- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:3.10-3.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃利亚努斯记述了斯巴达监察官对恋童与爱人关系的道德监管及斯巴达恋爱的贞洁习俗、逍遥派关于睡眠中灵魂与梦境的学说,以及塔皮洛伊人与拜占庭人极端的酗酒与怠惰。
περὶ τῶν ἐν Λακεδαίμονι ἐφόρων πολλὰ μὲν καὶ ἄλλα εἰπεῖν καλὰ ἔχω, ἃ δʼ οὖν προῄρημαι, ταῦτα νῦν ἐρῶ. ὅτε τις τῶν παρʼ αὐτοῖς καλῶν πλούσιον ἐραστὴν προείλετο χρηστοῦ πένητος,1 ἐπέβαλον αὐτῷ χρήματα, κολάζοντες ὡς ἔοικε τὴν φιλοχρηματίαν τῇ τῶν χρημάτων ζημίᾳ. ἄλλον δέ τινα ἄνδρα καλὸν κἀγαθὸν οὐδενὸς ἐρῶντα τῶν καλῶς πεφυκότων καὶ τοῦτον ἐζημίωσαν,2 ὅτι χρηστὸς ὢν οὐδενὸς ἤρα· δῆλον γὰρ ὡς ὅμοιον ἂν ἑαυτῷ κἀκεῖνον ἀπέφηνεν, ἴσως δʼ ἂν καὶ ἄλλον. δεινὴ γὰρ ἡ τῶν ἐραστῶν πρὸς τὰ παιδικὰ εὔνοια ἀρετὰς ἐνεργάσασθαι, ὅταν αὐτοὶ σεμνοὶ ὦσιν· ἐπεί τοι Λακωνικὸς καὶ οὗτος νόμος, ὅταν ἁμάρτῃ μειράκιον, τῇ μὲν ἀφελείᾳ τοῦ τρόπου καὶ τῷ νεαρῷ τῆς ἡλικίας συγγινώσκουσι, τὸν δὲ ἐραστὴν ὑπὲρ αὐτοῦ κολάζουσιν, ἐπιγνώμονας αὐτοὺς καὶ ἐξεταστὰς ὧν ἐκεῖνοι πράττουσι κελεύοντες εἶναι.
关于拉刻代蒙的监察官,我还有许多其他美德之事可说,但我如今只讲述我所挑选出来的。在他们那里,当一个美少年选择了一位富有的情人而舍弃一位品行端正的穷人时,他们对他处以罚金,看来是以金钱之罚惩治了他的爱财之心。另一位品德高尚的士人,由于未曾爱过任何资质优秀的少年,他们也对他处以罚金,因为他身为贤人却不曾爱过任何人;很显然,他本可以使那个少年变得如他自己一般,或许还能使其他人也如此。因为情人若自身庄严端正,他们对心爱之人的善意在培育美德方面是极具威力的。确实,这也是斯巴达的习俗:少年若有过错,监察官因其天性单纯、年纪尚幼而予以宽恕,却代他惩罚他的情人,责令情人成为少年所作所为的监护人与审视者。
οἱ περιπατητικοί φασι μεθʼ ἡμέραν θητεύουσαν τὴν ψυχὴν τῷ σώματι περιπλέκεσθαι καὶ μὴ δύνασθαι καθαρῶς τὴν ἀλήθειαν θεωρεῖν· νύκτωρ δὲ διαλυθεῖσαν τῆς περὶ τοῦτο λειτουργίας καὶ σφαιρωθεῖσαν ἐν τῷ περὶ τὸν θώρακα τόπῳ μαντικωτέραν γίνεσθαι, ἐξ ὧν τὰ ἐνύπνια.
逍遥派学者们说,白天,灵魂服役于肉体并与肉体纠缠在一起,无法纯粹地观照真理;但在夜晚,灵魂从关乎肉体的服役中解脱出来,在胸腔周围的部位聚拢凝结成球状,因而变得更具预言能力,梦境便由此产生。
οὔκ εἰσι θρυπτικοὶ πρὸς τοὺς ἐραστὰς οἱ ἐν Λακεδαίμονι καλοὶ οὐδὲ ἀλαζόνες, ἐπεὶ τοὐναντίον ἢ παρὰ τοῖς ἄλλοις ὡραίοις τὰ ἐκ τούτων καταμαθεῖν ἐστιν. αὐτοὶ γοῦν δέονται τῶν ἐραστῶν εἰσπνεῖν αὐτοῖς· Λακεδαιμονίων δέ ἐστιν αὕτη ἡ φωνή, ἐρᾶν δεῖν λέγουσα. Σπαρτιάτης δὲ ἔρως αἰσχρὸν οὐκ οἶδεν· εἴτε γὰρ μειράκιον ἐτόλμησεν ὕβριν ὑπομεῖναι εἴτε ἐραστὴς ὑβρίσαι, ἀλλʼ οὐδετέροις ἐλυσιτέλησε τῇ Σπάρτῃ ἐγκαταμεῖναι· ἢ γὰρ τῆς πατρίδος ἀπηλλάγησαν ἢ καὶ τὸ ἔτι θερμότερον τοῦ βίου αὐτοῦ.3
拉刻代蒙的美少年们对情人既不轻佻亦不傲慢,因为从他们的行为中所能了解到的,恰与其他地方正当青春年华的少年截然相反。无论如何,他们亲自请求情人们向他们吹气;这是拉刻代蒙人的用语,意思是应当去爱。斯巴达人的爱不知何为可耻之事;因为无论是少年胆敢忍受凌辱,还是情人胆敢施加凌辱,留于斯巴达对双方都无益处;他们要么被逐出祖国,要么甚至遭受更为惨烈的惩处——失去生命本身。
ὅτι φιλοινότατον ἔθνος τὸ τῶν Ταπύρων τοσοῦτον, ὥστε ζῆν αὐτοὺς ἐν οἴνῳ, καὶ τὸ πλεῖστον τοῦ βίου ἐν τῇ πρὸς αὐτὸν ὁμιλίᾳ καταναλίσκειν. καὶ οὐ μόνον ἐς πόμα καταχρῶνται αὐτῷ, ἀλλὰ γὰρ καὶ χρῖμά ἐστιν αὐτοῖς ὁ οἶνος, ὥσπερ ἄλλοις τὸ ἔλαιον.
塔皮洛伊人是一个极其嗜酒的部族,以至于他们生活在酒中,一生的绝大部分时光都消磨在与酒相伴之中。他们不仅将酒作为饮品消耗,而且酒对他们而言亦如香膏,正如橄榄油之于其他人一般。
Βυζαντίους δὲ δεινῶς οἰνόφλυγας ὄντας ἐνοικεῖν τοῖς καπηλείοις λόγος ἔχει, τῶν οἰκιῶν τῶν ἰδίων καὶ τῶν δωμάτων ἐξοικισθέντας, καὶ τοῖς ξένοις τοῖς ἐνεπιδημοῦσι τῇ πόλει ἀπομισθώσαντας αὐτά, καὶ οὐ μόνον ἐκείνων, ἀλλὰ καὶ τῶν γυναικῶν αὐτοῖς ἀποστάντας, ὡς ἐν ταὐτῷ τοὺς Βυζαντίους διπλῆν αἰτίαν φέρεσθαι καὶ οἰνοφλυγίας καὶ προαγωγείας. ἅτε δὲ ὑπὸ τῆς μέθης καὶ τοῦ οἴνου διαρρέοντες, αὐλοῦ μὲν ἀκούοντες χαίρουσι, καὶ τὸ ἔργον αὐτοῖς αὐλεῖσθαί ἐστι· σάλπιγγα δὲ οὐδὲ ἀρχὴν ὑπομένουσι.4 καὶ ἐκ τούτων ἔξεστι νοεῖν ὅτι καὶ πρὸς ὅπλα καὶ πρὸς πολέμους ἀλλοτριώτατα διάκεινται Βυζάντιοι. διὰ ταῦτά τοι καὶ Λεωνίδης ὁ στρατηγὸς αὐτῶν ἐν πολιορκίᾳ ἰσχυρᾷ, ἐπεὶ τῶν πολεμίων τοῖς τείχεσι προσβαλόντων ἐκεῖνοί γε τὰς φρουρὰς ἐκλιπόντες διημέρευον ἐν ταῖς συνήθεσι διατριβαῖς, προσέταξε τὰ καπηλεῖα ἐπὶ τῶν τειχῶν διασκηνωθῆναι αὐτοῖς. καὶ τοῦτο τὸ σόφισμα ἀνέπεισεν αὐτοὺς ὀψὲ καὶ βραδέως τὴν τάξιν μὴ καταλιπεῖν, ἅτε τῆς προφάσεως αὐτοῖς περιῃρημένης. λέγει δὲ ταῦτα ὑπὲρ αὐτῶν Δάμων. ὁμολογεῖν δὲ τούτοις ἔοικε καὶ ὁ Μένανδρος, ὅταν λέγῃ "μεθύσους τοὺς ἐμπόρους ποιεῖ τὸ Βυζάντιον· ὅλην ἐπίνομεν τὴν νύκτα."
有传说称,拜占庭人极其酗酒,他们搬出了自己的私宅居所而寄居于酒馆,并将房屋租赁给旅居城内的外邦人;他们不仅放弃了房舍,甚至将妻子也让予外邦人,以致拜占庭人同时背负着酗酒与拉皮条的双重恶名。由于沉溺于醉乡与美酒而精神涣散,他们欣然聆听管笛之音,听笛声就是他们的本业;但他们对于军号之声却从一开始就完全无法忍受。由此可见,拜占庭人与武器和战争格格不入。正是出于这个缘故,在一次严酷的围城战中,当敌人攻打城墙而他们却弃守哨位、整日在惯常的消遣中虚度时,他们的将领莱奥尼德斯下令将酒馆设在城墙之上供他们使用。这一计策消除了他们的借口,终于勉强劝服他们不要擅离职守。达蒙关于他们记述了这些事;米南德的话似乎也印证了这一点,他说: “拜占庭让商人们酩酊大醉;我们彻夜痛饮。”
- 3.10πλούσιον ἐραστὴν προείλετο χρηστοῦ πένητος
动词 προαιρέομαι 支配所选事物的宾格(πλούσιον ἐραστήν)和表示被舍弃之比较对象的属格(χρηστοῦ πένητος,比较属格),意为“舍弃品行端正的穷人而挑选了一位富有的情人”。
- 3.10ἄλλον δέ τινα ἄνδρα καλὸν κἀγαθὸν οὐδενὸς ἐρῶντα τῶν καλῶς πεφυκότων καὶ τοῦτον ἐζημίωσαν
句首的宾格 ἄλλον δέ τινα ἄνδρα 是主动词 ἐζημίωσαν 的宾语,在插入修饰分词短语 οὐδενὸς ἐρῶντα τῶν καλῶς πεφυκότων 之后,由代词 καὶ τοῦτον(“对这人亦……”)予以复指重述(复指宾格/悬置重述)。
- 3.12ἢ καὶ τὸ ἔτι θερμότερον τοῦ βίου αὐτοῦ
属格 τοῦ βίου αὐτοῦ 承接前文动词 ἀπηλλάγησαν(在此意为被剥夺、离弃)的支配。中性宾格短语 τὸ ἔτι θερμότερον 作副词性或同位语性插入,意为“或者,更为严酷的是,[失去了]生命本身”。
- 3.14σάλπιγγα δὲ οὐδὲ ἀρχὴν ὑπομένουσι
在 οὐδὲ ... ἀρχήν 中,ἀρχήν 与否定词连用,作为惯用的副词性宾格,表示“根本不……”、“起初就完全不……”。
