← 克劳狄乌斯·埃利安

杂闻轶事

§3.2-3.9

丧子时的从容与关于勇气机智的轶事

本节记述了哲人与统治者在闻知丧子之痛时的镇定自若,克拉特斯与德摩卡里斯的言行轶事,弗律尼科斯因谱写尚武舞曲而获选为将军,以及受厄洛斯与阿瑞斯双重狂热驱使的恋爱战士所拥有的无匹勇气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2

Ἀναξαγόρᾳ τις τῷ Κλαζομενίῳ σπουδάζοντι πρὸς τοὺς ἑταίρους προσελθὼν ἔφη τεθνηκέναι οἱ τοὺς δύο παῖδας οὕσπερ οὖν εἶχε μόνους ὁ Ἀναξαγόρας. ὃ δὲ μηδὲν διαταραχθεὶς εἶπεν ʽᾔδειν θνητοὺς γεγεννηκώς.ʼ1 Ξενοφῶντι θύοντι ἧκέ τις ἐκ Μαντινείας ἄγγελος, λέγων τὸν υἱὸν αὐτοῦ τὸν Γρύλλον τεθνάναι· κἀκεῖνος ἀπέθετο μὲν τὸν στέφανον, διετέλει δὲ θύων. ἐπεὶ δὲ ὁ ἄγγελος προσέθηκε τῷ πρότερον λόγῳ καὶ ἐκεῖνον τὸν λέγοντα ὅτι νικῶν μέντοι τέθνηκε, πάλιν ὁ Ξενοφῶν ἐπέθετο τῇ κεφαλῇ τὸν στέφανον. ταῦτα μὲν οὖν δημώδη καὶ ἐς πολλοὺς ἐκπεφοίτηκεν.

当克拉佐墨奈的阿那克萨哥拉正与同伴们热切交谈时,有人走上前来,告诉他他仅有的两个儿子已经去世。然而他毫无惊慌失措之色,说道:“我早知自己所生下的是凡人。”色诺芬正在献祭时,一位信使从曼提尼亚赶来,说他的儿子格吕罗斯阵亡了。色诺芬摘下了花冠,但继续献祭。当信使在之前的话上补充说格吕罗斯是在胜利中战死的,色诺芬又将花冠戴回了头上。这些故事人尽皆知,广为流传。

§3.4

Δίων δὲ ὁ Ἱππαρίνου μὲν παῖς Πλάτωνος δὲ ὁμιλητὴς ἔτυχε μὲν χρηματίζων ὑπέρ τινων δημοσίων καὶ κοινῶν πραγμάτων, ὁ δὲ παῖς αὐτοῦ ἐκ τοῦ τέγους κατενεχθεὶς ἐς τὴν αὐλὴν τὸν βίον κατέστρεψεν. οὐδὲν οὖν ἐπὶ τούτοις μετεβάλετο ὁ Δίων, ἀλλʼ ὅπερ οὖν ἐξ ἀρχῆς ἔπραττε, τοῦτο καὶ δρῶν διετέλεσεν.

希帕里诺斯之子、柏拉图的学生狄翁当时正在处理某些关乎公众和国家利益的事务,他的儿子从屋顶跌落到庭院中丧生。狄翁对发生之事毫无动摇,而是继续做着从一开始就在做的事情。

§3.5

Ἀντίγονόν γε μήν φασι τὸν δεύτερον ἐπεί τινες τὸν υἱὸν αὐτῷ ἐκ τῆς παρατάξεως ἐκόμισαν νεκρόν, εἶδε μὲν αὐτόν,2 οὐδὲν δὲ τρέψας τοῦ χρωτός, οὐδὲ μὴν ἐπιδακρύσας, ἐπαινέσας δὲ ὡς ἀγαθὸν στρατιώτην, θάπτειν προσέταξεν.

此外,人们谈及安提柯二世时说,当有人从战线上将他阵亡的儿子抬回来时,他看了看儿子,脸色丝毫不变,亦未落泪,赞扬他是一位英勇的战士,并下令予以安葬。

§3.6

Κράτης ὁ Θηβαῖος τά τε ἄλλα μεγαλόφρων ὢν πεφώραται καὶ καταφρονητικὸς τῶν ὑπὸ τοῦ πλήθους θαυμαζομένων, ἀτὰρ οὖν καὶ χρημάτων καὶ πατρίδος. ὅτι μὲν οὖν τῆς οὐσίας ἀπέστη τοῖς Θηβαίοις, τοῦτο μὲν καὶ ἐς πάντας ἐξεφοίτησε· τὸ δὲ ἕτερον αὐτοῦ οὐ πᾶσι γνώριμον· ἔστι δὲ ἐκεῖνο. ἀπαλλαττόμενος τῶν Θηβῶν οἰκισθεισῶν πάλιν ἔφη ʽοὐ δέομαι πόλεως, ἣν Ἀλέξανδρος κατασκάψει ἄλλος.ʼ Δημοχάρης ὁ τοῦ Δημοσθένους ἀδελφιδοῦς ἐπιδεῖξαι βουλόμενος ὅτι τῆς ἐκ τῶν πολλῶν κακοφημίας ὑπερφρονεῖ, θεασάμενός τινας καθεζομένους ἐν ἰατρείῳ ψογεροὺς καὶ κακῶς ἀγορεύειν ἐκ παντὸς τρόπου διψῶντας ʽτί φατε ὑμεῖςʼ εἶπε ʽΔυσμενίδαι;ʼ τὸ ἦθος αὐτῶν ἅμα ἐκκαλύψας διὰ τούτου τοῦ ὀνόματος.

忒拜人克拉特斯在其他方面表现得心胸豁达,蔑视大众所艳羡之物,尤其轻视财富与祖国。他将家产让渡给忒拜人一事为人共知;但他的另一件事却非人人皆知,事情如下:当他离开重建后的忒拜时说道:“我不需要一座会被另一个亚历山大夷为平地的城邦。”德摩斯梯尼的外甥德摩卡里斯意欲表明自己蔑视众人的毁谤,他看到某些坐在诊所里、极度渴望以各种方式恶语中伤他人的挑剔之辈,便说道:“恶灵们,你们在说什么呢?”以此称谓当场揭露了他们的本性。

§3.8

Φρύνιχον Ἀθηναῖοι στρατηγὸν εἵλοντο οὔτε κατὰ σπουδὰς οὔτε κατὰ τὴν τοῦ γένους ἀξίαν οὔτε μὴν ὅτι ἦν πλούσιος· πολλάκις γὰρ καὶ ἐκ τούτων ἐθαυμάζοντο ἐν ταῖς Ἀθήναις, καὶ τῶν ἄλλων προῃροῦντο. ἀλλʼ ἐπεὶ τοῖς πυρριχισταῖς ἔν τινι τραγῳδίᾳ ἐπιτήδεια μέλη καὶ πολεμικὰ ἐξεπόνησεν, οὕτως ἄρα κατεκτήσατο τὸ θέατρον καὶ ἐκράτησε τῶν παρόντων, ὥστε παραχρῆμα αὐτὸν εἵλοντο στρατηγεῖν, πιστεύσαντες ὅτι τῶν πολεμικῶν ἔργων ἡγήσεται καλῶς καὶ ἐς δέον, ὅπου μὴ ἀπᾴδοντα τοῖς ἐνόπλοις ἀνδράσιν εἰργάσατο3 τὰ ἐν τῷ δράματι μέλη τε καὶ ποιήματα.

雅典人选举弗律尼科斯为将军,既非由于钻营,亦非由于门第高贵,更非因为他富有;因为在雅典,人们往往由于这些原因而受人景仰并优先获选。然而,因为他在一部悲剧中为皮利卡舞者谱写了适宜的尚武曲调,他彻底征服了剧场并打动了在场之人,以致他们当场推举他担任将军,坚信既然他在戏剧中所创作的曲调与诗歌对于武装之士毫无不协调之处,他也必能妥当而出色地指挥战事。

§3.9

ἐρῶντι ἀνδρί τις οὐκ ἐρῶν ἐπειγούσης τῆς μάχης καὶ συνάγοντος τοῦ πολέμου οὐκ ἂν συμμίξειεν. ὁ γὰρ ἀνέραστος φεύγει καὶ ἀποδιδράσκει τὸν ἐρωτικόν, ἅτε βέβηλος καὶ ἀτέλεστος τῷ θεῷ καὶ τοσοῦτον ἀνδρεῖος, ὅσον αὐτῷ καὶ ἡ ψυχὴ χωρεῖ καὶ τὸ σῶμα ῥώμης ἔχει· δέδοικε δὲ τὸν ἕτερον, ἅτε ἐκ θεοῦ κατόχως ἐνθουσιῶντα, καὶ οὐ μὰ Δία τοῦτο τὸ κοινὸν ἐξ Ἄρεος ἀλλʼ ἐξ Ἔρωτος μανέντα. οἱ μὲν γὰρ ἐκ τοῦ ἑτέρου τῶν θεῶν κατειλημμένοι, ὧν ἕνα φησὶν Ὅμηρος ὅμοια τῷ Ἄρει μαίνεσθαι, ἀλλʼ ἐκεῖνοί γε ἐξ ἑνὸς περιειλημμένοι δαίμονος εὖ καὶ καλῶς ἀγωνίζονται τοσοῦτον, ὅσον ἐνθουσιᾶν αὐτοὺς ἅπαξ· οἱ δὲ Ἔρωτος βάκχοι πολεμοῦντες καὶ ὑπὸ τῆς Ἄρεος ὁρμῆς καὶ ὑπὸ τῆς Ἔρωτος ἐκκαύσεως διπλῆν τὴν λατρείαν ὑπομένοντες εἰκότως κατὰ τὴν Κρητῶν ἔννοιαν κατορθοῦσι διπλᾶ. οὔκουν τῷ ἐξ Ἄρεος καὶ Ἔρωτος φονῶντι αἰτιάσαιτο ἄν τις εἰ μὴ ὑπομένοι ὁπλίτης ἀνταγωνίσασθαι4 ὑφʼ ἑνὶ τεταγμένος θεῷ, ἀλλʼ οὐχ ὑπὸ τοῖς δύο. 

当战事紧迫、刀兵相接之时,一个没有坠入爱河的人是无法与一个坠入爱河的人抗衡的。因为未入爱河者逃避并躲闪恋爱之人,由于他在爱神面前是未经启蒙的外人,其勇敢程度仅限于其灵魂所能容纳以及肉体所具备的力量;但他畏惧对方,因为对方被神明附体而狂热——指天发誓,这狂热并非源自阿瑞斯的凡俗狂乱,而是源自厄洛斯。那些受其中一位神明占据的人——荷马称其中一人狂暴如阿瑞斯——仅受一位神明的鼓舞,其战斗之英勇不过与其单次的灵感相当;而厄洛斯的信徒在作战时,同时承受着阿瑞斯的冲动与厄洛斯的灼热,经历着双重的奉事,因而按照克里特人的说法,自然能取得双倍的战功。因此,如果一名仅编列在一尊神明之下、而非两尊神明之下的重装步兵,不敢承受与同时受阿瑞斯和厄洛斯驱使而渴求杀戮之人对抗,绝不会有人对此加以指责。

语法注4 条
  1. 3.2ᾔδειν θνητοὺς γεγεννηκώς

    表示知觉与认知的动词 οἶδα 的过去完成时 ᾔδειν 接间接引语中的补足分词。由于分词的逻辑主语与主句主语(阿那克萨哥拉自身)一致,此处未采用对格不定式结构,而是使用了主格分词 γεγεννηκώς,意为“我早知自己所生下的是凡人”。

  2. 3.5Ἀντίγονόν γε μήν φασι τὸν δεύτερον ἐπεί τινες τὸν υἱὸν αὐτῷ ἐκ τῆς παρατάξεως ἐκόμισαν νεκρόν, εἶδε μὲν αὐτόν

    破格句(anacoluthon)。句首的对格 Ἀντίγονον τὸν δεύτερον 原本作为动词 φασί(人们说)所引出的对格不定式结构的主语,但在插入了由 ἐπεί 引出的时间从句(当有人将儿子运来时)之后,句子并未按预期接续不定式(如 ἰδεῖν),而是直接使用了定态动词 εἶδε(他看到了),转为了主格陈述句结构。

  3. 3.8ὅπου μὴ ἀπᾴδοντα τοῖς ἐνόπλοις ἀνδράσιν εἰργάσατο

    连词 ὅπου 原本表示地点(“在……之处”),此处用作表示原因或根据的从属连词(“既然”、“鉴于”,相当于 ἐπειδή),接直陈式 εἰργάσατο。否定词 μὴ 带有假定或特质色彩,意为“鉴于他创作的作品绝非不合于武装战士”。

  4. 3.9οὔκουν τῷ ἐξ Ἄρεος καὶ Ἔρωτος φονῶντι αἰτιάσαιτο ἄν τις εἰ μὴ ὑπομένοι ὁπλίτης ἀνταγωνίσασθαι

    包含语序倒置(hyperbaton)的复杂句。置于句首的与格短语 τῷ ... φονῶντι(对渴求杀戮之人)并非修饰其后的主要动词 αἰτιάσαιτο,而是作条件从句内不定式 ἀνταγωνίσασθαι(与……抗衡)的补足语。主句及物动词 αἰτιάσαιτο(指责)的宾语在此处省略,实质指代从句的主语 ὁπλίτης(重装步兵)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:3.2-3.9