩斯梯尼若次日将举行公民大会,便必定彻夜不眠,显然是在深思并背诵他将要演说的话。因此依我看来,培忒亚斯借此讥讽于他,称他的构思散发着灯芯的气味。

§7.8

ὅτε Ἡφαιστίων ἀπέθανεν, Ἀλέξανδρος ὅπλα αὐτῷ ἐς τὴν πυρὰν ἐνέβαλε, καὶ χρυσὸν καὶ ἄργυρον τῷ νεκρῷ συνέτηξε καὶ ἐσθῆτα τὴν μέγα τιμίαν ἐν Πέρσαις. ἀπέκειρε δὲ καὶ τοὺς πλοκαμοὺς τοὺς ἑαυτοῦ, Ὁμηρικὸν πάθος δρῶν καὶ μιμούμενος τὸν Ἀχιλλέα τὸν ἐκείνου. βιαιότερον δὲ καὶ θερμότερον ἐκείνου ἔδρασεν οὗτος, τὴν τῶν Ἐκβατάνων ἀκρόπολιν περικείρας. μέχρι μὲν οὖν τῆς κόμης τῆς ἑαυτοῦ Ἑλληνικὰ ἐδόκει μοι δρᾶν· ἐπιχειρήσας δὲ τοῖς τείχεσιν, ἀλλʼ ἐνταῦθα ἐπένθει βαρβαρικῶς Ἀλέξανδρος ἤδη, καὶ τὰ κατὰ τὴν στολὴν ἤμειψε, θυμῷ καὶ ἔρωτι ἐπιτρέπων πάντα καὶ δακρύοις. ὅτι Ἡφαιστίων ἐς Ἐκβάτανα ἀπέθανε. διαρρεῖ δὲ λόγος Ἡφαιστίωνι μὲν ταῦτα εὐτρεπισθῆναι νεκρῷ, Ἀλέξανδρον δὲ αὐτοῖς ἀποθανόντα χρήσασθαι· μὴ γὰρ φθάσαι τὸ ἐπὶ τῷ μειρακίῳ τελεσθὲν πένθος, ἐπιλαβεῖν δὲ τὸν τοῦ Ἀλεξάνδρου θάνατον.3

当赫淮斯提翁逝世时,亚历山大将武器投入其火葬堆,将金银以及在波斯人中极为珍贵的服饰与尸身一同焚化熔解。他还剪下了自己的发绺,践行荷马式的哀痛,仿效荷马笔下的阿喀琉斯。但他所行比那英雄更为猛烈而狂热,竟剃去了埃克巴塔那卫城的四周。因此,及至他本人的发饰为止,在我看来他的举动尚合乎希腊风尚;但当他动手毁损城墙时,亚历山大在那一刻已是在以蛮族之俗服丧,并改变了服饰规制,将一切付诸狂怒、深情与泪水。赫淮斯提翁是死于埃克巴塔那的。另有一说流传,称这些器物本是为赫淮斯提翁作为死者而备办的,但亚历山大死后却用于了自身;因为为这位少年举行的丧礼尚未完毕,亚历山大自身的死期便已降临。

§7.9

εἶτα οὐκ ἔστι σωφροσύνη μεγάλη ʽἐμοὶ μὲν δοκεῖʼ, εἴ γε καὶ ἡ Φωκίωνος γυνὴ τὸ Φωκίωνος ἱμάτιον ἐφόρει, καὶ οὐδὲν ἐδεῖτο οὐ κροκωτοῦ οὐ ταραντινιδίου οὐκ ἀναβολῆς οὐκ ἐγκύκλου οὐ κεκρυφάλου οὐ καλύπτρας οὐ βαπτῶν χιτωνίσκων; ἠμπείχετο δὲ πρώτῃ μὲν τῇ σωφροσύνῃ, δευτέροις γε μὲν τοῖς παροῦσιν.

那么,如果福基翁的妻子也穿戴福基翁的斗篷,并且全然不需要藏红花色长袍、塔兰托薄裙、披巾、圆披风、发网、面纱或染色的短袍,难道这不算是大节制吗(依我看来确实如此)?她首先披戴的是节制,其次才是现成的衣着。

语法注3 条
  1. 7.1ἀφικομένη δὲ πρὸς τὸν τῶν Ἀσσυρίων βασιλέα κλητὴ κατὰ κλέος τῆς ὥρας, ὃ δὲ ἐντυχὼν τῇ ἀνθρώπῳ ἠράσθη αὐτῆς.

    句首的阴性单数主格分词 ἀφικομένη(及修饰语 κλητή)原本以塞米拉米斯为主语展开句子,但主动词 ἠράσθη 却引入了 ὃ δὲ(亚述王)作为主语,构成了破格句(anacoluthon)。逻辑上主格分词起到了时间从句的作用,指她到达之后国王与其相遇并爱上了她。

  2. 7.7Δημοσθένης ὁ Δημοσθένους εἰ ἔμελλε τῆς ὑστεραίας ἔσεσθαι ἐκκλησία ἀλλὰ ἐκεῖνός γε

    句首的主格短语 Δημοσθένης ὁ Δημοσθένους 属于置于条件从句(εἰ ἔμελλε...)之前的悬垂主格(nominativus pendens)。在条件从句插毕后,主句借由连词 ἀλλά 与重读指示代词 ἐκεῖνός γε 重新接引并确立了主语。

  3. 7.8μὴ γὰρ φθάσαι τὸ ἐπὶ τῷ μειρακίῳ τελεσθὲν πένθος, ἐπιλαβεῖν δὲ τὸν τοῦ Ἀλεξάνδρου θάνατον.

    承接前文间接引语(διαρρεῖ δὲ λόγος)的统辖,不定词 φθάσαι 与 ἐπιλαβεῖν 并列。否定形式 μὴ φθάσαι 表达“尚未来得及……”,指为赫淮斯提翁举行的哀悼(τὸ πένθος)尚未完结,亚历山大自身的死亡(τὸν θάνατον)便已随之降临(ἐπιλαβεῖν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:7.1-7.9