- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:3.21-3.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节依次记述了数则轶事:少年忒狄斯托克利的不屈气魄、埃涅阿斯在特洛伊陷落时的孝悌与敬虔、亚历山大的赫赫武功与其酗酒日记的对比、色诺芬对精良武装的讲究,以及列奥尼达与三百勇士在温泉关的英勇牺牲。
ἐπανῄει ποτὲ ἐκ διδασκαλείου παῖς ἔτι ὢν Θεμιστοκλῆς. εἶτα προσιόντος Πεισιστράτου ὁ παιδαγωγὸς ἔφη τῷ Θεμιστοκλεῖ μικρὸν ἐκχωρῆσαι τῆς ὁδοῦ προσάγοντος τοῦ τυράννου.1 ὃ δὲ καὶ πάνυ ἐλευθερίως ἀπεκρίνατο ʽαὕτη γὰρʼ εἶπεν ʽαὐτῷ οὐχ ἱκανὴ ὁδός;ʼ οὕτως ἄρα εὐγενές τι καὶ μεγαλόφρον ἐνεφαίνετο τῷ Θεμιστοκλεῖ καὶ ἐξ ἐκείνου.
当忒弥斯托克利还是个孩子的时候,有一次正从学堂归家。这时庇西特拉图迎面走来,伴随仆役便对忒弥斯托克利说,僭主过来了,让他稍微闪避让路。他却极其豪迈地回答道:“难道这条路对他而言还不够宽阔吗?”可见,早在那个时候,某种高贵而豪放的气概便已在忒弥斯托克利身上显露出来了。
ὅτε ἑάλω τὸ Ἴλιον, οἰκτείραντες οἱ Ἀχαιοὶ τὰς τῶν ἁλισκομένων τύχας καὶ πάνυ Ἑλληνικῶς τοῦτο ἐκήρυξαν, ἕκαστον τῶν ἐλευθέρων ἓν ὅ τι καὶ βούλεται τῶν οἰκείων ἀποφέρειν ἀράμενον. ὁ οὖν Αἰνείας τοὺς πατρῴους θεοὺς βαστάσας ἔφερεν, ὑπεριδὼν τῶν ἄλλων. ἡσθέντες οὖν ἐπὶ τῇ τοῦ ἀνδρὸς εὐσεβείᾳ οἱ Ἕλληνες καὶ δεύτερον αὐτῷ κτῆμα συνεχώρησαν λαβεῖν· ὃ δὲ τὸν πατέρα πάνυ σφόδρα γεγηρακότα ἀναθέμενος τοῖς ὤμοις ἔφερεν. ὑπερεκπλαγέντες οὖν καὶ ἐπὶ τούτῳ οὐχ ἥκιστα, πάντων αὐτῷ τῶν οἰκείων κτημάτων ἀπέστησαν, ὁμολογοῦντες ὅτι πρὸς τοὺς εὐσεβεῖς τῶν ἀνθρώπων καὶ τοὺς θεοὺς καὶ τοὺς γειναμένους διʼ αἰδοῦς ἄγοντας καὶ οἱ φύσει πολέμιοι ἥμεροι γίνονται.
当伊利昂陷落时,阿开奥斯人怜悯被俘之人的命运,极为体面地按照希腊人的风范发布通告:每一个自由民均可随心挑取一件自己的私产携走。于是埃涅阿斯撇下其他一切器物,唯独背负起祖传的神像离去。希腊人因这人的虔敬而大为欣慰,便准许他带走第二件物品;于是他把年迈至极的父亲背在肩上带走。他们见此更是惊叹不已,便将他所有的私产全部归还与他,一致承认:面对那些虔诚敬神、敬重父母之人,即便是天生的仇敌也会变得仁慈温和。
καλὰ μὲν οὖν Ἀλεξάνδρου τὰ ἐπὶ Γρανίκῳ καὶ τὰ ἐπὶ Ἰσσῷ καὶ ἡ πρὸς Ἀρβήλοις μάχη καὶ Δαρεῖος ἡττημένος καὶ Πέρσαι δουλεύοντες Μακεδόσι· καλὰ δὲ καὶ τὰ τῆς ἄλλης ἁπάσης Ἀσίας νενικημένης, καὶ Ἰνδοὶ δὲ καὶ οὗτοι Ἀλεξάνδρῳ πειθόμενοι· καλὸν δὲ καὶ τὸ πρὸς τῇ Τύρῳ καὶ τὰ ἐν Ὀξυδράκαις καὶ τὰ ἄλλα αὐτοῦ. τί γὰρ δεῖ νῦν στενοχωρίᾳ λόγου περιλαμβάνειν τοσαύτην ἀνδρὸς ἐς ὅπλα ἀρετήν; ἔστω δὲ καὶ τῆς Τύχης Ἀλέξανδρον ἀγαπώσης τὰ πλεῖστα,2 εἴ τις εἴη δύσερις. καλὸς δʼ οὖν Ἀλέξανδρος μὴ ἡττώμενος τῆς Τύχης, μηδὲ πρὸς τὴν ἐξ αὐτῆς ἐς αὐτὸν προθυμίαν ἀπαγορεύων. ἐκεῖνα δὲ οὐκέτι καλὰ Ἀλεξάνδρου. δίου μηνός φασι πέμπτῃ ἔπινε παρὰ Μηδίῳ, εἶτα ἕκτῃ ἐκάθευδεν ἐκ τοῦ πότου, καὶ τοσοῦτον ἐκείνης τῆς ἡμέρας ἔζησεν, ὅσον ἀναστὰς χρηματίσαι τοῖς ἡγεμόσιν ὑπὲρ τῆς αὔριον πορείας, λέγων ὅτι ἔσται πρωί. καὶ ἑβδόμῃ εἱστιᾶτο παρὰ Περδίκκᾳ, καὶ ἔπινε πάλιν, καὶ ὀγδόῃ ἐκάθευδε. πέμπτῃ δὲ ἐπὶ δέκα τοῦ αὐτοῦ μηνὸς καὶ ταύτῃ ἔπινε, καὶ τῇ ἑπομένῃ τὰ εἰθισμένα ἔδρα τὰ ἐκ τοῦ πότου. παρὰ Βαγώᾳ δὲ ἐδείπνησε τετράδι μετὰ εἰκάδα· ἀπεῖχε δὲ τῶν βασιλείων ὁ Βαγώα οἶκος δέκα σταδίους· εἶτα τῇ τρίτῃ ἐκάθευδε. δυοῖν οὖν θάτερον, ἢ Ἀλέξανδρος κακῶς τοσαύτας τοῦ μηνὸς ἡμέρας ἑαυτὸν ζημιοῖ διὰ τὸν οἶνον, ἢ οἱ ταῦτα ἀναγράψαντες ψεύδονται. ἔξεστι δὲ ἐκ τούτων ἐννοεῖν καὶ τοῦ λοιποῦ χρόνου τὰ ὅμοια αὐτοὺς λέγοντας, ὧν καὶ Εὐμένης ὁ Καρδιανὸς καὶ ἐκεῖνός ἐστι.
亚历山大在格拉尼库斯河畔、在伊苏斯的武功,以及在阿尔贝拉的战役,大流士的溃败,波斯人对马其顿人的臣服,固然皆是伟业;全亚洲其余地方的被平定,以及印度人亦同样顺从于亚历山大,也是伟业;在推罗城下的战事、在奥克西德拉凯人领地上的战功及其余种种事迹,同样可圈可点。何必在促狭的言辞中局限此人如此巨大的赫赫武功呢?即便有人偏要争辩,说这绝大多数成就是偏爱亚历山大的命运女神所赐,那就姑且听任如此吧。然而亚历山大未被命运所击倒,亦未因命运向他展现的热忱而懈怠自满,这本身便是可圈可点的。然而,关于亚历山大的以下事迹却再也算不上光彩了。据说在狄俄斯月的初五,他在梅狄俄斯处饮酒;到了初六,便因宿醉而整日昏睡,在那一天里他醒着的时间,仅够起身向将领们交代次日行军的公务,并声称次日清晨出发。初七那天他在珀尔狄卡斯处赴宴,再度痛饮,初八又昏睡不起。同月十五日他又在豪饮,次日又按照惯例因宿醉而卧床不起。二十七日他在巴戈阿斯处用晚餐——巴戈阿斯的寓所距王宫有十斯塔德——接着在二十八日又昏睡过去。因此二者必居其一:要么是亚历山大因酗酒而在一个月内如此荒废度日,自损身心;要么便是记载这些事情的人满口谎言。由此我们也可以推想,他们在记述其余岁月时说的也是这般行径;而记述者之中便有那位卡狄亚人欧迈尼斯。
Ξενοφῶντι ἔμελε τῶν τε ἄλλων σπουδαίων, καὶ οὖν καὶ ὅπλα καλὰ ἔχειν. νικῶντι γὰρ ἔλεγε τοὺς πολεμίους τὴν καλλίστην στολὴν ἁρμόττειν, καὶ ἀποθνήσκοντα ἐν τῇ μάχῃ κεῖσθαι καλῶς ἐν καλῇ τῇ πανοπλίᾳ·3 τῷ γὰρ ἀνδρὶ τῷ γενναίῳ ταῦτα εἶναι τὰ ἐντάφια τὰ ὡς ἀληθῶς κοσμοῦντα αὐτόν. λέγεται οὖν ὁ τοῦ Γρύλλου τὴν μὲν ἀσπίδα Ἀργολικὴν ἔχειν, τὸν δὲ θώρακα Ἀττικόν, τὸ δὲ κράνος Βοιωτουργές, τὸν δὲ ἵππον Ἐπιδαύριον. φιλοκάλου δὲ ἔγωγε ἂν φαίην εἶναι ἀνδρὸς τὰ τοιαῦτα καὶ ἀξιοῦντος ἑαυτὸν τῶν καλῶν.
色诺芬不仅操心其他正经事务,亦格外讲究配备优良的武器。因为他说过,最华丽的装束正适合克敌制胜之人,而在战场上战死之人亦当身披华美甲胄体面地长眠;因为对于高尚的人而言,这些才是真正能为其增光的寿衣。因此据说格吕洛斯之子配有阿尔戈斯式的盾牌、阿提卡式的胸甲、玻俄提亚制式的头盔以及埃皮达鲁斯产的名马。依我之见,这正是一个热爱美好事物、并且自认配得上美好事物之人的作为。
ὁ Λεωνίδης ὁ Λακεδαιμόνιος καὶ οἱ σὺν αὐτῷ τριακόσιοι τὸν μαντευόμενον αὐτοῖς θάνατον εἵλοντο ἐν Πύλαις, καὶ ὑπὲρ τῆς Ἑλλάδος εὖ καὶ καλῶς ἀγωνισάμενοι τέλους ἔτυχον εὐκλεοῦς, καὶ δόξαν ἑαυτοῖς ἀθάνατον ἀπέλιπον καὶ φήμην ἀγαθὴν διʼ αἰῶνος.
拉栖代梦人列奥尼达与跟随他的三百勇士,在温泉关坦然选择了承受神谕为他们所预言的死亡;他们为了全希腊奋勇浴血,换取了光荣的结局,为自己留下了不朽的荣耀与万世的美名。
- 3.21ὁ παιδαγωγὸς ἔφη τῷ Θεμιστοκλεῖ μικρὸν ἐκχωρῆσαι τῆς ὁδοῦ προσάγοντος τοῦ τυράννου
动词 ἔφη 在此带与格人称代词/名词(τῷ Θεμιστοκλεῖ)并接不定式(ἐκχωρῆσαι),具有类似 κελεύω 的指示/命令用法(“吩咐/告诉忒狄斯托克利让道”)。τῆς ὁδοῦ 是动词 ἐκχωρέω 所要求的离格性属格;而 προσάγοντος τοῦ τυράννου 则是表伴随原因或时间的属格绝对结构。
- 3.23ἔστω δὲ καὶ τῆς Τύχης Ἀλέξανδρον ἀγαπώσης τὰ πλεῖστα
第三人称单数祈使语气动词 ἔστω(“就算是……吧/姑且承认为……”)构成让步句,主语是中性复数主格 τὰ πλεῖστα(“大部分事迹”),而 τῆς Τύχης 是表所属的表语属格。分词短语 Ἀλέξανδρον ἀγαπώσης(“眷爱亚历山大的”)作为定语修饰属格名词 Τύχης。其核心结构为 τὰ πλεῖστα ἔστω τῆς Τύχης(“愿/让绝大多数归属于命运”),而非属格绝对结构。
- 3.24νικῶντι γὰρ ἔλεγε τοὺς πολεμίους τὴν καλλίστην στολὴν ἁρμόττειν, καὶ ἀποθνήσκοντα ἐν τῇ μάχῃ κεῖσθαι καλῶς ἐν καλῇ τῇ πανοπλίᾳ
此处出现显著的格位转换:第一分句中,动词不定式 ἁρμόττειν(“适宜/相称”,逻辑主语为宾格 τὴν καλλίστην στολὴν)支配与格分词 νικῶντι(“对于克敌制胜者而言”,其直接宾语为 τοὺς πολεμίους);而在由 καί 连接的第二分句中,不定式 κεῖσθαι 的逻辑主语却转为宾格分词 ἀποθνήσκοντα(“战死沙场者长眠”)。两分句均作为间接引语依存于主句动词 ἔλεγε。
