- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:5.1-5.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记叙了一系列多样的历史轶事:塔科斯因骄奢饮食而亡、斐瑞居德斯的惨烈病症、赫拉克勒斯之柱的得名缘由、勒托在提洛岛的分娩传说、埃帕米农达的安贫乐道、卡拉诺斯自焚殉道的壮举、阿纳卡尔西斯的远游、人们面对讥讽的不同反应、亚里士多德早年的起伏经历、雅典惨重的海陆战损,以及色雷斯国王严惩逆子的暴行。
ταχὼς ὁ Αἰγύπτιος ἕως μὲν ἐχρῆτο τῇ ἐπιχωρίῳ διαίτῃ καὶ εὐτελῶς διεβίω, ὑγιεινότατα ἀνθρώπων διῆγεν· ἐπεὶ δὲ ἐς Πέρσας ἀφίκετο καὶ ἐς τὴν ἐκείνων τρυφὴν ἐξέπεσε, τὸ ἄηθες τῶν σιτίων οὐκ ἐνεγκών, ὑπὸ δυσεντερίας τὸν βίον κατέστρεψε, τῆς τρυφῆς ἀλλαξάμενος θάνατον.1
埃及人塔科斯在遵循本土的生活方式且过着简朴日子时,曾是世上最健康的人;但当他前往波斯人那里并沉溺于他们的奢华后,因无法忍受不合习惯的饮食,死于痢疾,以奢华换来了死亡。
ὅτι Φερεκύδης ὁ Πυθαγόρου διδάσκαλος ἐμπεσὼν ἐς τὴν ἀρρωστίαν πρῶτον μὲν ἵδρου ἱδρῶτα θερμὸν ἰξώδη ὅμοιον ὡς μύξαις, ὕστερον δὲ θηριώδη, μετὰ δὲ ἐφθειρίασε. καὶ διαλυομένων τῶν σαρκῶν ἐς τοὺς φθεῖρας ἐπεγένετο τῆξις, καὶ οὕτω τὸν βίον μετήλλαξεν.
毕达哥拉斯的老师斐瑞居德斯染上重病时,起初流出如同黏液般温热黏稠的汗液,随后排出恶臭如兽的污汗,其后便浑身生虱;随着肌肉溃烂化为虱虫,身体消瘦枯竭,他就这样告别了人世。
Ἀριστοτέλης τὰς νῦν Ἡρακλείους στήλας καλουμένας, πρὶν ἢ κληθῆναι τοῦτο, φησὶ Βριάρεω καλεῖσθαι αὐτάς· ἐπεὶ δʼ ἐκάθηρε γῆν καὶ θάλατταν Ἡρακλῆς καὶ ἀναμφιλόγως εὐεργέτης ἐγένετο τῶν ἀνθρώπων, τιμῶντες αὐτὸν τὴν μὲν Βριάρεω μνήμην παρʼ οὐδὲν ἐποιήσαντο, Ἡρακλείους δὲ προσηγόρευσαν.
亚里士多德说,如今被称为“赫拉克勒斯之柱”的地方,在此名称确立之前本被称为“布里阿柔斯之柱”;然而当赫拉克勒斯澄清陆地与海洋、确凿无疑地成为全人类的恩人之后,人们为了向他致敬,完全忘却了布里阿柔斯的纪念,而将其改称为赫拉克勒斯之柱。
ὅτι ἀναθῆλαι λόγος ἐστὶ Δήλιος φυτὰ ἐν Δήλῳ ἐλαίαν καὶ φοίνικα, ὧν ἁψαμένην τὴν Λητὼ εὐθὺς ἀποκυῆσαι, τέως οὐ δυναμένην τοῦτο δρᾶσαι.
提洛岛有一个传说,称提洛岛上抽出了油橄榄树与棕榈树的嫩芽,勒托一触摸它们便立刻分娩,而此前她一直无法生产。
Ἐπαμεινώνδας ἕνα εἶχε τρίβωνα, καὶ αὐτὸν ῥυπῶντα· εἴ ποτε δὲ αὐτὸν ἔδωκεν ἐς γναφεῖον, αὐτὸς ὑπέμενεν οἴκοι διʼ ἀπορίαν ἑτέρου. ἐν δὴ τούτοις τῆς περιουσίας ὤν, τοῦ Περσῶν βασιλέως πέμψαντος αὐτῷ πολὺ χρυσίον, οὐ προσήκατο· καὶ εἴ τι ἐγὼ νοῶ, μεγαλοφρονέστερος ἦν τοῦ διδόντος ὁ μὴ λαβών.
埃帕米农达只有一件粗斗篷,而且满是污垢;每当他把衣服送去漂洗时,自己便因没有替换的衣物而留在家中。在如此一贫如洗的境况下,当波斯国王赠送给他大批黄金时,他却坚辞不受;依我看,拒绝收受者比馈赠者胸襟更为崇高。
ἄξιον δὲ καὶ τὸ Καλανοῦ τοῦ Ἰνδοῦ τέλος ἐπαινέσαι· ἄλλος δʼ ἂν εἶπεν ὅτι καὶ ἀγασθῆναι.2 ἐγένετο δὲ τοιοῦτον. Καλανὸς ὁ Ἰνδῶν σοφιστὴς μακρὰ χαίρειν φράσας Ἀλεξάνδρῳ καὶ Μακεδόσι καὶ τῷ βίῳ, ὅτε ἐβουλήθη ἀπολῦσαι αὑτὸν ἐκ τῶν τοῦ σώματος δεσμῶν, ἐνένηστο μὲν ἡ πυρὰ ἐν τῷ καλλίστῳ προαστείῳ τῆς Βαβυλῶνος, καὶ ἦν τὰ ξύλα αὖα καὶ πρὸς εὐωδίαν εὖ μάλα ἐπίλεκτα κέδρου καὶ θύου καὶ κυπαρίττου καὶ μυρσίνης καὶ δάφνης· αὐτὸς δὲ γυμνασάμενος γυμνάσιον τὸ εἰωθός ʽἦν δὲ αὐτὸ δρόμοσʼ, ἀνελθὼν ἐπὶ μέσης τῆς πυρᾶς ἔστη ἐστεφανωμένος καλάμου κόμῃ. καὶ ὁ μὲν ἥλιος αὐτὸν προσέβαλλεν, ὃ δὲ αὐτὸν προσεκύνει, καὶ τοῦτο ἦν τὸ σύνθημα ἐς τὸ ἐξάπτειν τὴν πυρὰν τοῖς Μακεδόσι. καὶ τὸ μὲν δέδρατο, ὃ δὲ περιληφθεὶς ὑπὸ τῆς φλογὸς ἀτρέπτως εἱστήκει, καὶ οὐ πρότερον ἀνετράπη πρὶν ἢ διελύθη. ἐνταῦθά φασιν ἐκπλαγῆναι καὶ τὸν Ἀλέξανδρον καὶ εἰπεῖν ὅτι μείζονας ἀντιπάλους αὐτοῦ Καλανὸς κατηγωνίσατο. ὃ μὲν γὰρ πρὸς Πῶρον καὶ Ταξίλην καὶ Δαρεῖον διήθλησεν, ὁ δὲ Καλανὸς πρὸς τὸν πόνον καὶ τὸν θάνατον.
印度人卡拉诺斯的谢世同样值得称赞——或者别人还会说甚至值得惊叹。其经过如下。印度智者卡拉诺斯在决意将自己从肉体的羁绊中解脱出来之际,向亚历山大、马其顿人以及尘世宣告永诀。柴堆堆筑在巴比伦最美丽的郊野,木料干爽,且极具匠心地选用了散发芬芳的气味之木——香柏木、柑香木、丝柏木、香桃木与月桂木。他完成习惯的锻炼(即跑步)之后,登上柴堆正中,头戴苇冠而立。太阳的光芒照射在他身上,他向太阳肃容致敬,这便是向马其顿人发出点燃柴堆的信号。火点燃后,他被火焰包围,纹丝不动地立着,直到身躯消解之前决不倒下。据说连亚历山大见此也深感震动,并说卡拉诺斯战胜了比他〔的对手〕更伟大的对手;因为他与之较量的是波鲁斯、塔克西莱斯与大流士,而卡拉诺斯与之较量的却是痛苦与死亡。
οἱ μὲν Σκύθαι περὶ τὴν ἑαυτῶν πλανῶνται· Ἀνάχαρσις δὲ ἅτε ἀνὴρ σοφὸς καὶ περαιτέρω προήγαγε τὴν πλάνην. ἧκε γοῦν ἐς τὴν Ἑλλάδα, καὶ ὁ Σόλων ἐθαύμασεν αὐτόν.
斯基泰人只在自己的国土四处游荡;而阿纳卡尔西斯身为智者,将游历推向了更远之处。他来到了希腊,梭伦对他赞赏备至。
τὰ σκώμματα καὶ αἱ λοιδορίαι οὐδέν μοι δοκεῖ δύνασθαι.3 ἐὰν γὰρ στερεᾶς γνώμης λάβηται, καταλέλυται· ἐὰν δὲ ἀγεννοῦς καὶ ταπεινῆς, ἴσχυσε καὶ οὐ μόνον ἐλύπησε πολλάκις, ἀλλὰ καὶ ἀπέκτεινε. τούτων ἀπόδειξις ἐκεῖνα ἔστω, Σωκράτης μὲν κωμῳδούμενος ἐγέλα, Πολίαγρος δὲ ἀπήγξατο.
在我看来,嘲弄与辱骂并无任何威力。因为若遇上坚毅的心志,它们便归于化解;但若遇上卑劣懦弱的心志,它们便肆虐逞凶,不仅常常带来痛苦,甚至致人于死地。对此可以证明的是:苏格拉底在喜剧中被嘲弄时付之一笑,而波利亚格罗斯却悬梁自尽。
Ἀριστοτέλης ἀσωτευσάμενος τὰ ἐκ τοῦ πατρὸς χρήματα ὥρμησεν ἐπὶ στρατείαν, εἶτα ἀπαλλάττων κακῶς ἐν τούτῳ φαρμακοπώλης ἀνεφάνη. παρεσρυεὶς δὲ ἐς τὸν Περίπατον καὶ παρακούων τῶν λόγων, ἀμείνων πεφυκὼς πολλῶν εἶτα ἕξιν περιεβάλετο, ἣν μετὰ ταῦτα ἐκτήσατο.
亚里士多德挥霍掉了父亲留下的资财,投身行伍;随后因在军中遭遇困顿,转而以卖药为生。后来他潜入漫步学派,旁听哲人的论辩,由于天资超拔于众人之上,随后便培养出了日后所拥有的那种卓绝才具。
νηίτην στόλον Ἀθηναῖοι εἰργάζοντο ἑαυτοῖς ἀεὶ φιλοπόνως. κατὰ χρόνους δὲ τὰ μὲν κατορθοῦντες τὰ δὲ ἡττώμενοι ἀπώλεσαν τριήρεις μὲν ἐν Αἰγύπτῳ διακοσίας σὺν τοῖς πληρώμασι, περὶ Κύπρον δὲ πεντήκοντα καὶ ἑκατόν, ἐν Σικελίᾳ τετταράκοντα καὶ διακοσίας, ἐν δὲ Ἑλλησπόντῳ διακοσίας. ὁπλῖται δὲ ἀπώλοντο αὐτοῖς ἐν Σικελίᾳ μυριάδες τέτταρες, χίλιοι δὲ ἐν Χαιρωνείᾳ.
雅典人始终孜孜不倦地为自己打造水军舰队。但岁月流转,胜败交替,他们在埃及损失了带船员的二百艘三列桨战船,在塞浦路斯周边损失了一百五十艘,在西西里损失了二百四十艘,在赫勒斯滂损失了二百艘。而在西西里他们折损了四万重装步兵,在喀罗尼亚则损失了一千人。
ὁ Θρᾳκῶν βασιλεὺς ʽτὸ δὲ ὄνομα λεγέτω ἄλλοσʼ, ὅτε ὁ Ξέρξης ἐπὶ τὴν Ἑλλάδα ἐστράτευσεν, ἐς Ῥοδόπην τὸ ὄρος ἀπέδρα, τοῖς δὲ ἓξ παισὶν αὑτοῦ συνεβούλευε μὴ στρατεύειν ἐπὶ τὴν Ἑλλάδα. οἳ δὲ οὐκ ἐπείσθησαν· ὑποστρέψαντας δὲ αὐτοὺς πάντας ἐξετύφλωσε, μὴ ποιήσας Ἑλληνικά.4
色雷斯国王(且让别人去叫他的名字吧)在薛西斯进军希腊时逃奔罗多彼山,并告诫自己的六个儿子切勿随军远征希腊。然而他们并未听从;待到他们返回时,国王未行希腊式之举,将他们全数刺瞎双目。
- 5.1τῆς τρυφῆς ἀλλαξάμενος θάνατον
中动相动词 ἀλλάσσομαι 支配直接宾格 θάνατον 与表示代价/交换的属格 τῆς τρυφῆς,意为“以奢靡为代价换取了死亡”。该动词既可表示“用某物换取”,亦可表示“以某物为代价换来”,此处宾格表示换取的结果,属格表示付出的代价。
- 5.6ἄλλος δʼ ἂν εἶπεν ὅτι καὶ ἀγασθῆναι
此句包含 ἄν 搭配直说部过去时 εἶπεν 构成的潜在表达,其后间接引语出现了混杂现象:引导词 ὅτι 与不定式 ἀγασθῆναι 并存(承接前句的 ἄξιον εἶναι)。古典希腊语常规应为 ὅτι 引导定态从句或直接支配不定式,此处系转述句式的融合混杂。
- 5.8τὰ σκώμματα καὶ αἱ λοιδορίαι οὐδέν μοι δοκεῖ δύνασθαι
复合主语 τὰ σκώμματα καὶ αἱ λοιδορίαι 搭配了单数动词 δοκεῖ。这一单数性一致或因中性复数主语 τὰ σκώμματα(中性复数通常接单数动词)的影响,或将并列的两个名词概念视作单一整体。该句为主语人称构式:“嘲弄与辱骂在我看来毫无威力”。
- 5.11μὴ ποιήσας Ἑλληνικά
分词 ποιήσας 带有主观否定词 μή,表示方式或伴随情状(主语为色雷斯王),意为“未行希腊式之举/未表现出希腊人的仁慈”。否定词使用 μή 而非 οὐ,突出了对色雷斯国王缺乏文明宽容这一野蛮行为的主观定性与评价色彩。
