← 克劳狄乌斯·埃利安

杂闻轶事

§4.10-4.16

伯里克利的审慎、节制与疾病之益

本节记述了伯里克利对民众的审慎逢迎、伊壁鸠鲁的知足安贫、财富的流失、疾病对希厄隆与斯特拉同等人带来的意外益处,以及不同交往对象对人品性的塑造作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.10

εἶτα οὐκ ἦν τοῦ δήμου τοῦ Ἀθηναίων θεραπευτικὸς ὁ Ξανθίππου Περικλῆς; ἐμοὶ μὲν δοκεῖ. ὁσάκις γοῦν ἔμελλεν ἐς τὴν ἐκκλησίαν παριέναι, ηὔχετο μηδὲν αὑτῷ ῥῆμα ἐπιπολάσαι τοιοῦτον, ὅπερ οὖν ἔμελλεν ἐκτραχύνειν τὸν δῆμον, πρόσαντες αὐτῷ γενόμενον καὶ ἀβούλητον δόξαν.1

那么,克珊提波斯之子伯里克利难道不曾迎合雅典民众吗?在我看来确实如此。每当他准备登上公民大会发言时,他便祈祷自己口中绝不要冒出任何可能激怒民众的话语,以免对他们显得刺耳并被视为不受欢迎。

§4.11

Διογένης ἔλεγε καὶ τὸν Σωκράτην αὐτὸν τρυφῆσαι· περιειργάσθαι γὰρ καὶ τῷ οἰκιδίῳ καὶ τῷ σκιμποδίῳ καὶ ταῖς βλαύταις δὲ αἷσπερ οὖν ἐχρῆτο Σωκράτης ἔστιν ὅτε.

第欧根尼曾说,就连苏格拉底本人也沉湎于奢靡之中;因为他甚至对他那狭小的屋舍、简陋的小床,以及他偶尔所穿的皮鞋都倾注了过多的讲究。

§4.12

ὁ Ζεῦξις ὁ Ἡρακλεώτης ὅτε τὴν Ἑλένην ἔγραψε, πολλὰ ἐχρηματίσατο ἐκ τούτου τοῦ γράμματος· οὐ γὰρ εἰκῇ καὶ ὡς ἔτυχε τοὺς βουλομένους ἀνέδην εἴα ὁρᾶν αὐτήν, ἀλλʼ ἔδει ῥητὸν ἀργύριον καταβαλεῖν, εἶτα οὕτω θεάσασθαι. ὡς οὖν μίσθωμα τοῦ Ἡρακλεώτου λαμβάνοντος ὑπὲρ τῆς γραφῆς, ἐκάλουν οἱ τότε Ἕλληνες ἐκείνην τὴν Ἑλένην Ἑταίραν.

赫拉克利亚的宙克西斯在绘制《海伦》时,凭借这幅画大赚了一笔;因为他并不任由想看的人随便胡乱地观赏,而是规定必须交纳一定数额的银钱,然后方可瞻仰。因此,由于这名赫拉克利亚人因观画而收取报酬,当时的希腊人遂称那幅《海伦》为“名妓”。

§4.13

Ἐπίκουρος ὁ Γαργήττιος ἐκεκράγει λέγων ʽᾧ ὀλίγον οὐχ ἱκανόν, ἀλλὰ τούτῳ γε οὐδὲν ἱκανόν.ʼ ἔλεγε δὲ ἑτοίμως ἔχειν καὶ τῷ Διὶ ὑπὲρ εὐδαιμονίας διαγωνίζεσθαι, μάζαν ἔχων καὶ ὕδωρ. ταῦτα μὲν οὖν ἐννοῶν  ὁ Ἐπίκουρος τί βουλόμενος ἐπῄνει τὴν ἡδονήν, εἰσόμεθα ἄλλοτε.

加尔盖托斯的伊壁鸠鲁曾大声宣称:“凡视微少为不足者,则无一物能使其满足。”他还说,只要有大麦饼和清水,他随时准备就幸福与宙斯一决高下。怀有此类见解的伊壁鸠鲁究竟是出于何种用意去称赞快乐,我们将在另一次论及。

§4.14

πολλάκις τὰ κατʼ ὀβολὸν μετὰ πολλῶν πόνων συναχθέντα χρήματα κατὰ τὸν Ἀρχίλοχον εἰς πόρνης γυναικὸς ἔντερον καταρρέει. ὥσπερ γὰρ ἐχῖνον λαβεῖν μὲν ῥᾴδιον συνέχειν δὲ χαλεπόν, οὕτω καὶ τὰ χρήματα. καὶ Ἀναξαγόρας ἐν τῷ περὶ βασιλείας φησὶ χαλεπὸν χρήματα συναγείρασθαι, χαλεπώτερον δὲ φυλακὴν τούτοις περιθεῖναι.

诚如阿耳基洛科斯所言,历经千辛万苦一文一钱积攒起来的财富,往往会流进娼妓的肚腹之中。因为金钱正如海胆一般,抓取虽易,持守却难。阿那克萨哥拉亦在《论王权》中说,聚敛财富固然艰难,但为其筑起防备却更加不易。

§4.15

Ἱέρωνά φασι τὸν Σικελίας τύραννον τὰ πρῶτα ἰδιώτην εἶναι καὶ ἀνθρώπων ἀμουσότατον, καὶ τὴν ἀγροικίαν ἀλλὰ μηδὲ κατʼ ὀλίγον τοῦ ἀδελφοῦ διαφέρειν τοῦ Γέλωνος·2 ἐπεὶ δὲ αὐτῷ συνηνέχθη νοσῆσαι, μουσικώτατος ἀνθρώπων ἐγένετο, τὴν σχολὴν τὴν ἐκ τῆς ἀρρωστίας ἐς ἀκούσματα πεπαιδευμένα καταθέμενος. ῥωσθεὶς οὖν Ἱέρων συνῆν Σιμωνίδῃ τῷ Κείῳ καὶ Πινδάρῳ τῷ Θηβαίῳ καὶ Βακχυλίδῃ τῷ Ἰουλιήτῃ. ὁ δὲ Γέλων ἄνθρωπος ἄμουσος. μουσικώτατον δὲ λέγουσι καὶ Πτολεμαῖον γενέσθαι τὸν δεύτερον καὶ αὐτὸν νοσήσαντα. λέγει δὲ καὶ Πλάτων τὸν Θεάγην φιλοσοφῆσαι διʼ οὐδὲν ἄλλο ἢ διὰ τὴν νοσοτροφίαν· εἴργουσα γὰρ αὐτὸν ἐκείνη τῶν πολιτικῶν συνήλασεν ἐς τὸν τῆς σοφίας ἔρωτα. τίς δὲ οὐκ ἂν νοῦν ἔχων συνηύξατο καὶ Ἀλκιβιάδῃ νόσον καὶ Κριτίᾳ καὶ Παυσανίᾳ τῷ Λακεδαιμονίῳ καὶ ἄλλοις; Ἀλκιβιάδῃ μὲν καὶ Κριτίᾳ, ἵνα μὴ ἀποδράντες Σωκράτους ὃ μὲν ὑβριστὴς γένηται καὶ ποτὲ μὲν φιλολάκων, ποτὲ δὲ βοιωτιάζῃ τὸν τρόπον καὶ αὖ πάλιν θετταλίζῃ καὶ τοῖς Μήδων καὶ Περσῶν ἀρέσκηται ἐν Φαρναβάζου γενόμενος· τυραννικώτατος δὲ καὶ φονικώτατος ὁ Κριτίας γενόμενος καὶ τὴν πατρίδα ἐλύπησε πολλὰ καὶ αὐτὸς μισούμενος τὸν βίον κατέστρεψε. Καὶ Στράτων δὲ ὁ Κορράγου ἐς δέον ἔοικε νοσῆσαι· εὖ γὰρ γένους ἥκων εὖ δὲ καὶ πλούτου3 οὐκ ἐγυμνάζετο. καμὼν δὲ τὸν σπλῆνα καὶ θεραπείας δεηθεὶς τῆς ἐκ τῶν γυμνασίων, τὰ μὲν πρῶτα ὅσον ἐς τὸ ὑγιᾶναι ἐχρῆτο αὐτοῖς· χωρῶν δὲ ἐς τὸ πρόσω τῆς τέχνης καὶ ἐν ἔργῳ τιθέμενος αὐτήν, Ὀλυμπίασι μὲν ἐνίκησεν ἡμέρᾳ μιᾷ πάλην καὶ παγκράτιον, καὶ τῇ ἑξῆς Ὀλυμπιάδι, καὶ ἐν Νεμέᾳ δέ, καὶ Πυθοῖ καὶ Ἰσθμοῖ. Δημοκράτης ὁ παλαιστὴς καὶ αὐτὸς νοσήσας τοὺς πόδας, παριὼν ἐς τοὺς ἀγῶνας καὶ στὰς ἐν τῷ σταδίῳ, περιγράφων ἑαυτῷ κύκλον προσέταττε τοῖς ἀντιπαλαισταῖς ἔξω τῆς γραμμῆς αὐτὸν προέλκειν· οἳ δὲ ἡττῶντο ἀδυνατοῦντες. ὃ δὲ εὖ διαβὰς ἐν τῇ στάσει καὶ ἐγκρατῶς, στεφανούμενος ἀπῄει.

人们说,西西里僭主希厄隆起初不过是个普通布衣,是人世间最无修养之徒,在鄙陋粗野方面与他的兄弟格隆毫无二致。但当他偶然患病之后,却成了最有修养之人,因为他将病中所获的闲暇用于聆听受过良好教育的高谈阔论。康复之后,希厄隆便常与刻俄斯的西蒙尼德斯、忒拜的品达以及尤利斯的巴库利德斯往来相伴;而格隆却始终是个缺乏文雅之气的庸人。人们说,第二代托勒密同样是在患病之后变得极有文教素养。柏拉图亦言,塞阿格斯之所以投身哲学,纯粹是由于体弱多病;盖因疾病阻止他投身政事,逼使他走向对智慧的热爱。凡有识之士,又有谁不愿将疾病同样祈求降临在阿尔喀比亚德斯、克里提阿斯、拉刻代蒙的鲍萨尼亚斯等人身上呢?对阿尔喀比亚德斯与克里提阿斯而言,这本可防止他们背离苏格拉底,致使前者沦为狂悖之徒,时而亲斯巴达,时而效仿玻俄提亚之风,继而又故作帖撒利人之态,并在流亡至法尔那巴佐斯处时竭力迎合米底人和波斯人;而克里提阿斯则变得极度专横且嗜杀成性,不仅给祖国带来无尽祸患,自身亦在千夫所指中丧命。对科拉戈斯之子斯特拉同而言,患病似乎亦是恰逢其时;盖因他出身高贵且家境殷实,起初从不参与体育锻炼。但他罹患脾脏之疾,需要借助体操治疗,起初仅以恢复健康为度而参与锻炼;随后随着他在这一技艺上精益求精并全情投入,竟在同一天内于奥林匹亚赢得了摔跤和潘克拉辛格斗的胜利,并在下一届奥林匹亚赛会、涅墨亚赛会、皮托赛会以及地峡赛会上屡获殊荣。摔跤手德谟克拉忒斯本人亦曾罹患足疾,当他步入赛场伫立于竞技场中时,在自己周围画了一个圆圈,命令对手们将他拖出圈外;然而对手们无能为力,纷纷落败。而他则稳稳跨立于原地,坚定不移,最终戴着花冠离场。

§4.16

ἐὰν προσέχῃ τις Καλλίᾳ, φιλοπότην αὐτὸν ἐργάσεται ὁ Καλλίας· ἐὰν Ἰσμηνίᾳ, αὐλητήν· ἀλαζόνα, ἐὰν Ἀλκιβιάδῃ· ὀψοποιόν, ἐὰν Κρωβύλῳ· δεινὸν εἰπεῖν, ἐὰν Δημοσθένει· στρατηγικόν, ἐὰν Ἐπαμεινώνδᾳ· μεγαλόφρονα, ἐὰν Ἀγησιλάῳ· χρηστόν, ἐὰν Φωκίωνι· δίκαιον, ἐὰν Ἀριστείδῃ· σοφόν, ἐὰν Σωκράτει.

一个人若亲近卡利亚斯,卡利亚斯必将使他嗜酒如命;若亲近伊斯梅尼亚斯,则成吹笛手;若亲近阿尔喀比亚德斯,则成傲慢狂妄之徒;若亲近克罗比洛斯,则成考究的美食厨师;若亲近德摩斯梯尼,则成雄辩之士;若亲近伊巴密浓达,则成长于统帅的将才;若亲近阿格西劳斯,则成志向远大之人;若亲近福基翁,则成贤德之士;若亲近阿里斯提德,则成正直公义之人;若亲近苏格拉底,则成智者。

语法注3 条
  1. 4.10πρόσαντες αὐτῷ γενόμενον καὶ ἀβούλητον δόξαν

    中性分词短语 πρόσαντες γενόμενον 与 ἀβούλητον δόξαν 与前文的关系代词 ὅπερ(中性单数主格)构成同位语,或进一步补足说明从句内容;δόξαν 是与 γενόμενον 并列的 δοκέω 的不定过去时中性分词,以 ἀβούλητον 为表语,意为“被认为不受欢迎的”。

  2. 4.15τὴν ἀγροικίαν ἀλλὰ μηδὲ κατʼ ὀλίγον τοῦ ἀδελφοῦ διαφέρειν τοῦ Γέλωνος

    τὴν ἀγροικίαν 是表示限制的宾格(“在鄙陋粗俗方面”)。ἀλλὰ μηδέ 是表示强烈否定的固定短语(“甚至完全不”),修饰 κατʼ ὀλίγον(“丝毫”),整句意为“在粗野方面与兄弟格隆丝毫没有分别”。

  3. 4.15εὖ γὰρ γένους ἥκων εὖ δὲ καὶ πλούτου

    副词 εὖ 与分词 ἥκων 搭配支配属格(γένους, πλούτου),构成古典惯用句式 εὖ ἥκειν τινός,意为“在某方面处于优渥地位/富有某物”(在此指门第与财富)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:4.10-4.16