← 克劳狄乌斯·埃利安

杂闻轶事

§3.26-3.32

品达罗斯的流亡与苏格拉底的训诫

本段记述了以弗所僭主品达罗斯以自愿流亡保全祖国的轶事、苏格拉底劝止柏拉图从军并挫败阿尔基比亚德之骄气、狄奥根尼的自尊、数位人物的极端自制与专心致志,以及幼年亚历山大与其琴师的问答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.26

Πίνδαρος ὁ Μέλανος υἱός, Ἀλυάττου δὲ θυγατριδοῦς τοῦ Λυδοῦ, διαδεξάμενος τὴν Ἐφεσίων τυραννίδα πρὸς μὲν τὰς τιμωρίας πικρὸς ἦν καὶ ἀπαραίτητος, τά γε μὴν ἄλλα ἐδόκει φιλόπατρις εἶναι καὶ σώφρων, καὶ τοῦ μὴ δουλεῦσαι τὴν πατρίδα τοῖς βαρβάροις πολλὴν πρόνοιαν ἔθετο. ἔδειξε ταῦτα οὕτως ἔχειν ἐκεῖνα δήπου. ἐπεὶ γὰρ Κροῖσος ὁ πρὸς μητρὸς αὐτοῦ θεῖος καταστρεφόμενος τὴν Ἰωνίαν καὶ πρὸς τὸν Πίνδαρον πρεσβείαν ἀπέστειλεν, ἀξιῶν Ἐφεσίους ὑπʼ αὐτῷ γενέσθαι, ὡς δʼ οὐκ ἐπείσθη, ἐπολιόρκει τὴν πόλιν Κροῖσος. ἐπεὶ δέ τις τῶν πύργων ἀνετράπη ὁ κληθεὶς ὕστερον Προδότης, καὶ ἐν ὀφθαλμοῖς ἑωρᾶτο τὸ δεινόν, συνεβούλευεν ὁ Πίνδαρος Ἐφεσίοις ἐκδήσαντας ἐκ τῶν πυλῶν καὶ τῶν τειχῶν θώμιγγας συνάψαι τοῖς κίοσι τοῦ τῆς Ἀρτέμιδος νεώ, οἱονεὶ τὴν πόλιν ἀνάθημα ἐῶντας εἶναι τῇ Ἀρτέμιδι, ἀσυλίαν διὰ τούτων ἐπινοῶν τῇ Ἐφέσῳ· ὃ δὲ συνεβούλευε προσελθόντας δεῖσθαι τοῦ Λυδοῦ.1 προβαλλομένων δὲ τὴν ἱκετηρίαν τῶν Ἐφεσίων γελάσαντά φασι τὸν Κροῖσον καὶ δεξάμενον πράως τὸ στρατηγηθὲν τοῖς μὲν Ἐφεσίοις συγχωρῆσαι τὴν μετʼ ἐλευθερίας ἀσφάλειαν, τῷ δὲ Πινδάρῳ προστάξαι τῆς πόλεως ἀπαλλάττεσθαι. ὃ δὲ οὐκ ἀντεῖπε, τῶν φίλων δὲ τοὺς συναπαίρειν αὐτῷ βουληθέντας παραλαβών, τὸν υἱὸν καὶ τῆς οὐσίας τὸ πλεῖστον τῇ πόλει παρακαταθέμενος καὶ ἕνα τῶν συνήθων Πασικλέα ἀποδείξας ἐπίτροπον καὶ τοῦ παιδὸς καὶ τῶν χρημάτων, ἀπῆρεν ἐς Πελοπόννησον, τυραννικοῦ βίου φυγὴν αὐθαίρετον ἀλλαξάμενος2 ὑπὲρ τοῦ μὴ ποιῆσαι τὴν πατρίδα ὑποχείριον Λυδοῖς.

梅拉斯之子品达罗斯,亦是吕底亚人阿吕阿特斯的外孙;他继承了以弗所人的僭主之位后,在刑罚上虽严苛而不近人情,在其他方面却显得既爱国又克制,并且极力深谋远虑,免使祖国沦落为异族的奴隶。以下的事迹无疑表明事实确是如此。因为当他的母舅克罗伊斯征服爱奥尼亚并派遣使团前往品达罗斯处,要求以弗所人归顺于他时,品达罗斯并未屈服,克罗伊斯便包围了这座城。当后来被称为“叛徒”的一座塔楼被毁坏、险情已迫在眉睫时,品达罗斯向以弗所人建言,让他们把绳索从城门和城墙引出,系在阿耳忒弥斯神庙的柱子上,宛如将整座城作为奉献物献给阿耳忒弥斯,以此为以弗所谋求神圣不可侵犯的庇护;他又建议他们前去恳求吕底亚人。据说,当以弗所人手持求告的橄榄枝时,克罗伊斯笑了,温和地接纳了这一计策,不仅准许以弗所人保有自由的平安,而且命令品达罗斯离开该城。品达罗斯没有反驳,而是带上愿意与他同行的朋友,把儿子和绝大部分家产交托给城邦,并指派密友之一帕西克利斯作为孩子与财产的监护人,随后前往伯罗奔尼撒,以自愿流亡取代了僭主生活,以求不让祖国臣服于吕底亚人。

§3.27

πέπυσμαι καὶ τοῦτον τὸν λόγον· εἰ δὲ ἀληθής ἐστιν, οὐκ οἶδα· ὃ δʼ οὖν πέπυσμαι, ἐκεῖνό ἐστι. Πλάτων ὁ Ἀρίστωνος ὑπὸ πενίας φασὶ καταπονούμενος ἔμελλεν ἐπὶ στρατείαν ἀποδημῆσαι· καταληφθεὶς δὲ ὑπὸ Σωκράτους ὠνούμενος ὅπλα ὁ Πλάτων, ἀνεστάλη τῆς ὁρμῆς, διαλεχθέντος αὐτῷ τοῦ Σωκράτους ἃ εἰκὸς ἦν καὶ πείσαντος φιλοσοφίας ἐπιθυμῆσαι.

我也听闻过这样一段传闻;至于是否属实,我并不知晓,但我所听到的正是如此。据说阿里斯同之子柏拉图因饱受贫困困扰,本打算远行从军;但在柏拉图购买武器时被苏格拉底撞见,苏格拉底以适宜的话语开导他,劝导他追求哲学,于是他便打消了这一冲动。

§3.28

ὁρῶν ὁ Σωκράτης τὸν Ἀλκιβιάδην τετυφωμένον ἐπὶ τῷ πλούτῳ καὶ μέγα φρονοῦντα ἐπὶ τῇ περιουσίᾳ καὶ ἔτι πλέον ἐπὶ τοῖς ἀγροῖς, ἤγαγεν αὐτὸν ἔς τινα τῆς πόλεως τόπον ἔνθα ἀνέκειτο πινάκιον ἔχον γῆς περίοδον, καὶ προσέταξε τῷ Ἀλκιβιάδῃ τὴν Ἀττικὴν ἐνταῦθʼ ἀναζητεῖν. ὡς δʼ εὗρε, προσέταξεν αὐτῷ τοὺς ἀγροὺς τοὺς ἰδίους διαθρῆσαι. τοῦ δὲ εἰπόντος ʽἀλλʼ οὐδαμοῦ γεγραμμένοι εἰσίνʼ ʽἐπὶ τούτοις οὖνʼ εἶπε ʽμέγα φρονεῖς, οἵπερ οὐδὲν μέρος τῆς γῆς εἰσιν;ʼ Διογένης ὁ Σινωπεὺς συνεχῶς ἐπέλεγεν ὑπὲρ ἑαυτοῦ ὅτι τὰς ἐκ τῆς τραγῳδίας ἀρὰς αὐτὸς ἐκπληροῖ καὶ ὑπομένει· εἶναι γὰρ "πλάνης ἄοικος πατρίδος ἐστερημένος πτωχὸς δυσείμων βίον ἔχων ἐφήμερον." καὶ ὅμως ἐπὶ τούτοις μέγα ἐφρόνει οὐδὲν ἧττον ἢ Ἀλέξανδρος ἐπὶ τῇ τῆς οἰκουμένης ἀρχῇ, ὅτε καὶ Ἰνδοὺς ἑλὼν ἐς Βαβυλῶνα ὑπέστρεψεν.

苏格拉底见阿尔基比亚德因财富而自视甚高,因资产尤其是田产而狂妄自负,便将他带到城中的某处,那里立着一块绘有大地全图的画板,苏格拉底吩咐阿尔基比亚德在上面寻找阿提卡。当他找到后,又吩咐他仔细查看自己的田地。阿尔基比亚德说:“可是上面根本没有画出来。”苏格拉底便说:“那么,对于这些在大地上连一部分都不算的产业,你竟然如此狂妄自负吗?”锡诺珀的狄奥根尼常常自道,他自身便应验并忍受着悲剧中的那些诅咒;因为他是: “漂泊无家、被剥夺祖国之人, 衣衫褴褛、度日维艰的乞丐。” 然而,他对这些境遇的自豪感,却丝毫不逊色于亚历山大连印度人也征服后凯旋巴比伦时对其统治整个文明世界的自负。

§3.30

Ἀμοιβεὺς ὁ κιθαρῳδὸς σωφρονέστατος ἐλέγετο καὶ γυναῖκα ὡραιοτάτην ἔχων μὴ ὁμιλεῖν αὐτῇ· καὶ Διογένης ὁ τῆς τραγῳδίας ὑποκριτὴς τὴν ἀκόλαστον κοίτην ἀπείπατο παντελῶς πᾶσαν. Κλειτόμαχος δὲ ὁ παγκρατιαστὴς εἴ ποτε καὶ κύνας εἶδε συμπλεκομένους, ἀπεστρέφετο· καὶ ἐν συμποσίῳ εἴ τις ἀφροδίσιος λόγος παρερρύη, ἀναστὰς ἀπηλλάττετο.

琴歌手阿莫伊玻斯据说极有节制,虽有极美丽的妻子,却不与她同房;悲剧演员狄奥根尼则彻底断绝了一切放纵的床笫之欢。而潘克拉辛搏击名家克雷托马科斯若看到狗交配便会扭过头去;如果在宴席上有谈及情欲之事,他便会起身离席。

§3.31

Νικίας ὁ ζωγράφος τοσαύτην περὶ τὸ γράφειν σπουδὴν εἶχεν, ὡς ἐπιλαθέσθαι πολλάκις αὐτὸν τροφὴν προσενέγκασθαι προστετηκότα τῇ τέχνῃ.

画家尼基阿斯对待作画极为专注,以至于沉浸在画技之中,常常忘记进食。

§3.32

Ἀλέξανδρος ὁ Φιλίππου, παῖς ὢν οὔπω πρόσηβος, ἐμάνθανε κιθαρίζειν. τοῦ δὲ διδάσκοντος κροῦσαι κελεύσαντος χορδήν τινα σὺν μέλει καὶ ἣν ἀπῄτει τὰ κιθαρίσματα, ʽκαὶ τί διοίσειʼ ἔφη ʽἐὰν ταύτην κρούσω;ʼ ἑτέραν δείξας. ὃ δὲ οὐδὲν ἔφη διαφέρειν τῷ μέλλοντι βασιλεύσειν ἀλλὰ τῷ ἐπὶ τέχνῃ κιθαρίσειν μέλλοντι.3 ἔδεισε δὲ ἄρα οὗτος τὸ τοῦ Λίνου πάθος. τὸν γὰρ Ἡρακλῆ ὁ Λῖνος ἔτι παῖδα ὄντα κιθαρίζειν ἐπαίδευεν· ἀμουσότερον δὲ ἁπτομένου τοῦ ὀργάνου, ἐχαλέπηνε πρὸς αὐτὸν ὁ Λῖνος. ὃ δὲ ἀγανακτήσας ὁ Ἡρακλῆς τῷ πλήκτρῳ τοῦ Λίνου καθίκετο καὶ ἀπέκτεινεν αὐτόν.

腓力的儿子亚历山大还是个尚未成年的孩童时,正在学习弹奏琴瑟。当他的老师吩咐他配合旋律弹奏某根琴弦、依琴曲之所求演奏时,亚历山大指着另一根弦说:“如果我弹这一根,又有什么区别呢?”老师答道,对于将要做国王的人来说毫无区别,但对于将要以此技艺弹琴为生的人来说却大有区别。原来,他是惧怕遭遇利诺斯的悲剧命运。因为利诺斯在赫拉克勒斯尚幼时曾教他弹琴;当赫拉克勒斯颇为笨拙地摆弄乐器时,利诺斯对他发了火。赫拉克勒斯大怒,用琴拨击打利诺斯,将他打死了。

语法注3 条
  1. 3.26ὃ δὲ συνεβούλευε προσελθόντας δεῖσθαι τοῦ Λυδοῦ

    主语 ὃ δὲ 指前文的主语品达罗斯。不定式 δεῖσθαι(恳求)的逻辑主语由宾格分词 προσελθόντας(前去)充当,指代的是以弗所的市民们,而非品达罗斯本人。

  2. 3.26τυραννικοῦ βίου φυγὴν αὐθαίρετον ἀλλαξάμενος

    表示交换的中动词 ἀλλάττομαι 在此接宾格表示所换取之物(φυγὴν αὐθαίρετον,“自愿的流亡”),接属格表示所放弃或作为代价之物(τυραννικοῦ βίου,“僭主的生活”)。

  3. 3.32οὐδὲν ἔφη διαφέρειν τῷ μέλλοντι βασιλεύσειν ἀλλὰ τῷ ἐπὶ τέχνῃ κιθαρίσειν μέλλοντι

    此句为依赖于 ἔφη 的带与格的不定式句型(无人称动词 διαφέρει 接与格表示“对……有区别/要紧”)。否定词 οὐδὲν 修饰前一个与格短语(τῷ μέλλοντι βασιλεύσειν),而在 ἀλλά 之后则顺势承前补入肯定的 διαφέρειν,以形成对比(“对于将要称王的人来说没有区别,但对于将要以此为业弹奏的人来说却有区别”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:3.26-3.32