← 克劳狄乌斯·埃利安

杂闻轶事

§4.21-4.29

古代雅典人风尚与各类轶事

本篇记叙了古代雅典人的豪奢风貌与武功、因放荡而自尽的悲剧、维持友谊的箴言、妄想所有船只皆归己有的疯人逸事、厄勒克特拉的名字渊源,以及亚历山大闻听德谟克利特的无数世界之说而悲叹等各色掌故。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.21

ὅτι παιδικὰ ἐγένετο Σωκράτους μὲν Ἀλκιβιάδης, Πλάτωνος δὲ Δίων. ὁ μέντοι Δίων καὶ ἀπώνητό τι τοῦ ἐραστοῦ.

阿尔喀比亚德曾是苏格拉底所宠爱的童男,而狄翁则是柏拉图的意中人;不过狄翁也确实从他的爱人那里获益良多。

§4.22

οἱ πάλαι Ἀθηναῖοι ἁλουργῆ μὲν ἠμπείχοντο ἱμάτια, ποικίλους δὲ ἐνέδυνον χιτῶνας· κορύμβους δὲ ἀναδούμενοι τῶν ἐν τῇ κεφαλῇ τριχῶν, χρυσοῦς ἐνείροντες αὐταῖς τέττιγας καὶ κόσμον ἄλλον πρόσθετον περιαπτόμενοι χρυσοῦ προῄεσαν. καὶ ὀκλαδίας αὐτοῖς δίφρους οἱ παῖδες ὑπέφερον, ἵνα μὴ καθίζωσιν ἑαυτοὺς εἰκῇ καὶ ὡς ἔτυχε. τοιοῦτοι δὲ ὄντες τὴν ἐν Μαραθῶνι μάχην ἐνίκησαν.

从前雅典人身披紫袍,身着彩饰的短袍;他们将头上的头发挽成发髻,在其中插上金蝉,并佩戴其他黄金饰物在街头漫步。奴仆们在身后为他们搬运折叠椅,免得他们随处盲目就座。尽管他们过着这般生活,却赢得了马拉松战役的胜利。

§4.23

ὅτι Περικλέα καὶ Καλλίαν τὸν Ἱππονίκου καὶ Νικίαν τὸν Περγασῆθεν τὸ ἀσωτεύεσθαι καὶ ὁ πρὸς ἡδονὴν βίος ἐς ἀπορίαν περιέστησεν· ἐπεὶ γὰρ ἐπέλιπε τὰ χρήματα αὐτούς, οἱ τρεῖς κώνειον τελευταίαν πρόποσιν ἀλλήλοις προπιόντες ὥσπερ οὖν ἐκ συμποσίου ἀπελύσαντο.

放荡的生活和对享乐的追求,使伯里克利、希波尼科斯之子卡利亚斯以及佩尔加塞的尼基阿斯陷入了穷困。因为当他们的资财耗尽时,这三人便以毒芹汁作为互赠的最后一杯祝酒,仿佛离席一般告别了人世。

§4.24

Λεωπρέπης ὁ Κεῖος ὁ τοῦ Σιμωνίδου πατὴρ ἔτυχέ ποτε ἐν παλαίστρᾳ καθήμενος· εἶτα μειράκια πρὸς ἀλλήλους οἰκείως διακείμενα ἤρετο τὸν ἄνδρα πῶς ἂν αὐτοῖς ἡ φιλία διαμένοι μάλιστα. ὃ δὲ εἶπεν ʽἐὰν ταῖς ἀλλήλων ὀργαῖς ἐξίστασθε καὶ μὴ ὁμόσε χωροῦντες τῷ θυμῷ, εἶτα παροξύνητε ἀλλήλους κατʼ ἀλλήλων.ʼ Θράσυλλος ὁ Αἰξωνεὺς παράδοξον καὶ καινὴν ἐνόσησε μανίαν.1 ἀπολιπὼν γὰρ τὸ ἄστυ καὶ κατελθὼν ἐς τὸν Πειραιᾶ καὶ ἐνταῦθα οἰκῶν τὰ πλοῖα τὰ καταίροντα ἐν αὐτῷ πάντα ἑαυτοῦ ἐνόμιζεν εἶναι, καὶ ἀπεγράφετο αὐτὰ καὶ αὖ πάλιν ἐξέπεμπε καὶ τοῖς περισωζομένοις καὶ ἐσιοῦσιν ἐς τὸν λιμένα ὑπερέχαιρε· χρόνους δὲ διετέλεσε πολλοὺς συνοικῶν τῷ ἀρρωστήματι τούτῳ. ἐκ Σικελίας δὲ ἀναχθεὶς ὁ ἀδελφὸς αὐτοῦ παρέδωκεν αὐτὸν ἰατρῷ ἰάσασθαι, καὶ ἔπαυσεν  αὐτὸν τῆς νόσου οὗτος. ἐμέμνητο δὲ πολλάκις τῆς ἐν μανίᾳ διατριβῆς, καὶ ἔλεγε μηδέποτε ἡσθῆναι τοσοῦτον, ὅσον τότε ἥδετο ἐπὶ ταῖς μηδὲν αὐτῷ προσηκούσαις ναυσὶν ἀποσωζομέναις.

西摩尼得斯的父亲、凯奥斯岛的勒奥普瑞佩斯有一次正坐在角力学校里;几个彼此亲密的青年请教这位长者,他们的友谊如何才能最为长久。他回答道:“只要你们在彼此发怒时懂得退让,不以怒气正面相撞,从而激化彼此对立。”艾克索涅的特拉叙洛斯患上了一种奇特而罕见的狂想症。他离开内城,下到比雷埃夫斯,并在那里定居,把所有靠港的船只都当成自己的财产;他记录这些船只,再次将它们送出海,并在它们平安归来驶入港口时欢欣鼓舞。他伴随着这种痼疾度过了许多年。后来他的兄弟从西西里归来,将他交给一位医生医治,医生使他摆脱了这种疾病。但他屡次回忆起疯癫时期的生活,并且说自己一生中从未像当年看到那些与自己毫无瓜葛的船只平安驶归时那样快乐。

§4.26

Ξάνθος ὁ ποιητὴς τῶν μελῶν ʽἐγένετο δὲ οὗτος πρεσβύτερος Στησιχόρου τοῦ Ἱμεραίουʼ λέγει τὴν Ἠλέκτραν τοῦ Ἀγαμέμνονος οὐ τοῦτο ἔχειν τοὔνομα πρῶτον ἀλλὰ Λαοδίκην. ἐπεὶ δὲ Ἀγαμέμνων ἀνῃρέθη, τὴν δὲ Κλυταιμνήστραν ὁ Αἴγισθος ἔγημε καὶ ἐβασίλευσεν, ἄλεκτρον οὖσαν καὶ καταγηρῶσαν παρθένον Ἀργεῖοι Ἠλέκτραν ἐκάλεσαν διὰ τὸ ἀμοιρεῖν ἀνδρὸς καὶ μὴ πεπειρᾶσθαι λέκτρου.2

抒情诗人克桑托斯(他生活在希墨拉的斯忒西科罗斯之前)说,阿伽门农之女厄勒克特拉起初并非此名,而是叫拉奥狄刻。然而当阿伽门农被弑、埃癸斯托斯娶了克吕泰涅斯特拉并登基称王后,由于她无婚无榻,作为处女渐渐老去,因为没有丈夫且未曾经历床榻,阿尔戈斯人便称她为厄勒克特拉。

§4.27

ὅτι Παμφάης ὁ Πριηνεὺς Κροίσῳ τῷ Λυδῷ, τοῦ πατρὸς αὐτοῦ περιόντος, τριάκοντα μνᾶς ἐδωρήσατο. παραλαβὼν δὲ τὴν ἀρχὴν μεστὴν ἅμαξαν ἀργυρίου ἀπέπεμψεν αὐτῷ. "ὅτι Διογένης λαβὼν παρὰ Διοτίμου τοῦ Καρυστίου νόμισμα ὀλίγον ἔφη σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς, ἄνδρα τε καὶ οἶκον." ἐδόκει δέ πως ὁ Διότιμος μαλθακώτερος εἶναι.

普里埃涅的潘法埃斯在吕底亚人克罗索斯之父在世时,曾赠予克罗索斯三十弥那。克罗索斯即位之后,便回赠给他一整车银钱。 第欧根尼从卡律斯托斯的狄奥提莫斯那里得到一枚小钱币时,说道: “愿诸神赐予你心中所求的一切, 赐你一位丈夫和一个家园。” 因为狄奥提莫斯给人的印象颇有些柔弱女气。

§4.28

Φερεκύδης ὁ Σύριος τὸν βίον ἀλγεινότατα ἀνθρώπων κατέστρεψε, τοῦ παντὸς αὐτῷ σώματος ὑπὸ φθειρῶν ἀναλωθέντος· καὶ γενομένης αὐτῷ αἰσχρᾶς τῆς ὄψεως τὴν ἐκ τῶν συνήθων ἐξέκλινε συνουσίαν. ὁπότε δέ τις προσελθὼν ἐπυνθάνετο ὅπως διάγοι, διὰ τῆς ὀπῆς τῆς κατὰ τὴν θύραν διείρας τὸν δάκτυλον ψιλὸν γεγονότα τῆς σαρκὸς ἐπέλεγεν οὕτω διακεῖσθαι καὶ τὸ πᾶν αὐτοῦ σῶμα. λέγουσι δὲ Δηλίων παῖδες τὸν θεὸν τὸν ἐν Δήλῳ μηνίσαντα αὐτῷ τοῦτο ποιῆσαι. καθήμενον γὰρ ἐν Δήλῳ μετὰ τῶν μαθητῶν ἄλλα τε πολλά φασι περὶ τῆς ἑαυτοῦ σοφίας εἰπεῖν καὶ δὴ καὶ τοῦτο, μηδενὶ τῶν θεῶν θῦσαι, καὶ ὅμως οὐδὲν ἧττον ἡδέως βεβιωκέναι καὶ ἀλύπως, οὐ μεῖον τῶν ἑκατόμβας καταθυόντων. ὑπὲρ ταύτης οὖν τῆς κουφολογίας βαρυτάτην ζημίαν ἐξέτισεν.

叙罗斯的斐瑞居德斯经历了世间最为痛苦的死亡,因为他的整个肉体被虱子吞噬殆尽;由于面目全非、丑陋不堪,他避开了熟人的交往。每当有人走上前来询问他近况如何,他便从门上的小孔中伸出一根肉已烂尽的指头,并补充说他的整个身体亦是如此。提洛岛的人们说,提洛岛的神明因对他发怒才降下此祸。因为据说他在提洛岛与弟子们坐在一起时,夸口谈论自己的智慧,甚至声称自己未曾向任何神明献祭,然而度过的一生却丝毫不少于那些屠宰百牛大祭之人那般快乐无忧。因此,为了这轻狂放肆的言论,他付出了最为沉重的代价。

§4.29

οὐ γὰρ δὴ δύναμαι πείθειν ἐμαυτὸν μὴ γελᾶν ἐπʼ Ἀλεξάνδρῳ τῷ Φιλίππου, εἴ γε ἀπείρους ἀκούων εἶναί τινας κόσμους λέγοντος Δημοκρίτου ἐν τοῖς συγγράμμασιν ὃ δὲ ἠνιᾶτο3 μηδὲ τοῦ ἑνὸς καὶ κοινοῦ κρατῶν. πόσον δʼ ἂν ἐπʼ αὐτῷ Δημόκριτος ἐγέλασεν αὐτός, τί δεῖ καὶ λέγειν, ᾧ ἔργον τοῦτο ἦν;

我实在无法抑制自己不去嘲笑腓力之子亚历山大:他听闻德谟克利特在著作中说存在无数个世界,却因连这一个共同的世界都尚未征服而深感悲伤。至于以嘲讽为业的德谟克利特本人若是见了他,又不知会笑得多厉害,这又何须多言呢?

语法注3 条
  1. 4.25παράδοξον καὶ καινὴν ἐνόσησε μανίαν

    动词 ἐνόσησε(源自 νοσέω,意为“患病”)带有名词 μανίαν 作为同族宾格(cognate accusative),意为“患上了狂想症”。形容词 παράδοξον καὶ καινὴν 修饰该宾格。

  2. 4.26διὰ τὸ ἀμοιρεῖν ἀνδρὸς καὶ μὴ πεπειρᾶσθαι λέκτρου

    介词 διά 连同冠词不定式(τό 搭配 ἀμοιρεῖν 和 πεπειρᾶσθαι)构成原因短语,意为“因为没有丈夫且未曾经历床榻”。此处作者运用了民间词源学,将 Ἠλέκτρα 解释为否定前缀 ἀ- 与 λέκτρον(床榻、婚姻)的组合。

  3. 4.29εἴ γε ἀπείρους ἀκούων εἶναί τινας κόσμους λέγοντος Δημοκρίτου ἐν τοῖς συγγράμμασιν ὃ δὲ ἠνιᾶτο

    由 εἴ γε(“若是……”)引导的从句结构。分词 ἀκούων 与主语(亚历山大)一致,其听闻的对象由带分词的属格 λέγοντος Δημοκρίτου 充当,后者又带有一个宾格加不定式结构(ἀπείρους... εἶναί τινας κόσμους)。代词 ὃ δέ 则以复指方式连接从句的主要谓语 ἠνιᾶτο(带主句连接词 δέ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:4.21-4.29