← 克劳狄乌斯·埃利安

杂闻轶事

§3.33-3.42

尊崇哲学、异族习俗与酒神狂乱传说

本节记叙了乐手对哲学的敬意、节制与学园规条、亚里士多德去雅典、凯奥斯人老年自裁习俗、雅典的诸项首创、诸族饮食、酒神侍从与称号渊源,以及普洛托斯与明尼亚斯诸女陷入狂乱与变形的传说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.33

Σάτυρος ὁ αὐλητὴς Ἀρίστωνος τοῦ φιλοσόφου πολλάκις ἠκροᾶτο, καὶ κηλούμενος ἐκ τῶν λεγομένων ἐπέλεγεν εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην,1 τοὺς αὐλοὺς αἰνιττόμενος, καὶ τρόπον τινὰ τὴν τέχνην ἐκφαυλίζων παραβολῇ τῇ πρὸς φιλοσοφίαν.

管乐手萨堤洛斯经常聆听哲学家阿里斯同的言论,他被所听之言所折服,常常念诵道:“若我不将这副弓箭投入烈火之中”,这是以弓箭隐指他的管乐器,在与哲学的对照中某种程度上贬低了自己的技艺。

§3.34

ὅτι Λάκωσι καὶ Ῥωμαίοις νόμος ἦν μὴ ἐξεῖναί τινι ὀψωνεῖν μήτε ἃ βούλεται μήτε ὅσα βούλεται· προσέταττον γὰρ διά τε τῶν ἄλλων σωφρονεῖν τοὺς πολίτας καὶ διὰ τῆς τραπέζης οὐχ ἥκιστα.

斯巴达人和罗马人曾有一条法令,不许任何人随心所欲或无节制地购买珍馐美食;因为他们命令公民不仅在其他事情上要克制,在饮食餐桌上也绝不可放纵。

§3.35

λόγος δέ τις διαρρεῖ καὶ οὗτος Ἀττικός, ὃς λέγει πρότερον ἐν Ἀκαδημείᾳ μηδὲ γελάσαι ἐξουσίαν εἶναι· ὕβρει γὰρ καὶ ῥᾳθυμίᾳ ἐπειρῶντο τὸ χωρίον ἄβατον φυλάττειν.

还有这样一段阿提卡传闻在流传,说从前在阿卡德米甚至没有大笑的自由;因为他们力求使此地免遭傲慢与懈怠的侵扰。

§3.36

Ἀριστοτέλης ὅτε ἀπέλιπε τὰς Ἀθήνας δέει τῆς κρίσεως, πρὸς τὸν ἐρόμενον αὐτὸν ʽτίς ἐστιν ἡ τῶν Ἀθηναίων πόλις;ʼ ἔφη ʽπαγκάλη· ἀλλʼ ἐν αὐτῇ ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, σῦκον δʼ ἐπὶ σύκῳ,2  τοὺς συκοφάντας λέγων. καὶ πρὸς τὸν ἐρόμενον διὰ τί ἀπέλιπε τὰς Ἀθήνας, ἀπεκρίνατο ὅτι οὐ βούλεται Ἀθηναίους δὶς ἐξαμαρτεῖν ἐς φιλοσοφίαν, τὸ περὶ Σωκράτην πάθος αἰνιττόμενος καὶ τὸν καθʼ ἑαυτὸν κίνδυνον.

当亚里士多德因畏惧审判而离开雅典时,有人问他:“雅典人的城邦是个怎样的地方?”他答道:“至美无比;然而在那里‘梨叠着梨老去,无花果叠着无花果老去’”,这指的是那些告密者。当有人问他为何离开雅典时,他回答说,他不希望雅典人两次对哲学犯下罪行,暗指苏格拉底的遭遇以及针对他自身的危险。

§3.37

νόμος ἐστὶ Κείων, οἱ πάνυ παρʼ αὐτοῖς γεγηρακότες,3 ὥσπερ ἐπὶ ξένια παρακαλοῦντες ἑαυτοὺς ἢ ἐπί τινα ἑορταστικὴν θυσίαν, συνελθόντες καὶ στεφανωσάμενοι πίνουσι κώνειον, ὅταν ἑαυτοῖς συνειδῶσιν ὅτι πρὸς τὰ ἔργα τὰ τῇ πατρίδι λυσιτελοῦντα ἄχρηστοί εἰσιν, ὑποληρούσης ἤδη τι αὐτοῖς καὶ τῆς γνώμης διὰ τὸν χρόνον.

凯奥斯人有一项习俗:他们之中极为年迈的人,彼此相邀如同赴宾宴或节日祭礼一般,聚集在一起,戴上花冠饮下毒芹汁;这是在他们自知已无力从事有益于祖国的事业、心智也因年岁而渐显昏聩之时。

§3.38

ὅτι ἐν Ἀθήναις εὑρεθῆναι λέγουσι πρῶτον τὴν ἐλαίαν καὶ τὴν συκῆν, ἃ καὶ πρῶτα ἡ γῆ ἀνέδωκε. δίκας τε δοῦναι καὶ λαβεῖν εὗρον Ἀθηναῖοι πρῶτοι. καὶ ἀγῶνα τὸν διὰ τῶν σωμάτων πρῶτοι ἐπενόησαν, καὶ ἀπεδύσαντο καὶ ἠλείψαντο. καὶ ἵππους ἔζευξε πρῶτος Ἐριχθόνιος.

据说橄榄和无花果最初在雅典被发现,它们也是大地最早孕育的产物。雅典人还最早发明了诉讼与受审的审判制度。他们也是最早创设肉体竞技的,并开创了脱衣涂油的习惯。最早将马套于车上的则是厄里克托尼俄斯。

§3.39

ὅτι βαλάνους Ἀρκάδες, Ἀργεῖοι δʼ ἀπίους, Ἀθηναῖοι δὲ σῦκα, Τιρύνθιοι δὲ ἀχράδας δεῖπνον εἶχον, Ἰνδοὶ καλάμους, Καρμανοὶ φοίνικας, κέγχρον δὲ Μαιῶται καὶ Σαυρομάται, τέρμινθον δὲ καὶ κάρδαμον Πέρσαι.

阿卡迪亚人以橡实为食,阿耳戈斯人以梨为食,雅典人以无花果为食,梯林斯人以野梨为食,印度人以甘蔗为食,卡尔马尼亚人以椰枣为食,迈奥泰人与萨乌罗马泰人以黍为食,波斯人则以笃耨香果与水芹为食。

§3.40

ὅτι οἱ συγχορευταὶ Διονύσου Σάτυροι ἦσαν οἱ ὑπʼ ἐνίων Τίτυροι ὀνομαζόμενοι. ἔσχον δὲ τὸ ὄνομα ἐκ τῶν τερετισμάτων, οἷς χαίρουσι. Σάτυροι δὲ ἀπὸ τοῦ σεσηρέναι. Σιληνοὶ δὲ ἀπὸ τοῦ σιλλαίνειν· τὸν δὲ σίλλον ψόγον λέγουσι μετὰ παιδιᾶς δυσαρέστου. ἐσθὴς δʼ ἦν τοῖς Σιληνοῖς ἀμφίμαλλοι χιτῶνες. αἰνίττεται δὲ ἡ στολὴ τὴν ἐκ τοῦ Διονύσου φυτείαν καὶ τὰ τῶν οἰναρίδων δάση.

狄奥尼索斯的共舞侍从萨堤洛斯,被某些人称为提堤洛斯。他们因喜爱的啾啾鸣声而得此名。而萨堤洛斯得名于龇牙而笑,西勒诺斯则得名于嘲谑;人们称这种嘲谑为带有令人不快之戏谑的指责。西勒诺斯们的服饰是两面皆带羊毛的短袍。这种装束暗指狄奥尼索斯对植株的栽种与葡萄枝叶的茂密。

§3.41

ὅτι τὸ πολυκαρπεῖν οἱ ἀρχαῖοι ὠνόμαζον φλύειν. ἐντεῦθεν τὸν Διόνυσον Φλεῶνα ἐκάλουν καὶ Προτρύγαιον καὶ Σταφυλίτην καὶ Ὀμφακίτην καὶ ἑτέρως πως διαφόρως.

古人把硕果累累称为“发溢”。因此他们称狄奥尼索斯为丰果之神、采前早熟之神、葡萄串之神、青酸葡萄之神,以及其他各种名号。

§3.42

Ἐλέγη καὶ Κελαινὴ Προίτου θυγατέρες. μάχλους δὲ αὐτὰς ἡ τῆς Κύπρου βασιλὶς εἰργάσατο, ἐπὶ μέρους δὲ τῆς Πελοποννήσου ἔδραμόν φασι γυμναὶ μαινόμεναι, ἐξεφοίτησαν δὲ καὶ ἐς ἄλλας χώρας τῆς Ἑλλάδος, παράφοροι οὖσαι ὑπὸ τῆς νόσου. ἀκούω δὲ ὅτι καὶ ταῖς Λακεδαιμονίων γυναιξὶν ἐνέπεσέ τις οἶστρος βακχικὸς καὶ ταῖς τῶν Χίων. καὶ αἱ τῶν Βοιωτῶν δὲ ὡς ἐνθεώτατα ἐμάνησαν καὶ ἡ τραγῳδία βοᾷ. μόνας δὲ ἀφηνιάσαι τῆς χορείας ταύτης λέγουσι τοῦ Διονύσου τὰς Μινύου θυγατέρας Λευκίππην καὶ Ἀρσίππην καὶ Ἀλκιθόην. αἴτιον δὲ ὅτι ἐπόθουν τοὺς γαμέτας, καὶ διὰ τοῦτο οὐκ ἐγένοντο τῷ θεῷ μαινάδες. ὃ δὲ ὀργίζεται, καὶ αἳ μὲν περὶ τοὺς ἱστοὺς εἶχον,4 καὶ ἐπονοῦντο περὶ τὴν Ἐργάνην εὖ μάλα φιλοτίμως· ἄφνω δὲ κιττοί τε καὶ ἄμπελοι τοὺς ἱστοὺς περιεῖρπον, καὶ τοῖς ταλάροις ἐνεφώλευον δράκοντες, ἐκ δὲ τῶν ὀρόφων ἔσταζον οἴνου καὶ γάλακτος σταγόνες. τὰς δὲ οὐδὲ ταῦτα ἀνέπειθεν ἐλθεῖν ἐς τὴν λατρείαν τοῦ δαίμονος. ἐνταῦθά τοι καὶ πάθος εἰργάσαντο ἔξω Κιθαιρῶνος, οὐ μεῖον τοῦ ἐν Κιθαιρῶνι· τὸν γὰρ τῆς Λευκίππης παῖδα ἔτι ἁπαλὸν ὄντα καὶ νεαρὸν διεσπάσαντο οἷα νεβρὸν τῆς μανίας ἀρξάμεναι5 αἱ Μινυάδες, εἶτα ἐντεῦθεν ἐπὶ τὰς ἐξ ἀρχῆς ᾖξαν μαινάδας· αἳ δὲ ἐδίωκον αὐτὰς διὰ τὸ ἄγος. ἐκ δὴ τούτων ἐγένοντο ὄρνιθες, καὶ ἣ μὲν ἤμειψε τὸ εἶδος ἐς κορώνην, ἣ δὲ ἐς νυκτερίδα, ἣ δὲ ἐς γλαῦκα.

厄勒革与凯莱涅是普洛托斯的女儿。塞浦路斯女王(阿佛洛狄忒)使她们淫乱放荡,据说她们发狂而赤身奔跑于伯罗奔尼撒的部分地区,并因病症而神魂颠倒,流浪至希腊的其他地方。我亦听闻,某种巴克科斯的狂热也曾降临于拉刻代蒙人的妇女与基俄斯人的妇女;波俄提亚的妇女们陷入至极的狂热迷狂,悲剧对此亦有高声传唱。然而据说唯有明尼亚斯的女儿们——勒基佩、阿尔西佩和阿尔基托厄——抗拒了狄奥尼索斯的这一舞蹈。其原因在于她们眷恋自己的丈夫,因此没有为这位神祇成为狂女。神祇大怒;当时她们正守在织机旁,极其勤勉地忙于工巧之神(雅典娜)的劳作。突然间,常春藤与葡萄藤缠绕着织机蔓延,蛇类在篮筐中筑巢,屋顶上滴下酒与乳汁的滴点。然而即便是这些也未能劝使她们加入对神祇的敬奉。于是,她们在喀泰戎山之外酿成了一场惨剧,丝毫不亚于喀泰戎山上的那一场:明尼亚斯的女儿们陷入疯狂之初,便将勒基佩尚且娇柔年幼的儿子如同鹿羔一般撕成碎片,随后从那里冲向原先的狂女们;而狂女们因这滔天污秽而追赶她们。由是她们变成了鸟类,一人化为乌鸦,一人化为蝙蝠,一人化为猫头鹰。

语法注5 条
  1. 3.33εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην

    引自荷马《伊利亚特》第5卷第215行。这是誓言句式中典型的省略结构(aposiopesis):仅提出“εἰ μή+希求法”的条件从句,而省去了表示自我诅咒的归结主句(如“愿我毁灭”等),以表达决绝之意。

  2. 3.36ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, σῦκον δʼ ἐπὶ σύκῳ

    化用荷马《奥德赛》第7卷第120–121行描绘阿尔基诺俄斯果园之景的双关语。亚里士多德巧妙借用 σῦκον(无花果)一词,影射讽刺在雅典四处诬告钻营的“告密者”(συκοφάνται)。

  3. 3.37οἱ πάνυ παρʼ αὐτοῖς γεγηρακότες

    该句主语(带冠词的分词短语),在经过 παρακαλοῦντες 与 συνελθόντες καὶ στεφανωσάμενοι 等一系列分词修饰后,统摄定式动词 πίνουσι。虽然句首以 νόμος ἐστὶ Κείων 开头,但随后并未接不定式结构,而是直接转为直陈式主干句。

  4. 3.42περὶ τοὺς ἱστοὺς εἶχον

    ἔχω 与介词 περί 加宾格连用的习惯搭配,意为“忙于……”、“专心于……”。未完成过去时 εἶχον 生动描绘了神迹降临前她们正在持续进行的织布劳作。

  5. 3.42τῆς μανίας ἀρξάμεναι

    ἄρχομαι 的不定过去中动分词 ἀρξάμεναι 支配属格 τῆς μανίας 的构词,意为“开始其狂乱”。此处的属格充当起始点或活动范畴的格补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:3.33-3.42