- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:4.1-4.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中列举了异邦各民族奇特的法律与习俗,叙述了艺术家的自矜、画艺比较及忒拜的艺术法令,并记录了古代英雄与君王知恩图报的诸多例证。
λέγει τις νόμος Λευκανῶν, ἐὰν ἡλίου δύντος ἀφίκηται ξένος καὶ παρελθεῖν ἐθελήσῃ ἐς στέγην τινός, εἶτα μὴ δέξηται τὸν ἄνδρα, ζημιοῦσθαι αὐτὸν καὶ ὑπέχειν δίκας τῆς κακοξενίας ἐμοὶ δοκεῖν1 καὶ τῷ ἀφικομένῳ καὶ τῷ Ξενίῳ Διί. ὅτι Δαρδανεῖς τοὺς ἀπὸ τῆς Ἰλλυρίδος ἀκούω τρὶς μόνον λούεσθαι παρὰ πάντα τὸν ἑαυτῶν βίον, ἐξ ὠδίνων καὶ γαμοῦντας καὶ ἀποθανόντας. Ἰνδοὶ οὔτε δανείζουσιν οὔτε ἴσασι δανείζεσθαι. ἀλλʼ οὐδὲ θέμις ἄνδρα Ἰνδὸν οὔτε ἀδικῆσαι οὔτε ἀδικηθῆναι. διὸ οὐδὲ ποιοῦνται συγγραφὴν ἢ παρακαταθήκην. νόμος ἐστὶ Σαρδῷος, τοὺς ἤδη γεγηρακότας τῶν πατέρων οἱ παῖδες ῥοπάλοις τύπτοντες ἀνῄρουν καὶ ἔθαπτον, αἰσχρὸν ἡγούμενοι τὸν λίαν ὑπέργηρων ὄντα ζῆν ἔτι, ὡς πολλὰ ἁμαρτάνοντος τοῦ σώματος τοῦ διὰ τὸ γῆρας πεπονηκότος. τῶν δὲ αὐτῶν ἐστι νόμος τοιοῦτος. ἀργίας ἦσαν δίκαι, καὶ τὸν εἰκῆ ζῶντα ἔδει κρίνεσθαι καὶ διδόναι τὰς εὐθύνας ἀποδεικνύντα ὁπόθεν ζῇ. Ἀσσύριοι τὰς ὡραίας γάμου παρθένους ἀθροίσαντες ἔς τινα πόλιν ἀγορὰν αὐτῶν προκηρύττουσι καὶ ἕκαστος ἣν ἂν πρίηται ἀπάγει νύμφην. Βύβλιος ἀνὴρ ἐν ὁδῷ περιτυχὼν οὐδὲν ὧν μὴ κατέθετο ἀναιρεῖται· οὐ γὰρ ἡγεῖται τὸ τοιοῦτον εὕρημα ἀλλὰ ἀδίκημα. Δερβίκκαι τοὺς ὑπὲρ ἑβδομήκοντα ἔτη βεβιωκότας ἀποκτείνουσι, τοὺς μὲν ἄνδρας καταθύοντες, ἀπάγχοντες δὲ τὰς γυναῖκας. Κόλχοι δὲ τοὺς νεκροὺς ἐν βύρσαις θάπτουσι, καὶ καταρράψαντες ἐκ τῶν δένδρων ἐξαρτῶσι. Λυδοῖς ἦν ἔθος πρὸ τοῦ συνοικεῖν τὰς γυναῖκας ἀνδράσιν ἑταιρεῖν, ἅπαξ δὲ καταζευχθείσας σωφρονεῖν· τὴν δὲ ἁμαρτάνουσαν ἐς ἕτερον συγγνώμης τυχεῖν ἀδύνατον ἦν.
卢卡尼亚人的一条法令规定,若在日落之后有异乡人到来,并意欲进入某人家中借宿,而主人随后并未接纳此人,则其须受罚金之惩,依我之见,还要向那来客以及主管待客的宙斯偿付怠慢客人的罪责。我听说伊利里亚的达耳达尼亚人终其一生仅沐浴三次:出生时、结婚时和去世时。印度人既不放贷,亦不知如何借贷;印度人行不义或遭不义,均属不合礼法。因此他们既不立契约,亦不立信托押券。撒丁人有一项法令:儿子们要用棍棒击打早已年迈的父亲致死并将其埋葬,他们认为过度衰老之人继续苟活是可耻的,因为衰老致疾的肉体会犯下诸多过失。同一民族还有这样一条法令:设有怠惰之诉,无所事事度日者必须受审,并须交代生计来源以接受审查。亚述人将适婚年龄的处女聚集到某座城中,宣告开市拍卖她们,每个人将自己买下的女子作为新娘领走。比布鲁斯人若在路上偶遇失物,凡非自己所放下的,一概不加拾取;因为他认为这样的拾得之物并非横财,而是一种不义。德尔比克人处死年逾七十岁之人,将男子作为祭品宰杀,而将女子绞死。科尔基斯人将尸体裹在兽皮中埋葬,缝合后悬挂在树木上。吕底亚人曾有一种风俗:女子在与男子同居成婚前须从事卖笑,然而一旦出嫁便须恪守妇道;凡与他人犯有过失者,绝无可能获得宽恕。
Νικόστρατον τὸν κιθαριστὴν λόγος τις περίεισι λέγων2 Λαοδόκῳ τῷ κιθαρῳδῷ διαφερόμενον ὑπὲρ μουσικῆς εἰπεῖν ὅτι ἄρα ἐκεῖνος μέν ἐστιν ἐν μεγάλῃ τῇ τέχνῃ μικρός, αὐτὸς δὲ ἐν μικρᾷ μέγας. οὐ μόνον δὲ ἄρα ἐστὶ σεμνὸν οἰκίαν αὐξῆσαι καὶ πλοῦτον, ἀλλὰ γὰρ καὶ τέχνην, εἴ γέ τι δεῖ προσέχειν Νικοστράτῳ εὖ καὶ καλῶς τοῦτο εἰπόντι.
关于琴师尼科斯特拉托斯流传着这样一种说法:相传他在与琴歌艺人劳多科斯就音乐问题发生争执时曾说,对方在大技艺中实属平庸之辈,而自己则在小技艺中堪称大家。可见,不仅光大门第、增殖财富是尊贵的,提高技艺亦复如是——如果说确实应当对妥帖而巧妙地说出这番话的尼科斯特拉托斯稍加留意的话。
Πολύγνωτος ὁ Θάσιος καὶ Διονύσιος ὁ Κολοφώνιος γραφέε ἤστην. καὶ ὁ μὲν Πολύγνωτος ἔγραφε τὰ μεγάλα, καὶ ἐν τοῖς τελείοις εἰργάζετο τὰ ἆθλα· τὰ δὲ τοῦ Διονυσίου πλὴν τοῦ μεγέθους τὴν τοῦ Πολυγνώτου τέχνην ἐμιμεῖτο ἐς τὴν ἀκρίβειαν, πάθος καὶ ἦθος καὶ σχημάτων χρῆσιν καὶ ἱματίων λεπτότητας καὶ τὰ λοιπά.
萨索斯的波利格诺托斯与科洛封的狄奥尼修斯皆为画家。波利格诺托斯描绘宏大题材,在浑成完备之作中展现功力;而狄奥尼修斯的作品除规模之外,在精细度上全然摹仿波利格诺托斯的技艺,诸如情感、神态、姿态的运用、衣褶的纤细等等。
ἀκούω κεῖσθαι νόμον Θήβησι προστάττοντα τοῖς τεχνίταις καὶ τοῖς γραφικοῖς καὶ τοῖς πλαστικοῖς ἐς τὸ κρεῖττον τὰς εἰκόνας μιμεῖσθαι. ἀπειλεῖ δὲ ὁ νόμος τοῖς ἐς τὸ χεῖρόν ποτε ἢ πλάσασιν ἢ γράψασι ζημίαν τὸ τίμημα δρᾶν.
我听说忒拜立有一项法令,责令工匠、画师与雕塑家将肖像摹仿得比真人更为优美。这项法令警告那些凡将肖像塑造或绘制得更丑的人,将对他们处以罚金作为惩戒。
εὐεργεσιῶν ἀπεμνήσθησαν καὶ χάριτας ὑπὲρ αὐτῶν ἀπέδοσαν Θησεὺς μὲν Ἡρακλεῖ. Ἀιδωνέως γὰρ αὐτὸν τοῦ Μολοττῶν βασιλέως δήσαντος, ὅτε ἐπὶ τὴν γυναῖκα αὐτοῦ ἦλθε μετὰ Πειρίθου ἁρπασόμενος αὐτὴν ὁ Θησεύς ʽοὐχ ἑαυτῷ σπουδάζων τὸν γάμον, ἀλλὰ γὰρ τῇ τοῦ Πειρίθου χάριτι τοῦτο δράσασʼ Ἡρακλῆς ἐς τοὺς Μολοττοὺς ἀφικόμενος ἐρρύσατο τὸν Θησέα, καὶ διὰ ταῦτα ἐκεῖνος αὐτῷ βωμὸν ἀνέστησε. καὶ οἱ ἑπτὰ ἐπὶ Θήβας Πρώνακτι καὶ ἐκεῖνοι χάριτας ἀπέδοσαν. διὰ γὰρ αὐτοὺς ἀπολομένου τοῦ Πρώνακτος τὸν ἀγῶνα ἔθεσαν ἐπʼ αὐτῷ, ὃν οἱ πολλοὶ οἴονται ἐπʼ Ἀρχεμόρῳ τεθῆναι ἐξ ἀρχῆς. καὶ Ἡρακλῆς δὲ ἀπέδωκε χάριτας Νέστορι. Νηλέως γὰρ αὐτὸν οὐ βουλομένου καθῆραι, οἱ μὲν ἄλλοι παῖδες σύμψηφοι ἦσαν τῷ Νηλεῖ, ὁ δὲ Νέστωρ οὐχί. καὶ διὰ ταῦτα ἑλὼν τὴν Πύλον Ἡρακλῆς τὸν μὲν Νηλέα καὶ τοὺς ἄλλους αὐτοῦ παῖδας ἀπέκτεινεν, οὐ μόνον δὲ ἐφείσατο Νέστορος, ἀλλὰ καὶ τὴν βασιλείαν τὴν πατρῴαν ἔχειν ἔδωκε. καὶ Ἀθηναῖοι δὲ πανδημεὶ τοῖς Ἡρακλέους ἀπογόνοις ἀπέτισαν χάριτας. ἐπεὶ γὰρ καὶ ἐκείνων ὁ προπάτωρ εὐεργέτης ἐγένετο τοῦ Θησέως, οἱ Ἀθηναῖοι διὰ ταῦτα κατήγαγον αὐτοὺς ἐς Πελοπόννησον. καὶ Ἡρακλῆς δὲ ἀπέδωκε χάριτας τοῖς ἐκ Κλεωνῶν τριακοσίοις καὶ ἑξήκοντα. τούτοις γὰρ ἐπὶ τοὺς Μολιονίδας συστρατεύσασιν αὐτῷ καὶ ἀποθανοῦσιν εὖ καὶ καλῶς ἀπέστη τῶν ἐν Νεμέᾳ τιμῶν, ἃς ἔλαβε παρὰ τῶν Νεμέων, ὅτε τὸν ἐπιχωριάζοντα αὐτοῖς καὶ λυμαινόμενον αὐτῶν τὰ ἔργα ἐχειρώσατο λέοντα. καὶ Μενεσθεὺς δὲ ὁ Πετεῶο περὶ τοὺς Τυνδαρίδας οὐκ ἐγένετο ἀχάριστος. ἐκβαλόντες γὰρ ἐκεῖνοι τοὺς Θησέως υἱοὺς καὶ τὴν μητέρα τὴν Θησέως Αἶθραν αἰχμάλωτον λαβόντες ἔδωκαν τὴν βασιλείαν τῷ Μενεσθεῖ. διὰ ταῦτα πρῶτος ὁ Μενεσθεὺς Ἄνακτάς τε καὶ Σωτῆρας ὠνόμασε. καὶ Δαρεῖος δὲ ὁ Ὑστάσπου παρὰ Συλοσῶντος λαβὼν ἱμάτιον ἔτι ἰδιώτης ὢν, ὅτε ἐγκρατὴς ἐγένετο τῆς βασιλείας, ἔδωκεν αὐτῷ τῆς πατρίδος τὴν ἀρχὴν τῆς Σάμου, χρύσεα χαλκείων3 φαίη τις ἄν.
凡铭记恩德并予以图报者:忒修斯对赫拉克勒斯便是如此。盖因摩罗西亚人之王艾多纽斯将其囚禁时(当时忒修斯与珀里托俄斯一同前去抢夺其妻——他并非急于为自己谋求这门婚事,而是出于对珀里托俄斯的情分行此举),赫拉克勒斯亲赴摩罗西亚人之地解救了忒修斯,为此忒修斯为他立了祭坛。进攻忒拜的七将亦向普罗纳克斯酬谢恩德;盖因普罗纳克斯为他们而亡,他们便为他设立了竞技会——多数人以为这项赛事起初是为阿尔克摩洛斯所设的。赫拉克勒斯亦酬报了涅斯托尔:盖因涅琉斯不愿为其行洗雪净化之礼时,其他儿子皆附议涅琉斯,唯独涅斯托尔不然。因此赫拉克勒斯攻克皮洛斯后,诛杀了涅琉斯及其余诸子,但不仅饶恕了涅斯托尔,还将祖传的王国授其掌管。雅典人举国上下亦向赫拉克勒斯的后嗣酬谢恩德;盖因其先祖亦曾施恩于忒修斯,雅典人因此送他们重返伯罗奔尼撒。赫拉克勒斯亦酬报了来自克勒奥奈的三百六十人:盖因他们与他同征莫利奥尼得兄弟而阵亡,赫拉克勒斯便公允而恰当地让出了在涅墨亚所享有的尊荣——这是他降伏了盘踞当地且蹂躏其田产的巨狮时从涅墨亚人处获得的。佩特俄斯之子墨涅斯透斯对堤达瑞俄斯的诸子亦未曾忘恩;盖因彼等驱逐了忒修斯的诸子,并将忒修斯之母埃特拉掳为战俘后,将王位授予了墨涅斯透斯。为此墨涅斯透斯率先称他们为“君主”与“救主”。而希斯塔斯佩斯之子大流士尚为布衣平民时,曾从绪洛松处获赠一件披风,待其登基掌握王位后,便将绪洛松的故土萨摩斯的统治权赐予了他——人们或会说,真可谓“以金换铜”了。
- 4.1ἐμοὶ δοκεῖν
绝对不定式短语,用作插入成分,意为“依我之见”或“在我看来”,限定后文承受赔偿的与格对象。
- 4.2Νικόστρατον τὸν κιθαριστὴν λόγος τις περίεισι λέγων
句首的宾格短语“Νικόστρατον τὸν κιθαριστὴν”是不定式“εἰπεῖν”的逻辑主语,整体由分词“λέγων”所统辖的“宾格加不定式”结构引导,人物被前置在主句主语“λόγος τις”之前。
- 4.5χρύσεα χαλκείων
典出《伊利亚特》卷六第236行之成语短语,以“以金换铜”比喻回报之优厚远超所得之恩惠,充当潜势表达“φαίη τις ἄν”所引述的内容。
