← 克劳狄乌斯·埃利安

杂闻轶事

§3.18

弥达斯与西勒诺斯的对话及未知大陆传说

作者援引了历史学家泰奥庞波斯记载的弥达斯与西勒诺斯的对话,描绘了已知世界之外未知的庞大大陆、其中崇尚敬虔与好战的两座城市,以及带来哀恸与返老还童的两条奇异之河,最终将其评为荒诞的神话编造。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.18

Περιηγεῖταί τινα Θεόπομπος συνουσίαν Μίδου τοῦ Φρυγὸς καὶ Σιληνοῦ. νύμφης δὲ παῖς ὁ Σιληνὸς οὗτος, θεοῦ μὲν ἀφανέστερος τὴν φύσιν, ἀνθρώπου δὲ κρείττων, ἐπεὶ καὶ ἀθάνατος ἦν. πολλὰ μὲν οὖν καὶ ἄλλα ἀλλήλοις διελέχθησαν, καὶ ὑπὲρ τούτων δὲ ὁ Σιληνὸς ἔλεγε πρὸς τὸν Μίδαν. τὴν μὲν Εὐρώπην καὶ τὴν Ἀσίαν καὶ τὴν Λιβύην νήσους εἶναι, ἃς περιρρεῖν κύκλῳ τὸν Ὠκεανόν, ἤπειρον δὲ εἶναι μόνην ἐκείνην τὴν ἔξω τούτου τοῦ κόσμου. καὶ τὸ μὲν μέγεθος αὐτῆς ἄπειρον διηγεῖτο. τρέφειν δὲ τὰ ἄλλα ζῷα μεγάλα, καὶ τοὺς ἀνθρώπους δὲ τῶν ἐνταυθοῖ διπλασίονας τὸ μέγεθος, καὶ χρόνον ζῆν αὐτοὺς οὐχ ὅσον ἡμεῖς, ἀλλὰ καὶ ἐκεῖνον διπλοῦν. καὶ πολλὰς μὲν εἶναι καὶ μεγάλας πόλεις καὶ βίων ἰδιότητας, καὶ νόμους αὐτοῖς τετάχθαι ἐναντίως κειμένους τοῖς παρʼ ἡμῖν νομιζομένοις. δύο δὲ εἶναι πόλεις ἔλεγε μεγέθει μεγίστας, οὐδὲν δὲ ἀλλήλαις ἐοικέναι· καὶ τὴν μὲν ὀνομάζεσθαι Μάχιμον, τὴν δὲ Εὐσεβῆ. τοὺς μὲν οὖν Εὐσεβεῖς ἐν εἰρήνῃ τε διάγειν καὶ πλούτῳ βαθεῖ, καὶ λαμβάνειν τοὺς καρποὺς ἐκ τῆς γῆς χωρὶς ἀρότρων καὶ βοῶν, γεωργεῖν δὲ καὶ σπείρειν οὐδὲν αὐτοῖς ἔργον εἶναι. καὶ διατελοῦσιν ʽἦ δʼ ὃσʼ ὑγιεῖς καὶ ἄνοσοι, καὶ καταστρέφουσι τὸν ἑαυτῶν βίον γελῶντες εὖ μάλα καὶ ἡδόμενοι. οὕτω δὲ ἀναμφιλόγως εἰσὶ δίκαιοι, ὡς μηδὲ τοὺς θεοὺς πολλάκις ἀπαξιοῦν ἐπιφοιτᾶν αὐτοῖς.1 οἱ δὲ τῆς Μαχίμου πόλεως μαχιμώτατοί τέ εἰσι καὶ αὐτοὶ καὶ γίνονται μεθʼ ὅπλων, καὶ ἀεὶ πολεμοῦσι, καὶ καταστρέφονται τοὺς ὁμόρους, καὶ παμπόλλων ἐθνῶν μία πόλις κρατεῖ αὕτη. εἰσὶ δὲ οἱ οἰκήτορες οὐκ ἐλάττους διακοσίων μυριάδων. ἀποθνήσκουσι δὲ τὸν μὲν ἄλλον χρόνον νοσήσαντες· σπάνιον δὲ τοῦτο, ἐπεὶ τά γε πολλὰ ἐν τοῖς πολέμοις ἢ  λίθοις ἢ ξύλοις παιόμενοι· ἄτρωτοι γάρ εἰσι σιδήρῳ. χρυσοῦ δὲ ἔχουσι καὶ ἀργύρου ἀφθονίαν, ὡς ἀτιμότερον εἶναι παρʼ αὐτοῖς τὸν χρυσὸν τοῦ παρʼ ἡμῖν σιδήρου. ἐπιχειρῆσαι δέ ποτε καὶ διαβῆναι τούτους ἐς τάσδε τὰς ἡμεδαπὰς νήσους ἔλεγε, καὶ διαπλεύσαντάς γε τὸν Ὠκεανὸν μυριάσι χιλίαις ἀνθρώπων ἕως Ὑπερβορέων ἀφικέσθαι. καὶ πυθομένους τῶν παρʼ ἡμῖν τούτους εἶναι τοὺς εὐδαιμονεστάτους, καταφρονῆσαι ὡς φαύλως καὶ ταπεινῶς πράττοντας, καὶ διὰ ταῦτα ἀτιμάσαι προελθεῖν περαιτέρω.2 τὸ δὲ ἔτι θαυμασιώτερον προσετίθει. μέροπάς τινας οὕτω καλουμένους ἀνθρώπους οἰκεῖν παρʼ αὐτοῖς ἔφη πόλεις πολλὰς καὶ μεγάλας, ἐπʼ ἐσχάτῳ δὲ τῆς χώρας αὐτῶν τόπον εἶναι καὶ ὀνομάζεσθαι Ἄνοστον, ἐοικέναι δὲ χάσματι, κατειλῆφθαι δὲ οὔτε ὑπὸ σκότους οὔτε ὑπὸ φωτός, ἀέρα δὲ ἐπικεῖσθαι ἐρυθήματι μεμιγμένον θολερῷ. δύο δὲ ποταμοὺς περὶ τοῦτον τὸν τόπον ῥεῖν, καὶ τὸν μὲν Ἡδονῆς καλεῖσθαι τὸν δὲ Λύπης· καὶ παρʼ ἑκάτερον τούτων ἑστηκέναι δένδρα τὸ μέγεθος πλατάνου μεγάλης. φέρειν δὲ καρποὺς τὰ μὲν παρὰ τὸν τῆς Λύπης ποταμὸν τοιαύτην ἔχοντας τὴν φύσιν. ἐάν τις αὐτῶν ἀπογεύσηται, τοσοῦτον ἐκβάλλει δακρύων, ὥστε κατατήκεσθαι πάντα τὸν ἑαυτοῦ βίον τὸν λοιπὸν θρηνοῦντα, καὶ οὕτω τελευτᾶν. τὰ δὲ ἕτερα τὰ παραπεφυκότα τῷ τῆς Ἡδονῆς ποταμῷ ἀντίπαλον ἐκφέρειν καρπόν. ὃς γὰρ ἂν γεύσηται τούτων, τῶν μὲν ἄλλων τῶν πρότερον ἐπιθυμιῶν παύεται, ἀλλὰ καὶ εἴ του ἤρα καὶ αὐτοῦ λαμβάνει λήθην, καὶ γίνεται κατὰ βραχὺ νεώτερος καὶ τὰς φθανούσας ἡλικίας καὶ τὰς ἤδη διελθούσας ἀναλαμβάνει ὀπίσω. τὸ μὲν γὰρ γῆρας ἀπορρίψας ἐπὶ τὴν ἀκμὴν ὑποστρέφει, εἶτα ἐπὶ τὴν τῶν μειρακίων ἡλικίαν ἀναχωρεῖ, εἶτα παῖς γίνεται, εἶτα βρέφος, καὶ ἐπὶ τούτοις ἐξαναλώθη.3 καὶ ταῦτα εἴ τῳ πιστὸς ὁ Χῖος λέγων, πεπιστεύσθω·4 ἐμοὶ δὲ δεινὸς εἶναι δοκεῖ μυθολόγος καὶ ἐν τούτοις καὶ ἐν ἄλλοις δέ.

泰奥庞波斯详细叙述了弗里吉亚人弥达斯与西勒诺斯之间的一场会谈。这位西勒诺斯是宁芙之子,就本性而言逊于神明,却优于凡人,因为他亦是不朽的。他们彼此还谈论了许多其他事情,西勒诺斯对弥达斯谈及了如下事项:欧罗巴、亚细亚与利比亚皆为岛屿,大洋环流于其周遭,而唯一的大陆乃是位于这个世界之外的大陆。他叙述道,那片大陆的面积是无限的;那里滋养的其他动物体型巨大,而那里的人类其身形亦为本地人的两倍,他们所活的岁月并非与我们相当,而是那寿命亦为两倍;那里有许多巨大的城市与独特的生存方式,为他们所确立的法律与我们这里的风俗截然相反。他说,其中有两座规模最大的城市,彼此毫无相似之处:一座名为马基莫斯(好战城),另一座名为欧塞贝斯(虔敬城)。虔敬之民生活在和平与深厚的财富之中,无需犁杖与耕牛便从大地获得果实,耕作与播种对他们而言完全不是劳作差事。“他们始终,”他说,“健康而无疾病,在欢笑与极度喜悦中结束自己的一生。他们如此无可争辩地公正,以至于连众神亦并非不屑于频繁走访他们。”然而马基莫斯城的人本身便极好战,且生来带有武器,始终进行战争并征服邻邦,这一座城邦便统治着极其众多的部族。其居民不下二百万。他们平素因患病而死;但这甚为罕见,因为大多数情况下他们是在战争中被石块或木棒击打致死;因为他们对铁器是刀枪不入的。他们拥有极其丰裕的金银,以至于黄金在他们那里比铁在我们这里还要低贱。他说,他们甚至曾企图渡海来到我们这里的这些岛屿,并率领一千万人航渡大洋,一直抵达了远北人之地;在得知这些人乃是我们这一方最幸福的人之后,他们蔑视远北人生活寒酸卑微,因此不屑于再向前挺进。他进而补充了更令人惊奇之事:他说,被称为“梅罗普人”(有声者)的一类人居住在他们之中的许多大城市里;在他们国土的边缘有一处被称为阿诺斯托斯(不归之地)的处所,酷似深渊,既未被黑暗亦未被光明所占据,而是笼罩着混杂了浑浊赤色的空气。有两条河流环绕此地流淌,一条名为“享乐之河”,另一条名为“悲伤之河”;在每条河畔皆耸立着如大悬铃木般粗壮的树木。悲伤之河畔的树木结出具有如下特性的果实:若有人品尝了它们,便会流下如此多的泪水,以至于在余生中皆在哀恸中消瘦衰竭,并以此终老。而生长在享乐之河畔的另一类树木则结出完全相反的果实。因为凡品尝此果之人,不仅从先前的其他欲望中解脱出来,甚至若曾爱恋过何人亦会将之遗忘,并且逐渐变年轻,逆向重返先前的以及已经度过的岁月中去。因为他褪去衰老,返回鼎盛年华,继而退回到少年时代,然后变为孩童,再变为婴儿,并最终由此消亡。讲述这些事情的这位希俄斯人,若有人觉得可信,便由他信去罢;但在我看来,他在这些事上以及在其他事上,皆是一个可怕的编造神话者。

语法注4 条
  1. 3.18ἐπιφοιτᾶν αὐτοῖς

    动词 ἀπαξιόω(认为不配、拒绝)所支配的不定式短语,与否定词 μηδέ 连用表示“甚至并非不屑于造访(欣然造访)”。与格 αὐτοῖς 受复合动词 ἐπιφοιτάω 中的前置词 ἐπί 支配。

  2. 3.18ἀτιμάσαι προελθεῖν περαιτέρω

    动词 ἀτιμάζω 接不定式 προελθεῖν 的句式,意为“认为再往前推进是不屑的/有失尊严的”,用法类似于 ἀπαξιόω 搭配不定式。

  3. 3.18ἐπὶ τούτοις ἐξαναλώθη

    处于返老还童序列(老年→鼎盛期→青年→孩童→婴儿)结尾的直陈式不定过去时被动态。ἐπί 接与格 τούτοις 表示顺承(“在经历这些阶段之后”),ἐξαναλίσκω 的被动表述彻底的化为乌有或消亡。

  4. 3.18πεπιστεύσθω

    动词 πιστεύω 的完成时被动态命令法第三人称单数,表示让步或任由其便:“由他信去罢/听凭其被信奉”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:3.18