- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:3.19-3.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述亚里士多德因装束与做派招致柏拉图不满,并乘隙排挤年迈的柏拉图退出散步道,终由归来的克塞诺克拉底夺回场地;随后记述吕珊德拒食精致甜糕的轶事。
λέγεται τὴν διαφορὰν Ἀριστοτέλους πρὸς Πλάτωνα τὴν πρώτην ἐκ τούτων γενέσθαι. οὐκ ἠρέσκετο τῷ βίῳ αὐτοῦ ὁ Πλάτων οὐδὲ τῇ κατασκευῇ τῇ περὶ τὸ σῶμα. καὶ γὰρ ἐσθῆτι ἐχρῆτο περιέργῳ ὁ Ἀριστοτέλης καὶ ὑποδέσει, καὶ κουρὰν δὲ ἐκείρετο καὶ ταύτην ἀήθη Πλάτωνι, καὶ δακτυλίους δὲ πολλοὺς φορῶν ἐκαλλύνετο ἐπὶ τούτῳ· καὶ μωκία δέ τις ἦν αὐτοῦ περὶ τὸ πρόσωπον, καὶ ἄκαιρος στωμυλία λαλοῦντος κατηγόρει καὶ αὕτη τὸν τρόπον αὐτοῦ. πάντα δὲ ταῦτα ὡς ἔστιν ἀλλότρια φιλοσόφου, δῆλον. ἅπερ οὖν ὁρῶν ὁ Πλάτων οὐ προσίετο τὸν ἄνδρα, προετίμα δὲ αὐτοῦ Ξενοκράτην καὶ Σπεύσιππον καὶ Ἀμύκλαν καὶ ἄλλους, τῇ τε λοιπῇ δεξιούμενος αὐτοὺς τιμῇ καὶ οὖν καὶ τῇ κοινωνίᾳ τῶν λόγων. ἀποδημίας δὲ γενομένης ποτὲ τῷ Ξενοκράτει ἐς τὴν πατρίδα, ἐπέθετο τῷ Πλάτωνι ὁ Ἀριστοτέλης, χορόν τινα τῶν ὁμιλητῶν τῶν ἑαυτοῦ περιστησάμενος, ὧν ἦν Μνάσων τε ὁ Φωκεὺς καὶ ἄλλοι τοιοῦτοι. ἐνόσει δὲ τότε ὁ Σπεύσιππος, καὶ διὰ ταῦτα ἀδύνατος ἦν συμβαδίζειν τῷ Πλάτωνι. ὁ δὲ Πλάτων ὀγδοήκοντα ἔτη ἐγεγόνει, καὶ ὁμοῦ τι διὰ τὴν ἡλικίαν ἐπελελοίπει τὰ τῆς μνήμης αὐτόν. ἐπιθέμενος οὖν αὐτῷ καὶ ἐπιβουλεύων ὁ Ἀριστοτέλης, καὶ φιλοτίμως πάνυ τὰς ἐρωτήσεις ποιούμενος καὶ τρόπον τινὰ καὶ ἐλεγκτικῶς, ἀδικῶν ἅμα καὶ ἀγνωμονῶν ἦν δῆλος·1 καὶ διὰ ταῦτα ἀποστὰς ὁ Πλάτων τοῦ ἔξω περιπάτου, ἔνδον ἐβάδιζε σὺν τοῖς ἑταίροις. τριῶν δὲ μηνῶν διαγενομένων ὁ Ξενοκράτης ἀφίκετο ἐκ τῆς ἀποδημίας, καὶ καταλαμβάνει τὸν Ἀριστοτέλη βαδίζοντα οὗ κατέλιπε τὸν Πλάτωνα. ὁρῶν δὲ αὐτὸν μετὰ τῶν γνωρίμων οὐ πρὸς Πλάτωνα ἀναχωροῦντα ἐκ τοῦ περιπάτου, ἀλλὰ καθʼ ἑαυτὸν ἀπιόντα ἐς τὴν πόλιν, ἤρετό τινα τῶν ἐν τῇ περιπάτῳ ὅπου ποτὲ εἴη ὁ Πλάτων· ὑπώπτευε γὰρ αὐτὸν μαλακίζεσθαι. ὃ δὲ ἀπεκρίνατο ʽἐκεῖνος μὲν οὐ νοσεῖ, ἐνοχλῶν δὲ αὐτὸν Ἀριστοτέλης παραχωρῆσαι πεποίηκε τοῦ περιπάτου,2 καὶ ἀναχωρήσας ἐν τῷ κήπῳ τῷ ἑαυτοῦ φιλοσοφεῖ.ʼ ὁ δὲ Ξενοκράτης ἀκούσας παραχρῆμα ἧκε πρὸς Πλάτωνα, καὶ κατέλαβε διαλεγόμενον τοῖς σὺν ἑαυτῷ· ἦσαν δὲ μάλα συχνοὶ καὶ ἄξιοι λόγου καὶ οἱ μάλιστα δοκοῦντες τῶν νέων ἐπιφανεῖς. ἐπεὶ δὲ ἐπαύσατο τῆς ὁμιλίας, ἠσπάσατό τε ὡς τὸ εἰκὸς τὸν Ξενοκράτην φιλανθρώπως καὶ αὖ πάλιν ὁ Ξενοκράτης ἐκεῖνον ὁμοίως. διαλυθείσης δὲ τῆς συνουσίας οὐδὲν οὔτε εἰπὼν πρὸς τὸν Πλάτωνα ὁ Ξενοκράτης οὔτε ἀκούσας, συναγαγὼν τοὺς ἑταίρους τῷ Σπευσίππῳ πάνυ ἰσχυρῶς ἐπέπληξε παραχωρήσαντι τοῦ περιπάτου Ἀριστοτέλει, αὐτός τε ἐπέθετο τῷ Σταγειρίτῃ κατὰ τὸ καρτερόν, καὶ ἐς τοσοῦτον προῆλθε φιλοτιμίας, ὡς ἐξελάσαι αὐτὸν καὶ ἀποδοῦναι τὸ σύνηθες χωρίον τῷ Πλάτωνι.
据说亚里士多德与柏拉图之间的最初不和源于以下缘由。柏拉图既不喜欢他的生活方式,也不喜欢他的身体装束。因为亚里士多德穿着考究的衣物和鞋履,剪着让柏拉图感到不合习俗的发型,并且戴着许多戒指以此自夸;他的脸上还带着某种嘲弄的表情,交谈时不合时宜的滔滔不绝也同样暴露了他的性格。显而易见,这一切皆与哲学家不相称。因此柏拉图目睹这些,便不接纳此人,而是更偏爱克塞诺克拉底、斯珀西波斯、阿米克拉斯等人,以其余各种礼遇尊崇他们,尤其是在论辩的交流上更是如此。有一次克塞诺克拉底远行前往家乡,亚里士多德纠集了自己的一群弟子围在身边,向柏拉图发难,其中有福基斯人姆纳松及其他同类之人。当时斯珀西波斯正在生病,因此无法陪伴柏拉图漫步。而柏拉图已经八十岁高龄,因年事已高,记忆力也几乎丧失了。于是亚里士多德向他挑起争端并暗施算计,极其争强好胜地提出质询,且在某种程度上带有刁难辩驳之意,显然表现得既不公又欠考虑。因此,柏拉图退出了室外的林荫散步道,与同伴们在室内散步。过了三个月,克塞诺克拉底从旅途中归来,发现在自己曾留下柏拉图的地方,亚里士多德正在那里散步。他看到亚里士多德和其熟人漫步后并不回到柏拉图那里,而是自行往城里去,便向散步道中的一人打听柏拉图究竟在何处;因为他怀疑柏拉图身体虚弱生病了。那人回答说:“他并没有生病,是亚里士多德纠缠骚扰,迫使他让出了散步道,他退回后正在自己的花园里探讨哲学。”克塞诺克拉底一听,立刻来到柏拉图处,发现他正在与同伴们交谈;那些人极其众多且颇有威望,皆被视作青年中最杰出的人物。当交谈结束时,柏拉图理所当然地亲切问候克塞诺克拉底,克塞诺克拉底亦同样问候了他。集会散去后,克塞诺克拉底既未对柏拉图说什么,也未听他说什么,而是召集同伴,极其严厉地斥责了向亚里士多德让出散步道的斯珀西波斯;他本人亦竭尽全力向这位斯塔吉拉人发起猛攻,争胜之心达到如此地步,以至将他逐走,并将惯常之地重新归还给柏拉图。
Λυσάνδρῳ τῷ Σπαρτιάτῃ ἐς Ἰωνίαν ἀφικομένῳ οἱ κατὰ τὴν Ἰωνίαν ξένοι πολλὰ μὲν καὶ ἄλλα ἀπέπεμψαν ἀτὰρ οὖν καὶ βοῦν καὶ πλακοῦντα. ὃ δὲ ἀπιδὼν ἐς τὸν πλακοῦντα ἤρετο ʽτί βούλεται τὸ πέμμα ἐκεῖνο εἶναι;ʼ3 ὁ δὲ κομίζων ἀπεκρίνατο ὅτι ἐκ μέλιτος καὶ τυροῦ καὶ ἄλλων τινῶν ἐσκεύασται. ὁ δὲ Λύσανδρος ʽἀλλὰ τοῦτο μὲνʼ εἶπε ʽτοῖς Εἵλωσι δότε· ἐλευθέρου γὰρ οὐκ ἔστι βρῶμα.ʼ τὸν δὲ βοῦν προσέταξε κατὰ τὰ πάτρια σκευασθῆναι, καὶ ἐδείπνησεν4 ἡδέως.
斯巴达人吕珊德抵达爱奥尼亚时,爱奥尼亚各地的朋友送来许多礼物,其中有一头牛和一块扁甜糕。他看着那甜糕问道:“那糕点究竟算是什么东西?”送糕来的人回答说,这是由蜂蜜、奶酪和某些其他材料制作而成的。吕珊德说:“那就把这个拿去给黑劳士吧;因为这不是自由人的食物。”而那头牛,他下令按照祖传习惯烹制,并欣然享用了晚餐。
- 3.19ἀδικῶν ἅμα καὶ ἀγνωμονῶν ἦν δῆλος
带有分词(ἀδικῶν, ἀγνωμονῶν)的形容词人称构式(δῆλός εἰμι + 分词),意为“他显然表现得既不公又欠考虑”。希腊语通常偏好使用此人称构式,而非无人称从句(如 δῆλον ἦν ὅτι...)。
- 3.19παραχωρῆσαι πεποίηκε τοῦ περιπάτου
使用 ποιέω + 不定词(παραχωρῆσαι)构成的致使结构,意为“迫使他让出/退让”。属格 τοῦ περιπάτου 是动词 παραχωρέω 所支配的分离属格。
- 3.20τί βούλεται τὸ πέμμα ἐκεῖνο εἶναι;
动词 βούλομαι + 不定词用于无生命事物的习惯表达,意为“那糕点究竟算是什么东西?”或“意味着什么?”
- 3.20ἐδείπνησεν
ἐδείπνησεν 为 δειπνέω 的不定过去时(“享用了晚餐”),以 καί 与 προσέταξε 并列,并由副词 ἡδέως(“愉快地”)修饰。
