← 克劳狄乌斯·埃利安

杂闻轶事

§5.12-5.21

雅典政体变迁法俗与亵渎神明之罚

记述了雅典人的政体更迭、有关安葬与保护耕牛的法律惯例、对亵渎神明者的严惩与法庭轶事、雷吉翁对塔兰托的解救,以及美狄亚传说被篡改的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.12

οὐ δύναμαι δὲ Ἀθηναίων μὴ οὐ φιλεῖν ταῦτα.1 ἐκκλησίας οὔσης Ἀθηναίοις παρελθὼν ὁ Δημάδης ἐψηφίσατο θεὸν τὸν Ἀλέξανδρον τρισκαιδέκατον. τῆς δὲ ἀσεβείας ὁ δῆμος τὸ ὑπερβάλλον μὴ ἐνεγκών, ζημίαν ἐτιμήσαντο τῷ Δημάδῃ ταλάντων ἑκατόν, ὅτι θνητὸν δὴ τὸν Ἀλέξανδρον ὄντα ἐνέγραψε τοῖς Ὀλυμπίοις.

我不能不赞赏雅典人的这些品行。当雅典人举行公民大会时,德玛德斯走上前台,提案决议将亚历山大立为第十三位神明。然而民众无法忍受这极度的不敬,对德玛德斯处以一百塔兰同的罚金,因为他竟将肉体凡胎的亚历山大列入了奥林匹斯诸神之中。

§5.13

Ἠσαν δὲ ἄρα Ἀθηναῖοι δεινῶς ἐς τὰς πολιτείας εὐτράπελοι καὶ ἐπιτήδειοι πρὸς τὰς μεταβολὰς παντὸς μᾶλλον. βασιλείαν μὲν γὰρ ἤνεγκαν σωφρόνως ἐπὶ Κέκροπος καὶ Ἐρεχθέως καὶ Θησέως καὶ τῶν Κοδριδῶν κάτω, τυραννίδος δὲ ἐπειράθησαν ἐπὶ τῶν Πεισιστρατιδῶν, ἀριστοκρατίᾳ δὲ ἐχρήσαντο μέχρι τῶν τετρακοσίων· εἶτα ὕστερον δέκα τῶν πολιτῶν καθʼ ἕκαστον ἔτος ἦρχον τῆς πόλεως, τελευταῖον δὲ ἐγένετο ἀναρχία περὶ τὴν τῶν τριάκοντα κατάστασιν. ταύτην δὲ τὴν οὕτως ἀγχίστροφον μεταβολὴν τοῦ τρόπου εἰ ἐπαινεῖν χρή, ἀλλὰ ἔγωγε τοῦτο οὐκ οἶδα.

雅典人在政体方面极易转变,比任何人都能更迅速地适应变迁。因为在凯克洛普斯、厄瑞克透斯、忒修斯以及科德罗斯后嗣的统治下,他们温顺地承受君主政体;在庇西特拉图诸子治下,他们经历了僭主统治;直到四百人会议之前,他们实行贵族政体;随后每年由十位公民治理城邦;最后在三十人僭主建立政权之际陷入无政府状态。对于这种性情上如此迅速翻转的变易是否应当称赞,我自己委实不知。

§5.14

νόμος καὶ οὗτος Ἀττικός. ὃς ἂν ἀτάφῳ περιτύχῃ σώματι ἀνθρώπου, πάντως ἐπιβάλλειν αὐτῷ γῆν,2 θάπτειν δὲ πρὸς δυσμὰς βλέποντας. καὶ τοῦτο δὲ ἦν φυλαττόμενον παρʼ αὐτοῖς. βοῦν ἀρότην καὶ ὑπὸ ζυγὸν πονήσαντα σὺν ἀρότρῳ ἢ καὶ σὺν τῇ ἁμάξῃ, μηδὲ τοῦτον θύειν, ὅτι καὶ οὗτος εἴη ἂν γεωργὸς καὶ τῶν ἐν ἀνθρώποις καμάτων κοινωνός.

这也是一条阿提卡法令:凡遇未埋葬的人类尸体者,务必覆土掩埋,并使其面朝西方安葬。此外,他们之中还恪守着这一规矩:凡拉犁并与耕犁或货车一同在轭下劳作的耕牛,绝不可用来献祭,因为这牛也应当被视为农人以及人类辛劳的伙伴。

§5.15

ὅτι δικαστήρια ἦν Ἀττικὰ περὶ μὲν τῶν ἐκ προνοίας ἀποκτεινάντων ἐν Ἀρείῳ πάγῳ, περὶ δὲ τῶν ἀκουσίως ἐπὶ Παλλαδίῳ· περὶ δὲ τῶν κτεῖναι μὲν ὁμολογούντων, ἀμφισβητούντων δὲ ὅτι δικαίως, ἐπὶ Δελφινίῳ ἐγίνοντο αἱ εὐθύναι.

阿提卡的审判法庭如下:审理预谋杀人案在阿雷奥帕戈斯,过失致死案在帕拉迪翁;至于承认杀人但抗辩系出于正当理由者,其审查则在德尔菲尼翁进行。

§5.16

ὅτι ἐκ τοῦ τῆς Ἀρτέμιδος στεφάνου πέταλον χρυσοῦν ἐκπεσὸν ἀνείλετο παιδίον, οὐ μὴν ἔλαθεν. οἱ οὖν δικασταὶ παίγνια καὶ ἀστραγάλους προύθηκαν τῷ παιδὶ καὶ τὸ πέταλον· ὃ δὲ καὶ αὖθις ἐπὶ τὸν χρυσὸν  κατηνέχθη. καὶ διὰ ταῦτα ἀπέκτειναν αὐτὸν ὡς θεοσύλην, οὐ δόντες συγγνώμην τῇ ἡλικίᾳ, ἀλλὰ τιμωρησάμενοι διὰ τὴν πρᾶξιν.

一片金箔从阿耳忒弥斯的神冠上脱落,被一个幼童拾起,但并未瞒过众人。于是法官们将玩具、指节骨与那片金箔一同摆在孩子面前,而那孩子再次朝黄金伸过手去。因此,他们将这个孩子作为盗窃神圣财物者处死,并未因其年幼而予以宽恕,而是依其行为定罪惩处。

§5.17

ὅτι τοσοῦτον ἦν Ἀθηναίοις δεισιδαιμονίας, εἴ τις πρινίδιον ἐξέκοψεν ἐξ ἡρῴου, ἀπέκτεινον αὐτόν. ἀλλὰ καὶ Ἀτάρβην, ὅτι τοῦ Ἀσκληπιοῦ τὸν ἱερὸν στρουθὸν ἀπέκτεινε πατάξας, οὐκ ἀργῶς τοῦτο Ἀθηναῖοι παρεῖδον, ἀλλʼ ἀπέκτειναν Ἀτάρβην, καὶ οὐκ ἔδοσαν οὔτε ἀγνοίας συγγνώμην οὔτε μανίας, πρεσβύτερα τούτων ἀμφοτέρων τὰ τοῦ θεοῦ ποιησάμενοι. ἐλέγετο γὰρ ἀκουσίως οἳ δὲ μεμηνὼς τοῦτο δρᾶσαι.

雅典人的虔敬敬神达到了如此程度:若有人从英雄神祠中砍倒一棵小橡树,他们便将其处死。不仅如此,当阿塔尔贝斯击杀了阿斯克勒庇俄斯的圣雀时,雅典人也并未掉以轻心,而是处死了阿塔尔贝斯,既不赦免其无知,亦不宽贷其发狂,将神明之事置于这两者之上。因为有人说他是无意所为,亦有人说他神智发狂。

§5.18

ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἐπεί τινα φαρμακίδα συνέλαβον καὶ ἔμελλον θανατώσειν, οὐ πρότερον αὐτὴν ἀπέκτειναν πρὶν ἢ ἀπεκύησεν· ὅτε γὰρ συνελήφθη, ἔκυε. τὸ ἀναίτιον οὖν βρέφος ἀναλύοντες τῆς καταδίκης, τὴν αἰτίαν μόνην ἐδικαίωσαν τῷ θανάτῳ.

阿雷奥帕戈斯议事会在抓获一名女投毒巫医并准备处决她时,直到她分娩之后才执行死刑;因为她在被捕时已怀有身孕。于是他们免除了无辜胎儿的刑罚,仅判定有罪的妇人受死。

§5.19

Αἰσχύλος ὁ τραγῳδὸς ἐκρίνετο ἀσεβείας ἐπί τινι δράματι. ἑτοίμων οὖν ὄντων Ἀθηναίων βάλλειν αὐτὸν λίθοις, Ἀμεινίας ὁ νεώτερος ἀδελφὸς διακαλυψάμενος τὸ ἱμάτιον ἔδειξε τὸν πῆχυν ἔρημον τῆς χειρός. ἔτυχε δὲ ἀριστεύων ἐν Σαλαμῖνι ὁ Ἀμεινίας ἀποβεβληκὼς τὴν χεῖρα, καὶ πρῶτος Ἀθηναίων τῶν ἀριστείων ἔτυχεν. ἐπεὶ δὲ εἶδον οἱ δικασταὶ τοῦ ἀνδρὸς τὸ πάθος, ὑπεμνήσθησαν τῶν ἔργων αὐτοῦ, καὶ ἀφῆκαν τὸν Αἰσχύλον.

悲剧诗人埃斯库罗斯因某出戏剧而被控不敬神之罪。当雅典人准备用石头砸他时,他的弟弟阿梅尼亚斯解开斗篷,露出了失去手掌的小臂。阿梅尼亚斯恰好是在萨拉米斯海战中英勇作战而断手的,并在雅典人中第一个获得了战功奖赏。法官们一见到这男子的伤残,便想起了他的功勋,遂将埃斯库罗斯予以赦免。

§5.20

Ταραντίνων πολιορκουμένων ὑπὸ Ἀθηναίων καὶ μελλόντων ἁλῶναι λιμῷ οἱ Ῥηγῖνοι ἐψηφίσαντο μίαν ἡμέραν ἐν ταῖς δέκα νηστεύειν καὶ ἐκείνης τὰς τροφὰς ἐκχωρῆσαι Ταραντίνοις. ἀποστάντων οὖν αὐτῶν ἐσώθησαν,3 καὶ μεμνημένοι τοῦ πάθους ἑορτὴν ἄγουσι τὴν καλουμένην Νηστείαν οἱ Ταραντῖνοι.

当塔兰托人被雅典人包围并即将因饥荒陷落时,雷吉翁人决议每十天绝食一日,并将那一天的口粮让渡给塔兰托人。由于敌方(雅典人)撤退,塔兰托人得以获救;为了纪念那场苦难,塔兰托人至今仍举行名为“绝食节”的庆典。

§5.21

λέγει τις λόγος τὴν φήμην τὴν κατὰ τῆς Μηδείας ψευδῆ εἶναι· μὴ γὰρ αὐτὴν ἀποκτεῖναι τὰ τέκνα ἀλλὰ Κορινθίους. τὸ δὲ μυθολόγημα τοῦτο ὑπὲρ τῆς Κολχίδος καὶ τὸ δρᾶμα Εὐριπίδην φασὶ διαπλάσαι δεηθέντων Κορινθίων, καὶ ἐπικρατῆσαι τοῦ ἀληθοῦς τὸ ψεῦδος διὰ τὴν τοῦ ποιητοῦ ἀρετήν. ὑπὲρ δὲ τοῦ τολμήματός φασι τῶν παίδων μέχρι τοῦ νῦν ἐναγίζουσι τοῖς παισὶ Κορίνθιοι, οἱονεὶ δασμὸν τούτοις ἀποδιδόντες.

有某种传说称,关于美狄亚的恶名纯属虚妄;因为杀害孩子们的并非她本人,而是科林斯人。据说应科林斯人之请,欧里庇得斯虚构了关于科尔喀斯女子的这一神话和悲剧,而由于诗人的卓越才华,谎言战胜了真相。据说科林斯人为了赎解当年对那些孩子犯下的恶行,直到今日仍在向孩子们献上死者祭礼,仿佛在向他们缴纳贡赋一般。

语法注3 条
  1. 5.12οὐ δύναμαι δὲ Ἀθηναίων μὴ οὐ φιλεῖν ταῦτα

    在否定主句(οὐ δύναμαι)之后,不定式 φιλεῖν 前搭配双重否定小品词 μὴ οὐ,构成“不能不……”的强力肯定表达。属格 Ἀθηναίων 在此作为关联属格(或限定指示代词 ταῦτα,意为“雅典人的这些[特点/品性]”)。

  2. 5.14ὃς ἂν ἀτάφῳ περιτύχῃ σώματι ἀνθρώπου, πάντως ἐπιβάλλειν αὐτῷ γῆν

    跟在条件关系从句后的不定式 ἐπιβάλλειν(以及随后的 θάπτειν)充当主句谓语。这是法令与通告文体中用不定式代替祈使语气(即祈使性不定式 infinitivus pro imperativo,或省略了表义务的 δεῖ 等动词)的标准惯用法。

  3. 5.20ἀποστάντων οὖν αὐτῶν ἐσώθησαν

    在独立属格结构 ἀποστάντων ... αὐτῶν 中,代词 αὐτῶν 指代的并非主句主语塔兰托人(Ταραντῖνοι),而是前文提到的实施围困的雅典人(Ἀθηναίων)。此处表达原因或情境:“由于他们(雅典人)撤走,[塔兰托人]得以生还”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:5.12-5.21