← 克劳狄乌斯·埃利安

杂闻轶事

§6.9-6.15

德尔斐宝藏、伯里克利之法与僭主的末路

本节记述了德尔斐挖掘财宝的受挫、伯里克利公民权法案带来的家族悲剧、盖隆主动交权、小狄奥尼西奥斯从极盛跌入极衰的悲惨结局、僭主政权难过三代的常规,以及大流士平定并宽宥谋反者的宽厚事迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.9

ἐπεὶ καὶ ἐκ τῶν Ὁμήρου ποιημάτων ἧκεν ἐς Δελφοὺς λέγουσα δόξα παλαιόπλουτον εἶναι τὸ τοῦ Ἀπόλλωνος χωρίον ἐν τοῖς ἔπεσιν ἐκείνοις "οὐδʼ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ, "τοὺς Δελφοὺς ἐπιχειρῆσαι διασκάπτειν λόγος ἔχει1 τὰ περὶ τὴν ἑστίαν καὶ τὸν τρίποδα, γενομένων δὲ σεισμῶν περὶ τὸ μαντεῖον ἀνδρικῶν παύσασθαι σωφρονήσαντας.

当荷马史诗中的诗句——即“亦不及福玻斯·阿波罗这位射手在岩石嶙峋的皮托内,那石门槛之中所收藏的财富”——使阿波罗的圣地自古富庶的声誉传至德尔斐时,据传说,德尔斐人曾企图挖掘祭坛与三脚祭坛周围的地面;但当神谕所周围发生剧烈地震后,他们省悟过来并停止了挖掘。

§6.10

Περικλῆς στρατηγῶν Ἀθηναίοις νόμον ἔγραψεν, ἐὰν μὴ τύχῃ τις ἐξ ἀμφοῖν ὑπάρχων ἀστῶν, τούτῳ μὴ μετεῖναι τῆς πολιτείας. μετῆλθε δὲ ἄρα αὐτὸν ἡ ἐκ τοῦ νόμου νέμεσις. οἱ γὰρ δύο παῖδες, οἵπερ οὖν ἤστην αὐτῷ, Πάραλός τε καὶ Ξάνθιππος, ἀλλὰ οὗτοι μὲν κατὰ τὴν νόσον τὴν δημοσίαν ἀπέθανον, κατελείφθη δὲ ὁ Περικλῆς ἐπὶ τοῖς νόθοις, οἵπερ οὖν οὐ μετέσχον τῆς πολιτείας κατὰ τὸν πατρῷον νόμον.

伯里克利担任雅典人的将军时曾订立一项法律:除非双亲皆为公民,否则任何人不得享有公民权。然而,由这项法律带来的报应终究落到了他自己身上。因为他原有的两个儿子——帕拉罗斯和克珊提波斯——都在那场公共瘟疫中死去,伯里克利只剩下了非婚生的私生子,而依照其父自订的法律,他们无法享有公民权。

§6.11

Γέλων ἐν Ἱμέρᾳ νικήσας Καρχηδονίους, πᾶσαν ὑφʼ ἑαυτὸν τὴν Σικελίαν ἐποιήσατο. εἶτα ἐλθὼν ἐς τὴν ἀγορὰν γυμνὸς ἔφατο ἀποδιδόναι τοῖς πολίταις τὴν ἀρχήν· οἳ δὲ οὐκ ἤθελον, δηλονότι πεπειραμένοι αὐτοῦ δημοτικωτέρου ἢ κατὰ τὴν τῶν μονάρχων ἐξουσίαν. διὰ ταῦτά τοι καὶ ἐν τῷ τῆς Σικελίας Ἥρας νεῷ ἕστηκεν αὐτοῦ εἰκὼν γυμνὸν αὐτὸν δεικνῦσα, καὶ ὡμολόγει τὴν πρᾶξιν τοῦ Γέλωνος τὸ γράμμα.

盖隆在希墨拉击败迦太基人后,将全西西里置于自己统治之下。随后他赤身裸体步入集市广场,声称要将统治权归还给公民们;但公民们却不愿接受,显然是因为他们体会到他的统治远比君主的常态权威更加亲民。正因如此,西西里的赫拉神庙中立有他赤身的塑像,铭文也证实了盖隆的这一行径。

§6.12

Διονύσιος δὲ ὁ δεύτερος τὴν ἀρχὴν εἶχεν εὖ μάλα περιπεφραγμένην τοῦτον τὸν τρόπον. ναῦς μὲν ἐκέκτητο οὐκ ἐλάττους τῶν τετρακοσίων, ἑξήρεις καὶ πεντήρεις· πεζῶν δὲ δύναμιν ἐς δέκα μυριάδας, ἱππεῖς δὲ ἐννεακισχιλίους. ἡ δὲ πόλις τῶν Συρακοσίων λιμέσιν ἐκεκόσμητο μεγίστοις, καὶ τεῖχος αὐτῇ περιεβέβλητο ὑψηλότατον· σκεύη δὲ εἶχεν ἕτοιμα ναυσὶν ἄλλαις πεντακοσίαις, τεθησαύριστο δὲ αὐτῇ καὶ σῖτος ἐς ἑκατὸν μεδίμνων μυριάδας. καὶ ὁπλοθήκη νενησμένη ἀσπίσι καὶ μαχαίραις καὶ δόρασι καὶ κνημῖσι καὶ θώραξι καὶ καταπέλταις· ὁ δὲ καταπέλτης εὕρημα ἦν αὐτοῦ Διονυσίου. εἶχε δὲ καὶ συμμάχους παμπόλλους. καὶ τούτοις ἐπιθαρρῶν ὁ Διονύσιος ἀδάμαντι δεδεμένην ᾤετο τὴν ἀρχὴν κεκτῆσθαι. ἀλλʼ οὗτός γε πρώτους μὲν ἀπέκτεινε τοὺς ἀδελφούς· εἶδε δὲ καὶ τοὺς υἱοὺς βιαίως ἀποσφαγέντας καὶ τὰς θυγατέρας καταισχυνθείσας εἶτα ἀποσφαγείσας γυμνάς. οὐδεὶς δὲ τῶν ἀπʼ αὐτοῦ ταφῆς τῆς νομιζομένης ἔτυχεν· οἳ μὲν γὰρ ζῶντες κατεκαύθησαν, οἳ δὲ κατατμηθέντες ἐς τὸ πέλαγος ἐξερρίφησαν. τοῦτο δὲ ἀπήντησεν αὐτῷ, Δίωνος τοῦ Ἱππαρίνου ἐπιθεμένου τῇ ἀρχῇ. αὐτὸς δὲ ἐν πενίᾳ μυρίᾳ διάγων κατέστρεψε τὸν βίον γηραιός. λέγει δὲ Θεόπομπος ὑπὸ τῆς ἀκρατοποσίας τῆς ἄγαν αὐτὸν διαφθαρῆναι τὰς ὄψεις, ὡς ἀμυδρὸν βλέπειν· ἀποκαθῆσθαι δὲ ἐν τοῖς κουρείοις καὶ γελωτοποιεῖν. καὶ ἐν τῷ μεσαιτάτῳ τῆς Ἑλλάδος ἀσχημονῶν διετέλει, βίον διαντλῶν ἀλγεινότατον. καὶ ἦν δεῖγμα οὐ τὸ τυχὸν τοῖς ἀνθρώποις ἐς σωφροσύνην καὶ τρόπου κόσμον ἡ τοῦ Διονυσίου ἐκ τῶν τηλικούτων ἐς οὕτω ταπεινὰ μεταβολή.

小狄奥尼西奥斯的统治则以如下方式防备得极其坚固:他拥有不少于四百艘的战船,包括六层櫂船和五层櫂船;步兵力量达十万人,骑兵九千人。叙拉古城以极其巨大的港口为装饰,并被极高的城墙环绕;他为另外五百艘战船备齐了装备,城内还储备了多达一百万麦狄姆诺斯的粮食。兵器库中堆满了盾牌、短刀、长矛、胫甲、胸甲和投石机——投石机正是狄奥尼西奥斯本人的发明。他还拥有极多的盟友。狄奥尼西奥斯倚仗这些优势,自以为拥有一份如坚钢铸就般不可动摇的政权。然而正是此人,先是杀害了自己的兄弟,继而又眼睁睁看着自己的儿子们惨遭割喉杀害,女儿们遭受凌辱后被剥光衣物割喉处死。他的后代中无一人获得应有的葬礼;因为有的被活活烧死,有的被剁碎抛入大海。这一切降临于他,是在希帕里诺斯之子狄翁袭击其政权之时。狄奥尼西奥斯本人在赤贫中度日,终老一生。泰奥彭波斯说,由于过度饮用纯酒,他的视力受损,以致视物模糊;他常蹲坐于理发店中插科打诨。他在希腊的最中心地带终日举止不雅,捱过了极其痛苦的余生。狄奥尼西奥斯从如此显赫跌落至如此卑微的境地,对于世人追求节制与言行体统而言,乃是一桩非同寻常的明证。

§6.13

καλῶς τὸ δαιμόνιον ἐπὶ τριγονίαν τυραννίδας μὴ ἄγον,2 ἀλλὰ ἢ παραχρῆμα ἐκτρῖβον τοὺς τυράννους πίτυος δίκην ἢ παίδων στερίσκον. μνημονεύονται δὲ ὑφʼ Ἑλλήνων ἐξ αἰῶνος καὶ ἐς ἐγγόνους διαρκέσαι αἵδε, ἥ τε Ἱέρωνος ἐν Σικελίᾳ καὶ ἡ τῶν Λευκωνιδῶν περὶ Βόσπορον καὶ ἡ τῶν Κυψελιδῶν ἐν Κορίνθῳ.

神明不使僭主统治延续至第三代,而是如砍伐松树一般立即将僭主铲除,或是剥夺其子嗣,此举殊为妥善。自古以来为希腊人所记载能够延续至孙辈的,仅有这几个〔僭主统治〕:西西里希厄隆的、博斯普鲁斯一带莱乌孔家族的,以及科林斯库普塞罗斯家族的。

§6.14

ἡμερώτατον δὲ Δαρείου τοῦτο τὸ ἔργον ἀκούω τοῦ παιδὸς τοῦ Ὑστάσπου. Ἀρίβαζος ὁ Ὑρκανὸς ἐπεβούλευσεν αὐτῷ μετὰ καὶ ἄλλων ἀνδρῶν οὐκ ἀφανῶν ἐν Πέρσαις· ἦν δὲ ἡ ἐπιβουλὴ ἐν κυνηγεσίῳ. ἅπερ προμαθὼν ὁ Δαρεῖος οὐκ ἔπτηξεν, ἀλλὰ προστάξας αὐτοῖς λαβεῖν τὰ ὅπλα καὶ τοὺς ἵππους, ἐκέλευσεν αὐτοὺς διατείνασθαι τὰ παλτά, καὶ δριμὺ ἐνιδὼν ʽτί οὖν οὐ δρᾶτε τοῦτοʼ εἶπεν ʽἐφʼ ὃ καὶ ὡρμήσατε;ʼ οἳ δὲ ἰδόντες ἄτρεπτον ἀνδρὸς βλέμμα ἀνεστάλησαν τὴν ὁρμήν.3 τὸ δέος δὲ αὐτοὺς κατέσχεν οὕτως, ὡς καὶ ἐκβαλεῖν τὰς αἰχμὰς καὶ ἀφάλασθαι τῶν ἵππων καὶ προσκυνῆσαι Δαρεῖον καὶ ἑαυτοὺς παραδοῦναι ὅ τι καὶ βούλοιτο πράττειν. ὃ δὲ διέστησεν ἄλλους ἄλλῃ, καὶ τοὺς μὲν ἐπὶ τὰ τῆς Ἰνδικῆς ὅρια ἀπέπεμψε, τοὺς δὲ ἐπὶ τὰ Σκυθικά. καὶ ἐκεῖνοι ἔμειναν αὐτῷ πιστοί, διὰ μνήμης ἔχοντες τὴν εὐεργεσίαν.

据我所闻,叙斯塔斯佩斯之子大流士的这一举动最为温和宽厚。吉尔卡尼亚人阿里巴佐斯与其他在波斯人中显赫之士一同谋害他;刺杀预定在围猎时进行。大流士预先获悉此事后毫不畏缩,命令他们执起武器、备好坐骑,并喝令他们举平投枪,随后目光凌厉地注视着他们说道:“那么你们为何不动手做你们原本决意要做的事呢?”他们见到此人毫不动摇的神色,气焰顿时受挫。恐惧极深地笼罩了他们,以致他们抛下长矛、跳下坐骑,向大流士俯伏下拜,任凭大流士按其心意处置。大流士将他们分散流放到不同地方,一部分遣往印度边境,另一部分遣往斯基泰边境。那些人感念其恩德,终生对他保持忠诚。

语法注3 条
  1. 6.9τοὺς Δελφοὺς ἐπιχειρῆσαι διασκάπτειν λόγος ἔχει

    成语表达 λόγος ἔχει(“有传说/报道说……”)统领带对格不定式结构 τοὺς Δελφοὺς ἐπιχειρῆσαι... παύσασθαι。句首由 ἐπεὶ 引导的整句充当时间/原因从句,说明引发该事件的前因(荷马诗句带来的财宝传闻),置于不定式之前。

  2. 6.13καλῶς τὸ δαιμόνιον ἐπὶ τριγονίαν τυραννίδας μὴ ἄγον

    这是一种省略了主句谓语动词(如 ποιεῖ 等)的赞叹/判定性惯用表达(“神明不使……实属妥善”)。分词 ἄγον 与主语 τὸ δαιμόνιον 一致,否定词 μὴ 体现了该表述具有通则性或格言性质(泛指性否定)。

  3. 6.15ἀνεστάλησαν τὴν ὁρμήν

    此处为被动态不定过去式动词(ἀνεστάλησαν)带“限制对格/方面对格”(τὴν ὁρμήν)的结构,意为“他们在冲动/气焰方面受挫”,即“冲动被遏止”。亦可理解为由中动态/被动态保留的宾格(保留对格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:6.9-6.15