← 克劳狄乌斯·埃利安

杂闻轶事

§4.17-4.20

毕达哥拉斯的神异与哲学家轶事

本段记述了毕达哥拉斯的神异与禁忌、狄奥尼修斯对柏拉图的破格礼遇、马其顿国王腓力对亚里士多德等学者的学术资助,以及德谟克利特的游历、处世态度与相关轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.17

ἐδίδασκε Πυθαγόρας τοὺς ἀνθρώπους ὅτι κρειττόνων γεγένηται σπερμάτων ἢ κατὰ τὴν φύσιν τὴν θνητήν·1 τῆς γὰρ αὐτῆς ἡμέρας καὶ κατὰ τὴν αὐτὴν ὥραν ὤφθη ἐν Μεταποντίῳ φασὶ καὶ ἐν Κρότωνι. καὶ ἐν Ὀλυμπίᾳ δὲ παρέφηνε χρυσοῦν τὸν ἕτερον τῶν μηρῶν. καὶ Μυλλίαν δὲ τὸν Κροτωνιάτην ὑπέμνησεν ὅτι Μίδας ὁ Γορδίου ἐστὶν ὁ Φρύξ. καὶ τὸν ἀετὸν δὲ τὸν λευκὸν κατέψησεν ὑπομείναντα αὐτόν. ἀλλὰ καὶ ὑπὸ τοῦ Κόσα τοῦ ποταμοῦ διαβαίνων προσερρήθη, τοῦ ποταμοῦ εἰπόντος αὐτῷ ʽχαῖρε, Πυθαγόρα.ʼ Ἔλεγε δὲ ἱερώτατον εἶναι τὸ τῆς μαλάχης φύλλον. ἔλεγε δὲ ὅτι πάντων σοφώτατον ὁ ἀριθμός, δεύτερος δὲ ὁ τοῖς πράγμασι τὰ ὀνόματα θέμενος. καὶ τὸν σεισμὸν ἐγενεαλόγει οὐδὲν ἄλλο εἶναι ἢ σύνοδον τῶν τεθνεώτων. ἡ δὲ Ἶρις, ἔφασκεν, ὡς αὐγὴ τοῦ ἡλίου ἐστί. καὶ ὁ πολλάκις ἐμπίπτων τοῖς ὠσὶν ἦχος φωνὴ τῶν κρειττόνων. οὐχ οἷόν τε δὲ ἦν διαπορῆσαι ὑπέρ τινος αὐτῷ ἢ τοῖς λεχθεῖσί τι προσερωτῆσαι, ἀλλʼ ὡς χρησμῷ θείῳ, οὕτως οἱ τότε προσεῖχον τοῖς λεγομένοις ὑπʼ αὐτοῦ. ἐπιστρεφομένου δὲ τὰς πόλεις αὐτοῦ διέρρει λόγος ὅτι Πυθαγόρας ἀφίκετο οὐ διδάξων ἀλλʼ ἰατρεύσων. προσέταττε δὲ ὁ αὐτὸς Πυθαγόρας καρδίας ἀπέχεσθαι καὶ ἀλεκτρυόνος λευκοῦ καὶ τῶν θνησειδίων παντὸς μᾶλλον, καὶ μὴ χρῆσθαι βαλανείῳ μηδὲ βαδίζειν τὰς λεωφόρους· ἄδηλον γὰρ εἰ καθαρεύουσι καὶ αὐτὰ ἐκεῖνα.

毕达哥拉斯教导人们,他是从高于凡人性命的更优越血统中降生的;因为据说在同一天的同一时刻,人们在梅塔庞蒂翁和克罗顿都见到了他。在奥林匹亚,他还曾隐约显露出自己的一侧大腿是黄金所铸。他提醒克罗顿人穆利阿斯,说他正是戈耳狄俄斯之子、弗里吉亚的弥达斯。他还抚摩了那只留在他身边未曾飞走的白雕。不仅如此,当他渡过科萨斯河时,这条河流向他致意,河流对他说:“祝你安好,毕达哥拉斯。”他曾说欧锦葵的叶子是最为神圣之物。他还说万物中最智慧者是数,其次则是为事物命名的人。他将地震解释为不过是死者的聚会。他说彩虹乃是太阳的光辉;而频频传入耳中的嗡鸣声,则是更高存在的声音。人们既不能对他提出任何怀疑,亦不得就其所说做任何追加质问,当时的世人倾听他的言论,一如对待神圣的神谕。当他周游各城邦时,流传说毕达哥拉斯前去并非为了教学,而是为了医治。这位毕达哥拉斯还命令人们禁食心脏与白公鸡,尤须远离自然死亡的牲畜之肉,并且不要使用公共浴池,也不要行走于大路之上;因为就连这些事物本身是否纯洁亦未可知。

§4.18

ὅτε κατῆλθε Πλάτων ἐν Σικελίᾳ κλητός, πολλὰ ἐπὶ πολλοῖς ἐπιστείλαντος τοῦ Διονυσίου, καὶ ἀνήγαγεν αὐτὸν ἐπὶ τὸ ἅρμα ὁ Διονύσιος, αὐτὸς μὲν ἡνιοχῶν, παραιβάτην δὲ ποιησάμενος τὸν Ἀρίστωνος, τότε δή φασι Συρακόσιον ἄνδρα χαρίεντα καὶ τῶν Ὁμήρου μὴ ἀπαίδευτον, ἡσθέντα τῇ ὄψει ταύτῃ ἐπειπεῖν τὰ ἐξ Ἰλιάδος ἐκεῖνα, παρατρέψαντα ὀλίγον "μέγα δʼ ἔβραχε φήγινος ἄξων βριθοσύνῃ· δεινὸν γὰρ ἄγεν βροτὸν ἄνδρα τʼ ἄριστον.2" ὅτι ὑπόπτης ὢν ἐς πάντας ὁ Διονύσιος, ὅμως ἐς Πλάτωνα τοσαύτην ἔσχεν αἰδῶ, ὡς ἐκεῖνον μόνον ἐσιέναι πρὸς αὐτὸν μὴ ἐρευνώμενον, καίτοι Δίωνος αὐτὸν ἐπιστάμενος ἑταῖρον ἐς τὰ ἔσχατα εἶναι.

当柏拉图在狄奥尼修斯屡次发信力邀之下应召抵达西西里时,狄奥尼修斯让他登上战车,自己充当驭手,让阿里斯同之子作为伴乘者。据说当时一位风雅且通晓荷马史诗的叙拉古人见此景象大为欣悦,遂稍微改动了《伊利亚特》中的那段著名诗句吟诵道: “榉木车轴在沉重负荷下大声呻吟;因为车上载着一个可怕的凡人与人世间最卓越的士人。” 狄奥尼修斯尽管对一切人都心怀戒备,对柏拉图却怀有如此崇敬,以至于唯独柏拉图进见他时免受搜身,即便他深知柏拉图与狄翁乃莫逆之交。

§4.19

Φίλιππος ὁ Μακεδὼν οὐ μόνον ἐλέγετο τὰ πολέμια εἶναι ἀγαθὸς καὶ εἰπεῖν δεινός, ἀλλὰ καὶ παιδείαν ἀνδρειότατα ἐτίμα. Ἀριστοτέλει γοῦν χορηγήσας πλοῦτον ἀνενδεῆ, αἴτιος γέγονε πολλῆς καὶ ἄλλης πολυπειρίας, ἀτὰρ οὖν καὶ τῆς γνώσεως τῆς κατὰ τὰ ζῷα· καὶ τὴν ἱστορίαν αὐτῶν ὁ τοῦ Νικομάχου διὰ τὴν ἐκ Φιλίππου περιουσίαν ἐκαρπώσατο. καὶ Πλάτωνα δὲ ἐτίμησε καὶ Θεόφραστον.

马其顿国王腓力不仅被称赞英勇善战、长于辞令,而且极具气魄地崇尚文教。无论如何,他通过向亚里士多德提供丰足无缺的财富,成为促成其诸多广泛见识、尤其是关于动物知识的因由;尼科马科斯之子正是凭借来自腓力的资财,获得了对动物的研究成果。腓力亦尊崇柏拉图和泰奥弗拉斯托斯。

§4.20

Δημόκριτον τὸν Ἀβδηρίτην λόγος ἔχει τά τε ἄλλα γενέσθαι σοφὸν καὶ δὴ καὶ ἐπιθυμῆσαι λαθεῖν, καὶ ἐν ἔργῳ θέσθαι πάνυ σφόδρα τοῦτο. διὰ ταῦτά τοι καὶ πολλὴν ἐπῄει γῆν. ἧκεν οὖν καὶ πρὸς τοὺς Χαλδαίους ἐς Βαβυλῶνα καὶ πρὸς τοὺς μάγους καὶ τοὺς σοφιστὰς τῶν Ἰνδῶν. τὴν παρὰ τοῦ Δαμασίππου τοῦ πατρὸς οὐσίαν ἐς τρία μέρη νεμηθεῖσαν τοῖς ἀδελφοῖς τοῖς τρισί, τἀργύριον μόνον λαβὼν ἐφόδιον τῆς ὁδοῦ, τὰ λοιπὰ τοῖς ἀδελφοῖς εἴασε.3 διὰ ταῦτά τοι καὶ Θεόφραστος αὐτὸν ἐπῄνει, ὅτι περιῄει κρείττονα ἀγερμὸν ἀγείρων Μενέλεω καὶ Ὀδυσσέως. ἐκεῖνοι μὲν γὰρ ἠλῶντο, αὐτόχρημα Φοινίκων ἐμπόρων μηδὲν διαφέροντες· χρήματα γὰρ ἤθροιζον, καὶ τῆς περιόδου καὶ τοῦ περίπλου ταύτην εἶχον τὴν πρόφασιν. ὅτι οἱ Ἀβδηρῖται ἐκάλουν τὸν Δημόκριτον Φιλοσοφίαν, τὸν δὲ Πρωταγόραν Λόγον. κατεγέλα δὲ πάντων ὁ Δημόκριτος καὶ ἔλεγεν αὐτοὺς μαίνεσθαι· ὅθεν καὶ Γελασῖνον αὐτὸν ἐκάλουν οἱ πολῖται. λέγουσι δὲ οἱ αὐτοὶ τὸν Ἱπποκράτην περὶ τὴν πρώτην ἔντευξιν ὑπὲρ τοῦ Δημοκρίτου δόξαν λαβεῖν ὡς μαινομένου· προϊούσης δὲ αὐτοῖς τῆς συνουσίας ἐς ὑπερβολὴν θαυμάσαι τὸν ἄνδρα. λέγουσι δὲ Δωριέα ὄντα τὸν Ἱπποκράτην ἀλλʼ οὖν τὴν τοῦ Δημοκρίτου χάριν τῇ Ἰάδι φωνῇ συγγράψαι τὰ συγγράμματα.4

关于阿布德拉的德谟克利特,传言说他不仅在各方面极有智慧,而且渴望过一种隐匿的生活,并极为切实地践行了这一点。正因如此,他游历了广袤的土地;他不仅前往巴比伦造访迦勒底人,还前往拜访了拜火教祭司和印度的哲士。当父亲达马西波斯的家产在三兄弟间被划分为三份时,他仅取走银钱作为旅途路费,将余物尽数留给兄弟。正因如此,泰奥弗拉斯托斯亦称赞他,因其巡游所作的搜集胜过墨涅拉俄斯与奥德修斯;因为后两者的流浪纯粹与腓尼基商人毫无二致,盖因他们只是搜刮财货,并以此作为环游航行的动机。阿布德拉人称德谟克利特为“哲学”,称普罗泰戈拉为“逻各斯”。德谟克利特嘲弄所有人,称他们皆陷入疯癫;故而同胞城民亦称他为“大笑者”。同一些人还说,希波克拉底在初次与德谟克利特相会时曾认为他已经发疯;然而随着相处日久,他便对这位贤人佩服得五体投地。人们还说,希波克拉底虽是多利斯人,却为了向德谟克利特致敬而用爱奥尼亚方言撰写了其全部著作。

语法注4 条
  1. 4.17κρειττόνων γεγένηται σπερμάτων ἢ κατὰ τὴν φύσιν τὴν θνητήν

    κρειττόνων... σπερμάτων 是由完成时动词 γεγένηται 所支配的表示出身或起源的属格(genitive of origin)。其后接续的 ἢ κατά 加上宾格 τὴν φύσιν τὴν θνητήν 构成了比较级之后的常规比较基准句式(ἢ κατά + 宾格),意为“超越了相称于凡人本性的程度/血统”。

  2. 4.18δεινὸν γὰρ ἄγεν βροτὸν ἄνδρα τʼ ἄριστον

    此处戏仿了荷马《伊利亚特》第5卷第839行(δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρα τʼ ἄριστον,“因其载着一位可怕的女神与最卓越的勇士”)。演说者将阴性的“女神(θεόν)”替换为阳性的“凡人(βροτόν)”,借此戏谑性地将僭主狄奥尼修斯指为“可怕的凡人”,将哲学家柏拉图指为“最卓越的士人”。

  3. 4.20τὴν παρὰ τοῦ Δαμασίππου τοῦ πατρὸς οὐσίαν ἐς τρία μέρη νεμηθεῖσαν τοῖς ἀδελφοῖς τοῖς τρισί, τἀργύριον μόνον λαβὼν ἐφόδιον τῆς ὁδοῦ, τὰ λοιπὰ τοῖς ἀδελφοῖς εἴασε

    句首的 τὴν... οὐσίαν νεμηθεῖσαν 构成悬空宾格(accusativus pendens),属于破格语法(anacoluthon)。句式起初将“财产”置于宾格作为全句话题引入,但随后受分词 λαβών 引导转入主格构型,并在主干中分别引入了 τἀργύριον 与 τὰ λοιπά 作为动词的实际宾语。

  4. 4.20Δωριέα ὄντα τὸν Ἱπποκράτην ἀλλʼ οὖν τὴν τοῦ Δημοκρίτου χάριν τῇ Ἰάδι φωνῇ συγγράψαι τὰ συγγράμματα

    此句是由主句动词 λέγουσι 所统辖的宾格加不定式结构。Δωριέα ὄντα 为让步分词短语(“尽管希波克拉底是多利斯人”)。τὴν τοῦ Δημοκρίτου χάριν 则是将名词 χάρις 的宾格用作状语/副词性成语,表示“为了……的缘故”或“出于对德谟克利特的敬重”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:4.17-4.20