- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:3.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者生动描绘了色萨利坦佩峡谷的地貌、繁茂植被、清泉流水以及节庆集会,并叙述了阿波罗在此净身的神话与德尔斐使团的朝圣礼俗。
φέρε οὖν καὶ τὰ καλούμενα Τέμπη τὰ Θετταλικὰ διαγράψωμεν τῷ λόγῳ καὶ διαπλάσωμεν· ὡμολόγηται γὰρ καὶ ὁ λόγος, ἐὰν ἔχῃ δύναμιν φραστικήν, μηδὲν ἀσθενέστερον ὅσα βούλεται δεικνύναι τῶν ἀνδρῶν τῶν κατὰ χειρουργίαν δεινῶν.1 ἔστι δὴ χῶρος μεταξὺ κείμενος τοῦ τε Ὀλύμπου καὶ τῆς Ὄσσης. ὄρη δὲ ταῦτά ἐστιν ὑπερύψηλα καὶ οἷον ὑπό τινος θείας φροντίδος διεσχισμένα, καὶ μέσον δέχεται χωρίον, οὗ τὸ μὲν μῆκος ἐπὶ τετταράκοντα διήκει σταδίους, τό γε μὴν πλάτος τῇ μέν ἐστι πλέθρου, τῇ δὲ καὶ μεῖζον ὀλίγῳ. διαρρεῖ δὲ μέσου αὐτοῦ ὁ καλούμενος Πηνειός. ἐς τοῦτον δὲ καὶ οἱ λοιποὶ ποταμοὶ συρρέουσι, καὶ ἀνακοινοῦνται τὸ ὕδωρ αὐτῷ, καὶ ἐργάζονται τὸν Πηνειὸν ἐκεῖνοι μέγαν. διατριβὰς δʼ ἔχει ποικίλας καὶ παντοδαπὰς ὁ τόπος οὗτος, οὐκ ἀνθρωπίνης χειρὸς ἔργα, ἀλλὰ φύσεως αὐτόματα ἐς κάλλος τότε φιλοτιμησαμένης, ὅτε ἐλάμβανε γένεσιν ὁ χῶρος. κιττὸς μὲν γὰρ πολὺς καὶ εὖ μάλα λάσιος ἐνακμάζει καὶ τέθηλε καὶ δίκην τῶν εὐγενῶν ἀμπέλων κατὰ τῶν ὑψηλῶν δένδρων ἀνέρπει καὶ συμπέφυκεν αὐτοῖς, πολλὴ δὲ σμίλαξ πρὸς αὐτὸν τὸν πάγον ἀνατρέχει καὶ ἐπισκιάζει τὴν πέτραν· καὶ ἐκείνη μὲν ὑπολανθάνει, ὁρᾶται δὲ τὸ χλοάζον πᾶν, καὶ ἔστιν ὀφθαλμῶν πανήγυρις. ἐν αὐτοῖς δὲ τοῖς λείοις καὶ καθημένοις ἄλση τέ ἐστι ποικίλα καὶ ὑποδρομαὶ συνεχεῖς, ἐν ὥρᾳ θέρους καταφυγεῖν ὁδοιπόροις ἥδιστα καταγώγια, ἃ καὶ δίδωσιν ἀσμένως ψυχάσαι. διαρρέουσι δὲ καὶ κρῆναι συχναί, καὶ ἐπιρρεῖ νάματα ὑδάτων ψυχρῶν καὶ πιεῖν ἡδίστων. λέγεται δὲ τὰ ὕδατα ταῦτα καὶ τοῖς λουσαμένοις ἀγαθὸν εἶναι καὶ ἐς ὑγίειαν αὐτοῖς συμβάλλεσθαι. κατᾴδουσι δὲ καὶ ὄρνιθες ἄλλος ἄλλῃ διεσπαρμένοι, καὶ μάλιστα οἱ μουσικοί, καὶ ἑστιῶσιν εὖ μάλα τὰς ἀκοάς, καὶ παραπέμπουσιν ἀπόνως καὶ σὺν ἡδονῇ, διὰ τοῦ μέλους τὸν κάματον τῶν παριόντων ἀφανίσαντες. παρʼ ἑκάτερα δὲ τοῦ ποταμοῦ αἱ διατριβαί εἰσιν αἱ προειρημέναι καὶ αἱ ἀνάπαυλαι. διὰ μέσων δὲ τῶν Τεμπῶν ὁ Πηνειὸς ποταμὸς ἔρχεται, σχολῇ καὶ πράως προϊὼν ἐλαίου δίκην, πολλὴ δὲ κατʼ αὐτοῦ ἡ σκιὰ ἐκ τῶν παραπεφυκότων δένδρων καὶ τῶν ἐξηρτημένων κλάδων τίκτεται, ὡς ἐπὶ πλεῖστον τῆς ἡμέρας αὐτὴν προήκουσαν ἀποστέγειν τὴν ἀκτῖνα2 καὶ παρέχειν τοῖς πλέουσι πλεῖν κατὰ ψῦχος. πᾶς δὲ ὁ περίοικος λεὼς συνίασιν ἄλλοι ἄλλοις, καὶ θύουσι καὶ συνουσίας ποιοῦνται καὶ συμπίνουσιν. ἅτε οὖν πολλῶν ὄντων τῶν θυόντων καὶ τῶν καθαγιζόντων συνεχῶς, εἰκότως καὶ τοῖς βαδίζουσι καὶ τοῖς πλέουσιν ὀσμαὶ συμπαρομαρτοῦσιν ἥδισται· οὕτως ἄρα ἡ τιμὴ ἡ διαρκὴς ἡ περὶ τὸ κρεῖττον ἐκθεοῖ τὸν τόπον. ἐνταῦθά τοί φασι παῖδες Θετταλῶν καὶ τὸν Ἀπόλλωνα τὸν Πύθιον καθήρασθαι κατὰ πρόσταγμα τοῦ Διός, ὅτε τὸν Πύθωνα τὸν δράκοντα κατετόξευσεν φυλάττοντα τοὺς Δελφούς, τῆς Γῆς ἔτι ἐχούσης τὸ μαντεῖον. στεφανωσάμενον οὖν ἐκ ταύτης τῆς δάφνης τῆς Τεμπικῆς καὶ λαβόντα κλάδον ἐς τὴν δεξιὰν χεῖρα ἐκ τῆς αὐτῆς δάφνης ἐλθεῖν ἐς Δελφοὺς καὶ παραλαβεῖν τὸ μαντεῖον τὸν Διὸς καὶ Λητοῦς παῖδα.3 ἔστι δὲ καὶ βωμὸς ἐν αὐτῷ τῷ τόπῳ, ἐν ᾧ καὶ ἐστεφανώσατο καὶ τὸν κλάδον ἀφεῖλε. καὶ ἔτι καὶ νῦν διʼ ἔτους ἐνάτου4 οἱ Δελφοὶ παῖδας εὐγενεῖς πέμπουσι καὶ ἀρχιθέωρον ἕνα σφῶν αὐτῶν. οἳ δὲ παραγενόμενοι καὶ μεγαλοπρεπῶς θύσαντες ἐν τοῖς Τέμπεσιν ἀπίασι πάλιν στεφάνους ἀπὸ τῆς αὐτῆς δάφνης διαπλέξαντες, ἀφʼ ἧσπερ οὖν καὶ τότε ὁ θεὸς ἐστεφανώσατο. καὶ τὴν ὁδὸν ἐκείνην ἔρχονται, ἣ καλεῖται μὲν Πυθιάς, φέρει δὲ διὰ Θετταλίας καὶ Πελασγίας καὶ τῆς Οἴτης καὶ τῆς Αἰνιάνων χώρας καὶ τῆς Μηλιέων καὶ Δωριέων καὶ Λοκρῶν τῶν Ἑσπερίων. οὗτοι δὲ καὶ παραπέμπουσιν αὐτοὺς σὺν αἰδοῖ καὶ τιμῇ οὐδὲν ἧττον ἤπερ οὖν ἐκεῖνοι, οἳ τοὺς ἐξ Ὑπερβορέων τὰ ἱερὰ κομίζοντας τῷ αὐτῷ θεῷ τούτῳ τιμῶσι. καὶ μὴν καὶ τοῖς Πυθίοις ἐκ ταύτης τῆς δάφνης τοὺς στεφάνους τοῖς νικῶσι διδόασιν. ὑπὲρ μὲν οὖν τῶν ἐν Θετταλίᾳ Τεμπῶν καὶ ἐμοὶ νῦν τοσαῦτα εἰρήσθω.
那么,且让我们也用言辞来描摹并塑造那所谓的色萨利坦佩峡谷吧;因为人们公认,言辞若具备表达之力,在展现其所欲展现的一切事物上,绝不逊色于那些精通手工技艺的人。在奥林匹斯山与奥萨山之间坐落着一处地域。这两座山峰高耸入云,宛如依凭某种神圣的旨意被劈开一般,在中央包容了一片地方,其长度延伸达四十斯塔德,而其宽度在此处为一普勒特龙,在彼处则略宽一些。所谓的珀涅俄斯河自其正中流淌而过。其余诸河也汇入其中,与它汇聚流水,共同使珀涅俄斯河变得壮阔浩荡。这一地方有着丰富而多样的游憩之所,它们并非人力之作,而是大自然在此地生成之际争奇斗艳所结出的天然产物。因为极多且极为茂密的常春藤在那里繁茂昌盛,宛如高贵的葡萄藤一般攀缘着高大的树木并与它们融为一体生长,而大量的菝葜则向上攀爬至悬崖本身并遮蔽了岩石;岩壁因而隐匿不见,所见者皆为郁郁葱葱的青翠,宛如眼睛的盛会。在平坦低洼之处,有着各式各样的树林和连绵的绿荫,是夏日里行路之人前去避暑的最宜人之歇息处,亦欣然供人纳凉。数不尽的清泉自中流淌,喷涌出冰冷而甘甜宜饮的水流。据说这些泉水对沐浴者亦大有裨益,能助益其健康。四处散落的飞鸟,尤其是那些擅长鸣啭之鸟,亦在那里啁啾啼唱,极好地款待着人们的听觉,以其歌声消解过客的疲惫,毫无劳顿而满含愉悦地护送着他们。河之两岸尽是上述的游憩之所和歇息之处。珀涅俄斯河从坦佩中央穿流而过,如清油般安闲且平缓地流淌,沿岸生长的树木与下垂的枝条在河面上投下浓密的树荫,以至于在白天的大部分时间里,随着树荫蔓延,遮蔽了阳光,使泛舟者得以在凉爽中前行。所有邻近的居民聚集在一起,互相往来,献祭牺牲,聚会社交并共同饮宴。既然有如此之多的人不断地献祭与焚献,自然而然地,无论行走之人还是泛舟之人,都有极其甜美的香气相伴随;恒久敬奉神明的举动就这样使此地化为了神圣之境。色萨利人的后裔相传,当年皮托的阿波罗在盖娅尚执掌神谕所之际射杀了看守德尔斐的巨蟒皮同之后,正是遵照宙斯的命令在此净化了自身。宙斯与勒托之子于是用这坦佩的月桂树枝编制花冠加诸己身,并从同一株月桂树上摘下一枝握于右手,前往德尔斐接管了神谕所。在他加冠并折枝的同一地点,至今尚有一座祭坛。即便是现在,每隔八年,德尔斐人仍会派遣贵族少年以及从他们自身中选出的一名神使长。他们来到坦佩,隆重地献祭之后,用当年神祇自身加冠的同一月桂树编织花冠踏上归途。他们行走在那条名为“皮提亚斯”的道路上,途经色萨利、佩拉斯吉亚、俄塔、艾尼亚涅斯人之境、马利斯人、多里斯人以及西洛克里斯人的土地。这些人满怀敬畏与尊崇护送他们,其诚敬丝毫不亚于那些敬重自极北之地向这同一位神明运来圣物者的人。不仅如此,在皮提亚竞技会上,人们亦将由此月桂制成的花冠颁授给获胜者。关于色萨利的坦佩,我暂且就说这么多吧。
- 3.1ὡμολόγηται γὰρ καὶ ὁ λόγος, ἐὰν ἔχῃ δύναμιν φραστικήν, μηδὲν ἀσθενέστερον ὅσα βούλεται δεικνύναι τῶν ἀνδρῶν τῶν κατὰ χειρουργίαν δεινῶν.
该句由完成时被动动词 ὡμολόγηται 引出主格不定词结构(nominativus cum infinitivo)。主语 ὁ λόγος 被前置提升为 ὡμολόγηται 的主语,并与不定词 δεικνύναι 搭配(即“言辞也被公认在展现……方面绝不逊色”)。ὅσα βούλεται 作 δεικνύναι 的宾语,τῶν ἀνδρῶν 则是由比较级副词短语 μηδὲν ἀσθενέστερον 所统辖的比较属格。
- 3.1ὡς ἐπὶ πλεῖστον τῆς ἡμέρας αὐτὴν προήκουσαν ἀποστέγειν τὴν ἀκτῖνα
此句为 ὡς 带不定词 ἀποστέγειν(遮蔽)构成的结果状语从句。不定词的逻辑主语为受格代词 αὐτήν(指代前文的 ἡ σκιά),并由分词 προήκουσαν 修饰。τὴν ἀκτῖνα 为 ἀποστέγειν 的直接宾语。
- 3.1στεφανωσάμενον οὖν ἐκ ταύτης τῆς δάφνης τῆς Τεμπικῆς καὶ λαβόντα κλάδον ἐς τὴν δεξιὰν χεῖρα ἐκ τῆς αὐτῆς δάφνης ἐλθεῖν ἐς Δελφοὺς καὶ παραλαβεῖν τὸ μαντεῖον τὸν Διὸς καὶ Λητοῦς παῖδα.
该句承接前句的 φασί(人们相传),属于间接引语中的受格不定词结构。主要的两个不定词为 ἐλθεῖν 与 παραλαβεῖν,其逻辑主语被后置于句末:τὸν Διὸς καὶ Λητοῦς παῖδα(宙斯与勒托之子)。句首的分词 στεφανωσάμενον 与 λαβόντα 为依附于此后置受格主语的同格分词。
- 3.1διʼ ἔτους ἐνάτου
前置词 διά 加属格表示时间间隔,采用古希腊传统的包含计数法(inclusive reckoning)。“每至第九年”按现代计时即指每隔八年(即八年一周期的节庆巡回)。
