- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:6.1-6.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记叙了雅典、斯巴达、西居翁及腓力等在征服与统治中的残酷与傲慢行径,随后述及特斯庇埃青年的英勇战死、伊萨达斯受奖并受罚、吕珊德之女被悔婚案、违规使节被诛、斯巴达法律风尚、泰纳隆避难者引发的天谴地震以及俄库斯被弑的轶闻。
Ἀθηναῖοι κρατήσαντες Χαλκιδέων κατεκληρούχησαν αὐτῶν τὴν γῆν ἐς δισχιλίους κλήρους, τὴν Ἱππόβοτον καλουμένην χώραν, τεμένη δὲ ἀνῆκαν τῇ Ἀθηνᾷ ἐν τῷ Ληλάντῳ ὀνομαζομένῳ τόπῳ, τὴν δὲ λοιπὴν ἐμίσθωσαν κατὰ τὰς στήλας τὰς πρὸς τῇ βασιλείῳ στοᾷ ἑστηκυίας, αἵπερ οὖν τὰ τῶν μισθώσεων ὑπομνήματα εἶχον. τοὺς δὲ αἰχμαλώτους ἔδησαν, καὶ οὐδὲ ἐνταῦθα ἔσβεσαν τὸν κατὰ Χαλκιδέων θυμόν. Λακεδαιμόνιοι Μεσσηνίων κρατήσαντες τῶν μὲν γινομένων ἁπάντων ἐν τῇ Μεσσηνίᾳ τὰ ἡμίση ἐλάμβανον αὐτοί, καὶ τὰς γυναῖκας τὰς ἐλευθέρας ἐς τὰ πένθη βαδίζειν ἠνάγκαζον καὶ τοὺς ἀλλοτρίους καὶ μηδέν σφισι προσήκοντας νεκροὺς κλάειν· τοὺς δὲ τῶν ἀνδρῶν ἀπέλιπον γεωργεῖν, οὓς δὲ ἀπέδοντο, οὓς δὲ ἀπέκτειναν. Ἀθηναῖοι δὲ ὕβρισαν καὶ ἐκείνην τὴν ὕβριν· εὐτυχίας γὰρ λαβόμενοι τὴν εὐπραγίαν σωφρόνως οὐκ ἤνεγκαν. τὰς γοῦν παρθένους τῶν μετοίκων σκιαδηφορεῖν ἐν ταῖς πομπαῖς ἠνάγκαζον ταῖς ἑαυτῶν κόραις, τὰς δὲ γυναῖκας ταῖς γυναιξί, τοὺς δὲ ἄνδρας σκαφηφορεῖν. Σικυώνιοι δὲ Πελλήνην ἑλόντες τάς τε γυναῖκας τῶν Πελληνέων καὶ τὰς θυγατέρας ἐπʼ οἰκήματος ἔστησαν.1 ἀγριώτατα ταῦτα, ὦ θεοὶ Ἑλλήνιοι, καὶ οὐδὲ ἐν βαρβάροις καλὰ κατά γε τὴν ἐμὴν μνείαν. ἐπεὶ τὴν ἐν Χαιρωνείᾳ μάχην ἐνίκησεν ὁ Φίλιππος, ἐπὶ τῷ πραχθέντι αὐτός τε ἦρτο καὶ οἱ Μακεδόνες πάντες. οἱ δὲ Ἕλληνες δεινῶς αὐτὸν κατέπτηξαν, καὶ ἑαυτοὺς κατὰ πόλεις ἐνεχείρισαν αὐτῷ φέροντες. καὶ τοῦτό γε ἔδρασαν Θηβαῖοι καὶ Μεγαρεῖς καὶ Κορίνθιοι καὶ Ἀχαιοὶ καὶ Ἠλεῖοι καὶ Εὐβοεῖς καὶ οἱ ἐν τῇ Ἀκτῇ πάντες. οὐ μὴν ἐφύλαξε τὰς πρὸς αὐτοὺς ὁμολογίας ὁ Φίλιππος, ἀλλʼ ἐδουλώσατο πάντας, ἔκδικα καὶ παράνομα δρῶν.
雅典人征服哈尔基斯人后,将他们的土地——即所谓“牧马之地”——划分为两千块份地,在名为勒兰图斯的地方划出圣域献给雅典娜,其余部分则根据立在皇家廊柱旁的石柱出租,这些石柱上正记录着租赁的契约。他们将俘虏用锁链囚禁,即便如此也未平息对哈尔基斯人的怒火。拉栖代梦人征服麦塞尼亚人后,自行征收麦塞尼亚所出产一切物品的一半,并强迫自由妇女参加丧礼队列,为陌生的、与自己毫无干系的外人哭丧;他们留下部分男子从事耕作,将其他人变卖为奴,余者则予以处决。雅典人亦曾犯下如此傲慢之举:他们获得了好运,却未能审慎节制地对待顺境。至少在游行中,他们强迫外侨的少女为自己的女儿撑遮阳伞,强迫其妻子服侍自己的妻子,并强迫外侨男子端托盘。西居翁人攻占佩莱涅后,将佩莱涅人的妻女置于妓院中。希腊的诸神啊,这些行径极其野蛮,据我记忆所及,即便在异邦人中亦算不得良善。当腓力在喀罗尼亚战役中获胜时,他本人与全体马其顿人都因这一战果而趾高气扬。而希腊人则对他深感恐惧,各城邦纷纷主动将自身交付于他。底比斯人、墨加拉人、科林斯人、阿开亚人、厄利斯人、优卑亚人以及阿克泰半岛的所有居民全都如此行事。然而腓力并未遵守与他们订立的协定,反而作奸犯科、违背法度,将众人全数奴役。
ὁ Ἁρματίδου τοῦ Θεσπιέως παῖς, παραγενόμενος σύμμαχος Ἀθηναίοις μετὰ καὶ ἄλλων πολιτῶν, τὰ μὲν πρῶτα ἐμάχετο εὖ καὶ καλῶς· καταναλωθέντων δὲ αὐτοῦ τῶν ὅπλων ψιλαῖς ταῖς χερσὶ πρὸς καθωπλισμένους ἀγωνιζόμενος, εὐκλεῶς τὸν βίον ἐτελεύτα. πατρόθεν οὖν τὸν νεανίαν προσεῖπον, κυδαίνων αὐτὸν Ὁμηρικῶς. τὸ δὲ ὄνομα αὐτοῦ εἴ τῳ ἐπιμελὲς εἰδέναι, ἀλλαχόθεν εἴσεται.
忒斯庇埃人哈尔玛提得斯之子与其他公民一同作为雅典人的盟友参战,起初表现英勇卓越;但在武器耗尽后,他赤手空拳与全副武装的敌军搏斗,光荣地结束了生命。因此我以父名来称呼这名青年,按照荷马的方式赞颂他。若有人想知道他的本名,自会从别处得知。
ὅτι Λακεδαιμόνιοι Ἰσάδαν ἔτι παῖδα ὄντα καὶ μήπω τοῦ νόμου καλοῦντος αὐτὸν ἐς ὅπλα, ὅτι ἐκ τοῦ γυμνασίου ἐκπηδήσας ἠρίστευσεν, ἐστεφάνωσαν μέν, ὅτι δὲ πρὸ τῆς ἀπαιτουμένης ἡλικίας καὶ μὴ τὰ ἐπιχώρια ἔχων ὅπλα ὥρμησεν ἐς τοὺς ἐχθρούς, ἐζημίωσαν.
拉栖代梦人因伊萨达斯尚为幼童、法度尚未征召其服兵役之时便从角力学校跃出立下赫赫战功,为他戴上了桂冠;但又因他在未达规定年龄且未携本邦武装便冲向敌人,对他处以了罚款。
ὁ μὲν Λύσανδρος ἐτεθνήκει, ὁ δὲ τὴν θυγατέρα αὐτοῦ ἔτι ζῶντος ἐγγυησάμενος, ἐπεὶ καὶ ἡ παῖς ἐρήμη πατρὸς ἀπελείπετο, καὶ ὁ Λύσανδρος μετὰ τὴν τοῦ βίου καταστροφὴν ἀνεφάνη πένης ὤν, ὃ δὲ ἀνεδύετο2 ὁ ἐγγυησάμενος, οὐδὲ ἔφασκεν ἄξεσθαι γυναῖκα. ἐπὶ τούτοις οἱ ἔφοροι τὸν ἄνδρα ἐζημίωσαν· οὔτε γὰρ Λακωνικὰ ἐφρόνει οὔτε ἄλλως Ἑλληνικά, φίλου τε ἀποθανόντος ἀμνημονῶν καὶ τῶν συνθηκῶν τὸν πλοῦτον προτιμῶν.
吕珊德已经去世,而在他生前曾与其女儿订婚的那名男子,一见女孩失去父亲无依无靠,且吕珊德在死后被揭示实为赤贫,便悔婚退缩,声称不再迎娶她。监察官们因此惩罚了这名男子;因为他的心思既不符合拉科尼亚人的风尚,在整个希腊亦说不过去,他忘却了死去的友人,将财富置于信约之上。
ὅτι Ἀθηναῖοι τοὺς ἐς Ἀρκαδίαν ἀποσταλέντας πρεσβευτάς, ἐπεὶ ἑτέραν ὁδὸν ἦλθον καὶ οὐ τὴν προστεταγμένην, καίτοι κατορθώσαντας, ὅμως ἀπέκτειναν.
雅典人将派往阿卡迪亚的使节处死,原因仅仅是他们走了另一条路而非受命指定的路线,尽管他们圆满完成了使命。
ἡ γὰρ οὐ καὶ ταῦτα Λακωνικά; νόμος ἐστὶ τοῖς Σπαρτιάταις τὸν παρασχόμενον υἱοὺς τρεῖς ἀτέλειαν ἔχειν φρουρᾶς, τὸν δὲ πέντε πασῶν τῶν λειτουργιῶν ἀφεῖσθαι. γαμεῖν δὲ ἀπροίκους ἔτι.3 βάναυσον δὲ εἰδέναι τέχνην ἄνδρα Λακεδαιμόνιον οὐκ ἐξῆν. φοινικίδα δὲ ἀμπέχεσθαι κατὰ τὰς μάχας ἀνάγκη ἦν· ἔχειν δὲ τὴν χρόαν καὶ σεμνότητός τι· πρὸς ταύτῃ γε μὴν καὶ τὴν ῥύσιν τοῦ ἐπιγενομένου αἵματος ἐκ τῶν τραυμάτων ἔτι μᾶλλον ἐκπλήττειν τοὺς ἀντιπάλους, βαθυτέρας τῆς ὄψεως γινομένης καὶ φοβερωτέρας μᾶλλον. ὅτι οὐκ ἐξῆν ἀνδρὶ Λάκωνι οὐδὲ σκυλεῦσαι τὸν πολέμιον. οἱ δὲ καλῶς ἀγωνισάμενοι καὶ ἀποθανόντες θαλλοῖς ἀνεδοῦντο καὶ κλάδοις ἑτέροις, καὶ διʼ ἐπαίνων ἤγοντο· οἱ δὲ τελέως ἀριστεύσαντες καὶ φοινικίδος αὐτοῖς ἐπιβληθείσης ἐνδόξως ἐθάπτοντο.
这些难道不也是拉科尼亚的规矩吗?斯巴达人有法规定:育有三子的男子可免除守卫劳役,育有五子者则免除一切公共徭役。且成婚必须不带嫁妆。拉栖代梦男子不得知晓任何卑微的手艺。出战时必须身披绯红斗篷;这种色彩兼具威严之感,此外伤口流出的鲜血滴落其上,更令敌手胆寒,使其仪态显得更为深沉、愈加可怖。拉科尼亚男子亦不可剥取敌人的尸体甲胄。奋勇作战而牺牲者,人们以嫩枝及其他树枝为其加冠并予以赞颂送葬;立下绝顶战功者,则披覆绯红斗篷享有盛誉地安葬。
ὅτε οἱ Λακεδαιμόνιοι τοὺς ἐκ Ταινάρου ἱκέτας παρασπονδήσαντες ἀνέστησαν καὶ ἀπέκτειναν ʽἦσαν δὲ οἱ ἱκέται τῶν εἱλώτωνʼ, κατὰ μῆνιν τοῦ Ποσειδῶνος σεισμὸς ἐπιπεσὼν τῇ Σπάρτῃ τὴν πόλιν ἀνδρειότατα κατέσεισεν, ὡς πέντε μόνας ἀπολειφθῆναι οἰκίας ἐξ ἁπάσης τῆς πόλεως.
当拉栖代梦人违背誓约,将泰纳隆海角处的避难祈求者强行带走并处死时——这些祈求者原为黑劳士——波塞冬因震怒降下地震袭击斯巴达,极猛烈地摧毁了城邦,以至于全城仅留下了五所房屋。
Ἀρταξέρξην τὸν καὶ Ὦχον ἐπικληθέντα, ὅτε ἐπεβούλευσεν αὐτῷ Βαγώας ὁ εὐνοῦχος, ὃς ἦν Αἰγύπτιος, φασὶν ἀναιρεθέντα καὶ κατακοπέντα τοῖς αἰλούροις παραβληθῆναι· ἐτάφη δέ τις ἄλλος ἀντʼ αὐτοῦ καὶ ἀπεδόθη ταῖς βασιλικαῖς θήκαις. τῷ δὲ Βαγώᾳ οὐκ ἀπέχρησε τὸ ἀποκτεῖναι τὸν Ὦχον, ἀλλὰ γὰρ καὶ ἐκ τῶν μηρῶν αὐτοῦ λαβὰς μαχαιρῶν ἐποίησε, τὸ φονικὸν αὐτοῦ ἐνδεικνύμενος διὰ τούτων. ἐμίσησε δὲ αὐτόν, ἐπεὶ τὸν Ἆπιν ἐν Αἰγύπτῳ γευόμενος ἀπέκτεινε καὶ οὗτος, ὡς ὁ Καμβύσης πρότερον.
据说那位亦被称为俄库斯的阿尔塔薛西斯,在身为埃及人的宦官巴戈阿斯向其发难密谋后,被诛杀并剁成碎块抛给猫群;另有一人代替他被安葬并送入王室陵寝。对巴戈阿斯而言,仅杀死俄库斯尚不足以解恨,他竟用后者的腿骨制成匕首刀柄,借此表明后者的嗜杀本性。他之所以痛恨俄库斯,是因为此人如同先前的冈比西斯一样,在埃及品尝并杀害了阿匹斯神牛。
- 6.1ἐπʼ οἰκήματος ἔστησαν
短语 ἐπʼ οἰκήματος ἱστάναι(字面意为“置于房间内”)是古典时期的固定习语,专指“设于妓院”、“强迫为娼”。此处指西居翁人强迫佩莱涅的自由妇女及女儿充当娼妓。
- 6.4ὃ δὲ ἀνεδύετο
在接续由 ἐπεί 引导的两个并列伴随状语从句(ἐπεὶ καὶ ... καὶ ...)之后,主句使用指示代词 ὃ δέ 强行拉回并突出主语,后方并列同位语 ὁ ἐγγυησάμενος,用于重新明确施事者。
- 6.6γαμεῖν δὲ ἀπροίκους ἔτι
不定词 γαμεῖν 属于法令、规章语体中用作命令式(infinitivus pro imperativo)的独立不定词,承接前句 νόμος ἐστί 的法令性陈述,表达“成婚当不带嫁妆”的法制规范。
