- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:4.6-4.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了保全雅典的神谕、恶人死后不得安歇的命运、诸多命运逆转的史例(斯巴达、狄奥尼修斯、阿敏塔斯等),以及柏拉图在奥林匹亚隐名交往的谦逊作风与其对亚里士多德忘恩的讽谕。
ὅτι ἡνίκα ἐβούλοντο Λακεδαιμόνιοι τὴν Ἀθηναίων ἀφανίσαι πόλιν, ἠρώτησαν τὸν θεόν· καὶ ἀπεκρίνατο τὴν κοινὴν ἑστίαν τῆς Ἑλλάδος μὴ κινεῖν.1
当拉刻代蒙人想要毁灭雅典人的城邦时,他们求问了神谕;神回答说,不可触动全希腊共有的祭灶。
οὐκ ἦν ἄρα τοῖς κακοῖς οὐδὲ τὸ ἀποθανεῖν κέρδος, ἐπεὶ μηδὲ τότε ἀναπαύονται· ἀλλʼ ἢ παντελῶς ἀμοιροῦσι ταφῆς, ἢ καὶ ἐὰν φθάσωσι ταφέντες, ὅμως καὶ ἐκ τῆς τελευταίας τιμῆς καὶ τοῦ κοινοῦ πάντων σωμάτων ὅρμου καὶ ἐκεῖθεν ἐκπίπτουσι. Λακεδαιμόνιοι γοῦν Παυσανίαν μηδίσαντα οὐ μόνον λιμῷ ἀπέκτειναν, ἀλλὰ γὰρ καὶ τὸν νεκρὸν ἐξέβαλον αὐτοῦ ἐκτὸς τῶν ὅρων, φησὶν Ἐπιτιμίδης.
由此可见,对恶人而言,连死亡也算不上是一种解脱,因为他们即便在死后亦不得安歇;他们要么完全无缘于埋葬,要么纵然得以先行安葬,却依然会被从最后的尊荣以及一切肉身共同的避风港中抛掷出来。至少拉刻代蒙人不仅以饥饿处死了通敌波斯的鲍萨尼亚斯,而且正如埃庇提米德斯所言,还将他的尸体弃置于国境之外。
εἶτα τίς οὐκ οἶδε τὰς τῆς τύχης μεταβολὰς ὀξυρρόπους καὶ ταχείας; Λακεδαιμόνιοι γοῦν Θηβαίων ἄρξαντες αὐτοὶ πάλιν ὑπʼ ἐκείνων οὕτως ἐχειρώθησαν, ὡς τοὺς Θηβαίους μὴ μόνον ἐς Πελοπόννησον ἀφικέσθαι, ἀλλὰ γὰρ καὶ τὸν Εὐρώταν διελθεῖν καὶ τὴν τῶν Λακεδαιμονίων τεμεῖν χώραν. καὶ ὀλίγου καὶ τὴν πόλιν κατέλαβον, εἰ μὴ Ἐπαμεινώνδας ἔδεισε2 μὴ Πελοποννήσιοι πάντες συμπνεύσωσι καὶ ὑπὲρ τῆς Σπάρτης ἀγωνίσωνται. Διονύσιος ὁ τύραννος καταστὰς ὑπὸ Καρχηδονίων ἐς πολιορκίαν, οὐδεμιᾶς αὐτῷ σωτηρίας ὑποφαινομένης, αὐτὸς μὲν ἄθυμος ἦν καὶ ὑπενενόει δρασμόν. τῶν δὲ ἑταίρων αὐτῷ τις, Ἐλλοπίδης ὄνομα, προσελθὼν ἔφατο ʽὦ Διονύσιε, καλὸν ἐντάφιον ἡ τυραννίς.ʼ αἰδεσθεὶς οὖν ἐπὶ τούτῳ ἀνερρώσθη τὴν γνώμην, καὶ σὺν ὀλίγοις παμπόλλας μυριάδας κατηγωνίσατο, ἀλλὰ καὶ τὴν ἀρχὴν μείζω ἐποίησεν. καὶ Ἀμύντας δὲ ὁ Μακεδὼν ἡττηθεὶς ὑπὸ τῶν προσοίκων βαρβάρων καὶ ἀποβαλὼν τὴν ἀρχὴν γνώμην μὲν εἶχεν ὡς καὶ ἀπολείψων τὴν χώραν τελέως· ἠγάπα γὰρ εἰ δυνηθείη διασῶσαι αὑτὸν γοῦν μόνον. ἐπεὶ δὲ ἐν τούτοις ἦν, ἔφατό τις πρὸς αὐτὸν τὴν Ἐλλοπίδου φωνήν. καὶ μικρὸν χῶρον καταλαβὼν καὶ ἀθροίσας ὀλίγους στρατιώτας ἀνεκτήσατο τὴν ἀρχήν. ὅτι τὸν Ὦχον οἱ Αἰγύπτιοι τῇ ἐπιχωρίῳ φωνῇ Ὄνον ἐκάλουν, τὸ νωθὲς αὐτοῦ τῆς γνώμης ἐκ τῆς ἀσθενείας τοῦ ζῴου διαβάλλοντες. ἀνθʼ ὧν ἐκεῖνος τὸν Ἆπιν πρὸς βίαν κατέθυσεν Ὄνῳ. Δίων ὁ Ἱππαρίνου, φυγὰς ὢν ὑπὸ Διονυσίου, μετὰ δισχιλίων στρατιωτῶν αὖθις κατεπολέμησε, καὶ ὃ πρότερον αὐτὸς ἦν, τοῦτο ἐκεῖνον εἰργάσατο, φυγάδα. Συρακόσιοι δὲ ἐννέα τριήρεσι πρὸς ἑκατὸν καὶ πεντήκοντα τὰς τῶν Καρχηδονίων παραταξάμενοι κατὰ πολὺ ἐκράτησαν.
又有谁不知命运的变迁是何等急剧而迅速呢?拉刻代蒙人起初统治了忒拜人,随后却反过来被忒拜人制伏,以至于忒拜人不仅进军伯罗奔尼撒,甚至横渡欧罗塔斯河并蹂躏了拉刻代蒙人的国土。若非伊巴密浓达担忧伯罗奔尼撒全境之人会同心协力为斯巴达而战,他们差一点就攻占了这座城池。僭主狄奥尼修斯遭迦太基人包围时,眼前毫无生路,自己心灰意冷并萌生逃意。他的一位名叫埃罗庇德斯的同伴走上前对他说:“狄奥尼修斯啊,僭主统治是一件华美的裹尸布。”他为此感到羞愧,遂重振意气,仅凭少数人便击溃了数以万计的敌军,甚至还扩大了自己的领地。马其顿的阿敏塔斯在被邻近的蛮族击败并丧失统治权时,亦曾打算彻底放弃这片国土;因为若能仅保全自身性命,他便已心满意足。当他陷于此境时,有人向他说出了埃罗庇德斯的那句话。于是他占据了一小块据点,召集起少数兵士,重新夺回了政权。埃及人在本土语言中称奥库斯为“驴”,以此兽的软弱来讥讽其心智的迟钝。作为报复,奥库斯强行将阿庇斯牛宰杀献祭给驴。希帕里诺斯之子狄翁虽遭狄奥尼修斯流放,却率领两千兵士卷土重来,令对方沦落为自己先前的处境,成了一名流亡者。叙拉古人以九艘三列桨战船迎战迦太基人的一百五十艘战船,大获全胜。
Πλάτων ὁ Ἀρίστωνος ἐν Ὀλυμπίᾳ συνεσκήνωσεν ἀγνῶσιν ἀνθρώποις, καὶ αὐτὸς ὢν αὐτοῖς ἀγνώς. οὕτως δὲ αὐτοὺς ἐχειρώσατο καὶ ἀνεδήσατο τῇ συνουσίᾳ, συνεστιώμενός τε αὐτοῖς ἀφελῶς καὶ συνδιημερεύων ἐν πᾶσιν, ὡς ὑπερησθῆναι τοὺς ξένους τῇ τοῦ ἀνδρὸς συντυχίᾳ. οὔτε δὲ Ἀκαδημείας ἐμέμνητο οὔτε Σωκράτους· αὐτό γε μὴν τοῦτο ἐνεφάνισεν αὐτοῖς, ὅτι καλεῖται Πλάτων. ἐπεὶ δὲ ἦλθον ἐς τὰς Ἀθήνας, ὑπεδέξατο αὐτοὺς εὖ μάλα φιλοφρόνως. καὶ οἱ ξένοι ʽἄγεʼ εἶπον ʽὦ Πλάτων, ἐπίδειξον ἡμῖν καὶ τὸν ὁμώνυμόν σου, τὸν Σωκράτους ὁμιλητήν, καὶ ἐπὶ τὴν Ἀκαδήμειαν ἥγησαι τὴν ἐκείνου, καὶ σύστησον τῷ ἀνδρί, ἵνα τι καὶ αὐτοῦ ἀπολαύσωμεν.ʼ ὃ δὲ ἠρέμα ὑπομειδιάσας, ὥσπερ οὖν καὶ εἰώθει, ʽἀλλʼ ἐγὼʼ φησίν ʽαὐτὸς ἐκεῖνός εἰμι.ʼ οἳ δὲ ἐξεπλάγησαν εἰ τὸν ἄνδρα ἔχοντες μεθʼ ἑαυτῶν τὸν τοσοῦτον ἠγνόησαν,3 ἀτύφως αὐτοῦ συγγενομένου καὶ ἀνεπιτηδεύτως αὐτοῖς καὶ δείξαντος ὅτι δύναται καὶ ἄνευ τῶν συνήθων λόγων χειροῦσθαι τοὺς συνόντας. Ὁ Πλάτων τὸν Ἀριστοτέλη ἐκάλει Πῶλον. τί δὲ ἐβούλετο αὐτῷ τὸ ὄνομα ἐκεῖνο; δηλονότι ὡμολόγηται τὸν πῶλον, ὅταν κορεσθῇ τοῦ μητρῴου γάλακτος, λακτίζειν τὴν μητέρα. ᾐνίττετο οὖν καὶ ὁ Πλάτων ἀχαριστίαν τινὰ τοῦ Ἀριστοτέλους. καὶ γὰρ ἐκεῖνος μέγιστα ἐς φιλοσοφίαν παρὰ Πλάτωνος λαβὼν σπέρματα καὶ ἐφόδια, εἶτα ὑποπλησθεὶς τῶν ἀρίστων καὶ ἀφηνιάσας, ἀντῳκοδόμησεν αὐτῷ διατριβὴν καὶ ἀντιπαρεξήγαγεν ἐν τῷ περιπάτῳ ἑταίρους ἔχων καὶ ὁμιλητάς, καὶ ἐγλίχετο ἀντίπαλος εἶναι Πλάτωνι.
阿里斯同之子柏拉图在奥林匹亚与互不相识的人共居一帐,他于他们亦是素昧平生。但他以平易近人的态度与他们共餐,凡事皆整日相伴,以其交游深得众人之心,致使客人们为与此人的相遇而欣喜若狂。他既未提及学园,亦未提及苏格拉底;他向他们表明的仅此而已:他名叫柏拉图。当他们来到雅典时,柏拉图极其热情地款待了他们。客人们说道:“来吧,柏拉图,把你的同名者、苏格拉底的门徒也引荐给我们吧,领我们去他的学园,将我们介绍给那个人,好让我们从他那里也能有所收益。”他如往常一样微微一笑,说道:“但我自己正是那个人。”客人们大为惊愕,竟不知身边伴有如此伟大的人物,盖因他同他们交往时毫无傲慢与做作,并表明即便无需惯常的高谈阔论,他亦能征服身边的同伴。柏拉图常称亚里士多德为“小马驹”。这个称号对他而言有何寓意?显然人们公认,小马驹在吃饱了母乳之后便会踢母亲。因此柏拉图亦是在暗指亚里士多德的某种忘恩负义。盖因亚里士多德从柏拉图那里获得了通往哲学的最伟大的种子与给养,随后吸纳了至善之理便桀骜不驯,建立学舍与他分庭抗礼,在逍遥学派的林荫道上带领同门与门徒抗衡讲学,力图成为柏拉图的对手。
- 4.6τὴν κοινὴν ἑστίαν τῆς Ἑλλάδος μὴ κινεῖν
间接引语中的命令/禁止不定式结构。动词 ἀπεκρίνατο(回答)带有命令含义,后接带有否定词 μή 的不定式 μὴ κινεῖν(不可触动),τὴν κοινὴν ἑστίαν 为其宾语。
- 4.8καὶ ὀλίγου καὶ τὴν πόλιν κατέλαβον, εἰ μὴ Ἐπαμεινώνδας ἔδεισε
带有副词性属格 ὀλίγου(差一点,源自 ὀλίγου δεῖν 的省略)的过去与事实相反虚拟句。主句直接使用直陈式过去时 κατέλαβον(不带 ἄν,修辞上表现动作的迫近与险象),与条件从句 εἰ μὴ ... ἔδεισε(若非……担忧)呼应,意为“差一点就攻占了该城”。
- 4.9οἳ δὲ ἐξεπλάγησαν εἰ τὸν ἄνδρα ἔχοντες μεθʼ ἑαυτῶν τὸν τοσοῦτον ἠγνόησαν
连词 εἰ 用于表示情感与惊异的动词(ἐξεπλάγησαν)之后。在此代替 ὅτι,婉转而强调地引出令人难以置信的事实作为惊愕的原因(“惊异于他们竟……”)。
