- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:3.43-3.47
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了叙巴里斯人玷污赫拉祭坛而招致毁灭的德尔斐神谕、遭遇匪徒的青年所得的神示,解析了关于腓力二世死于“战车”的神谕应验,引介了斯塔吉拉人简洁的法令,并列举了昔日功勋无法免除后世罪责与审判的希腊名将命运。
ἐν Συβάρει κιθαρῳδοῦ ᾅδοντος ἐν τῇ ἀγωνίᾳ, ἣν ἐπετέλουν τῇ Ἥρᾳ, στασιασάντων ὑπὲρ αὐτοῦ τῶν Συβαριτῶν καὶ τὰ ὅπλα λαβόντων ἐπʼ ἀλλήλους, φοβηθεὶς ὁ κιθαρῳδὸς σὺν αὐτῇ στολῇ κατέφυγεν ἐς τὸν τῆς Ἥρας βωμόν· οἳ δὲ οὐδὲ ἐνταῦθα ἐφείσαντο τοῦ κιθαρῳδοῦ. ὀλίγῳ δὲ ὕστερον αἷμα ἐδόκει ἐν τῷ τῆς Ἥρας νεῷ ἀναβρύειν οὐδὲν ἔλαττον πηγῆς ἀενάου, Συβαρῖται δὲ ἔπεμψαν ἐς Δελφούς. ἡ δὲ Πυθία ἀπεκρίνατο "βαῖνʼ ἀπʼ ἐμῶν τριπόδων, ἔτι τοι φόνος ἀμφὶ χέρεσσι πουλὺς ἀποστάζων ἀπὸ λαΐνου οὐδοῦ ἐρύκει.1 οὔ σε θεμιστεύσω· Μουσῶν θεράποντα κατέκτας Ἥρης πρὸς βωμοῖσι, θεῶν τίσιν οὐκ ἀλεείνας. τοῖς δὲ κακῶς ῥέξασι δίκης τέλος οὐχὶ χρονιστὸν οὐδὲ παραιτητόν, οὐδʼ εἰ Διὸς ἔγγονοι εἶεν· ἀλλʼ αὐτῶν κεφαλῇσι καὶ ἐν σφετέροισι τέκεσσιν εἱλεῖται, καὶ πῆμα δόμοις ἐπὶ πήματι βαίνει." ἡ δὲ δίκη οὐκ ἐβράδυνε· Κροτωνιάταις γὰρ ἐναντία ὅπλα θέμενοι ἀνάστατοι ὑπʼ ἐκείνων ἐγένοντο, καὶ ἡ πόλις αὐτῶν ἠφανίσθη.
在叙巴里斯,当一名琴歌艺人在他们为赫拉举办的竞技比赛中歌唱时,叙巴里斯人因他起了内讧并拔戈相向;琴歌艺人惊恐万分,身着演出长袍逃往赫拉的祭坛,但他们即便在那里也未曾饶恕这名琴歌艺人。不久之后,赫拉神庙中似乎有鲜血喷涌,其势不亚于不竭的泉水,叙巴里斯人遂遣使前往德尔斐。皮媞亚回答道: “速离我的三脚鼎!你双手滴落的大量血污,仍将你阻隔在石槛之外。我不会为你降下神谕:你在赫拉的祭坛前杀害了缪斯的侍者,未曾畏惧诸神的惩罚。对于作恶之人,正义的终局既不会延搁,亦非祈求所能免除,纵然他们是宙斯之后嗣;此劫厄反会在其顶上与子嗣中流转,灾祸接踵而至降于其家舍。” 正义的审判未尝迟延:因为他们与克罗同人交战,竟被对方彻底覆灭,其城邑遂被荡除。
νεανίσκοι τρεῖς ἐς Δελφοὺς ἀφικόμενοι θεωροὶ συμπολῖται κακούργοις περιτυγχάνουσιν. ὁ οὖν εἷς ἀπέδρα τοὺς λῃστάς, ὁ δὲ δεύτερος αὐτῶν συνεπλάκη τῷ λοιπῷ τῶν κακούργων, τῶν ἄλλων προαναλωθέντων, καὶ τοῦ μὲν λῃστοῦ ἥμαρτεν, ὦσε δὲ τὸ ξίφος κατὰ τοῦ φίλου. τῷ ἀποδράντι οὖν ἡ Πυθία ἀνεῖλε τάδε "ἀνδρὶ φίλῳ θνήσκοντι παρὼν πέλας οὐκ ἐβοήθεις. οὔ σε θεμιστεύσω· περικαλλέος ἔξιθι νηοῦ·" τῷ ἑτέρῳ δὲ ἔκτεινας2 τὸν ἑταῖρον ἀμύνων· οὔ σʼ ἐμίανεν αἷμα, πέλεις δὲ χέρας καθαρώτερος ἢ πάρος ἦσθα.
三名同城邦的青年作为神圣使者抵达德尔斐,遭遇了匪徒。其中一人逃离了强盗;他们中的第二人,在其他强盗被先行击毙后,与剩下的一名匪徒搏斗,却失手未能击中强盗,反将佩剑刺入了同伴体内。于是皮媞亚对那逃跑者降示道: “挚友濒死,你近在咫尺却未加援手;我不会为你降下神谕:离开这壮丽的殿堂吧!” 而对另一人则说道: “你为护卫同伴而误杀了他;鲜血未曾玷污你,你的双手比原先更为洁净。”
Φιλίππῳ φασὶ χρηστήριον ἐκπεσεῖν ἐν Βοιωτοῖς ἐν Τροφωνίου, φυλάττεσθαι δεῖν τὸ ἅρμα. ἐκεῖνον οὖν δέει τοῦ χρησμοῦ λόγος ἔχει μηδέποτε ἀναβῆναι ἅρμα. διπλοῦς οὖν ἐπὶ τούτοις διαρρεῖ λόγος. ὃ μὲν γάρ φησι τὸ τοῦ Παυσανίου ξίφος, ᾧ τὸν Φίλιππον διεχρήσατο, ἅρμα ἔχειν ἐπὶ τῆς λαβῆς διαγεγλυμμένον ἐλεφάντινον· ὁ δὲ ἕτερος, τὴν Θηβαϊκὴν περιελθόντα λίμνην τὴν καλουμένην Ἅρμα ἀποσφαγῆναι.3 ὁ μὲν πρῶτος λόγος δημώδης, ὃ δὲ οὐκ ἐς πάντας ἐξεφοίτησεν.
据说在波俄提亚的特洛福尼俄斯神殿,曾有神谕降于腓力,告诫他须提防战车。传说他因畏惧这则神谕,从未乘上战车。对此流传着双重说法:一种说法称,鲍萨尼亚斯手刃腓力所用的宝剑,其剑柄上雕刻有一辆象牙战车;另一种说法则称,他是绕行了那座被称为“战车(哈尔玛)”的忒拜湖沼后遇刺身亡。前一种说法流传甚广,而后一种则未传至所有人耳中。
Σταγειριτῶν νόμος οὗτος καὶ πάντη Ἑλληνικός. ὃ μὴ κατέθου φησί, μὴ λάμβανε.
这是斯塔吉拉人的法令,亦是十足的希腊风尚。其文曰:“未尝放下者,切勿拾取。”
Τιμόθεον τὰ μὲν πρῶτα ἐπῄνουν Ἀθηναῖοι· ἐπεὶ δὲ ἔδοξεν ἁμαρτεῖν ἃ ἔδοξεν,4 ἡ φθάνουσα αὐτὸν ἀνδραγαθία ἀλλʼ οὐδὲ ὀλίγον ἔσωσεν, οὐδὲ μὴν αἱ τῶν προγόνων ἀρεταί. Θεμιστοκλῆς δὲ οὐδὲν ὤνητο οὔτε ἐκ τῆς ναυμαχίας τῆς περὶ Σαλαμῖνα οὔτε ἐκ τῆς πρεσβείας τῆς ἐς Σπάρτην· λέγω δὲ ἣν ἐπρέσβευσε κλέπτων τὴν τῶν Ἀθηναίων τείχισιν. ἔφυγε γὰρ κἀκεῖνος οὐ τὰς Ἀθήνας μόνον, ἀλλὰ καὶ τὴν Ἑλλάδα πᾶσαν. καὶ Παυσανίαν δὲ τὸν Λακεδαιμόνιον οὐδὲν ὤνησεν ἡ ἐν Πλαταιαῖς νίκη· ὑπὲρ δὲ ὧν ἐν Βυζαντίῳ ἐκαινούργει, ὑπὲρ τούτων διέφθειρε καὶ τὴν χάριν τὴν ἐπὶ τοῖς πρώτοις. Φωκίωνα δὲ ἡ εὐφημία ἡ καλοῦσα αὐτὸν Χρηστὸν οὐδὲν ὠφέλησεν, οὐδὲ τὰ πέντε καὶ ἑβδομήκοντα ἔτη, ἅπερ οὖν διεβίωσεν, οὐδὲν ἀδικήσας τοὺς Ἀθηναίους ἔμβραχυ· ἐπεὶ δὲ ἔδοξεν Ἀντιπάτρῳ τὸν Πειραιᾶ προδιδόναι, Ἀθηναῖοι κατέγνωσαν αὐτοῦ θάνατον.
起初雅典人称赞提摩太;然而当他被认定犯下他被认定的那些罪愆时,他往昔的英勇连分毫也未曾挽救他,其先祖的美德亦复如是。地米斯托克利无论是从萨拉米斯海战,还是从出使斯巴达(我指他掩饰雅典修筑城墙的那次出使)中,都未获得任何庇佑;因为他也不仅逃离了雅典,还逃离了整个希腊。斯巴达人鲍萨尼亚斯同样未因普拉提亚的胜利而获益;因他在拜占庭所谋划的反叛,他连因往昔功勋而有的感激也断送了。而称福基翁为“仁者”的美誉亦未能对他有丝毫助益,他度过的七十五载春秋——期间未曾哪怕稍许加害雅典人——同样徒劳无功;一旦他被认定要把比雷埃夫斯献给安提帕特,雅典人便判处了他死刑。
- 3.43ἔτι τοι φόνος ἀμφὶ χέρεσσι πουλὺς ἀποστάζων ἀπὸ λαΐνου οὐδοῦ ἐρύκει
采用史诗六音步体格律的神谕句。主语为 πουλὺς φόνος,由分词短语 ἀμφὶ χέρεσσι... ἀποστάζων(从双手滴落)修饰。动词 ἐρύκει 意为“阻挡、阻遏”,其宾语(即问卜者或其脚步)在语境中被承前省略;τοι 用作伦理与格(或修饰 χέρεσσι 的表所有的与格)。
- 3.44τῷ ἑτέρῳ δὲ ἔκτεινας
承接前句的“τῷ ἀποδράντι οὖν ἡ Πυθία ἀνεῖλε τάδε”,在与格 τῷ ἑτέρῳ 之后承前省略了引述动词(如 εἶπε 或 ἀνεῖλε),直接引出直接引语。句法结构为 τῷ ἑτέρῳ [ἔφη]· “ἔκτεινας...”。
- 3.45τὴν Θηβαϊκὴν περιελθόντα λίμνην τὴν καλουμένην Ἅρμα ἀποσφαγῆναι
由承前省略的“ὁ δὲ ἕτερος [φησί]”所引出的“宾语+不定式”间接引语结构。被动不定式 ἀποσφαγῆναι 的逻辑主语指腓力,宾格分词 περιελθόντα 与之性数格一致,意为“(另一说法称)他在绕过被称为‘战车(哈尔玛)’的忒拜湖后被刺杀”。
- 3.47ἐπεὶ δὲ ἔδοξεν ἁμαρτεῖν ἃ ἔδοξεν
动词 δοκέω(被认为、经裁决)的有意识重复。前面的 ἔδοξεν 指司法或公民大会审判中的认定(“当他被裁定犯下罪行时”),而从句 ἃ ἔδοξεν 则指“他被裁决所犯下的诸罪”,凸显了这种定罪源于雅典公众主观上的评断与认定。
