← 克劳狄乌斯·埃利安

杂闻轶事

§3.15-3.17

名将之对比与参政辅国的哲学家们

作者记叙了某些以嗜酒闻名的部族与城邦,对比了攻城者德米特里与蒂莫特奥斯两位将领的不同治军作风,并列举诸多哲学家通过立法、军事、外交与教育实际参与城邦政治的显赫事迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.15

καὶ Ἀργεῖοι δὲ καὶ Τιρύνθιοι κεκωμῴδηνται καὶ οὗτοι ἀκρατέστερον τῷ οἴνῳ προσιόντες. τό γε μὴν ὑπὲρ τῶν Θρᾳκῶν, ἀλλὰ τοῦτο μὲν1 καὶ διαβεβόηται ἤδη καὶ διατεθρύληται, ὡς εἰσὶ πιεῖν δεινότατοι.2 οὐ διαπεφεύγασι δὲ ταύτην τὴν αἰτίαν οὐδὲ Ἰλλυριοί, ἀλλʼ ἐκεῖνοί γε προσειλήφασι κἀκεῖνο τὸ ἐπίκλημα, ὅτι ἐφεῖται τοῖς ἐν τῷ συνδείπνῳ παροῦσι ξένοις προπίνειν ταῖς γυναιξίν, ἕκαστον ᾗ ἂν βούληται,3 κἂν μηδὲν προσήκῃ ἡ γυνὴ αὐτῷ.

阿尔戈斯人和梯林斯人也曾被搬上喜剧加以嘲讽,他们同样是因为过于无节制地沉湎于美酒。至于关乎色雷斯人的事,他们极度善饮这一点早已名声在外、妇孺皆知了。伊利里亚人也没能逃脱这一指责,相反,他们还招致了另一项非难,即在共宴上,在场的外邦客人被允许向妇女敬酒,每人皆可随意挑选心仪的女子,哪怕该女子与他毫无亲属关系。

§3.16

εἶτα τίς ἀμείνων ἦν στρατηγεῖν, Δημήτριος ὁ πολιορκητὴς ἢ Τιμόθεος ὁ Ἀθηναῖος; ἐγὼ μὲν ἐρῶ τὸν τῶν ἀμφοτέρων τρόπον· ἔνεστι δʼ ὑμῖν προτιμῆσαι τὸν ἕτερον. Δημήτριος μὲν βίᾳ καὶ πλεονεξίᾳ καὶ λυπῶν τὰ μέγιστα καὶ ἀδικῶν ᾕρει τὰς πόλεις μηχανὰς προσάγων καὶ κατασείων καὶ ὑπορύττων τὰ τείχη, Τιμόθεος δὲ πείθων καὶ διδάσκων λόγῳ ὅτι λυσιτελέστερόν ἐστι τῶν Ἀθηναίων ἀκούειν.

那么,究竟谁是更优秀的将领,攻城者德米特里还是雅典人蒂莫特奥斯?我将陈述两人的作风;而由你们去推重其中的一位。德米特里凭借暴力与贪婪,施加极大的苦痛与不公,通过推进攻城器械、震坍并挖掘地道破坏城墙来攻克城市;而蒂莫特奥斯则是通过言辞劝导和指教,使人明白顺从雅典人乃是更有益之举。

§3.17

ἐπολιτεύσαντο οὖν καὶ φιλόσοφοι, μηδʼ αὐτὸ τοῦτο μόνον τὴν διάνοιαν ἀγαθοὶ γενόμενοι ἐφʼ ἡσυχίας κατεβίωσαν. ἐπηνώρθωσαν γὰρ τὰ κοινὰ Ζάλευκος μὲν τὰ ἐν Λοκροῖς, Χαρώνδας δὲ τὰ ἐν Κατάνῃ καὶ τὰ ἐν Ῥηγίῳ, ὅτε ἐκ Κατάνης ἔφευγε. Ταραντίνοις δὲ ἐγένετο ἀγαθὸν Ἀρχύτας, Σόλων δὲ Ἀθηναίοις, Βίας δὲ καὶ Θαλῆς τὴν Ἰωνίαν πολλὰ ὤνησαν, Χίλων δὲ Λακεδαιμονίους, Μυτιληναίους γε μὴν Πιττακός, Κλεόβουλος δὲ Ῥοδίους. καὶ Ἀναξίμανδρος δὲ ἡγήσατο τῆς ἐς Ἀπολλωνίαν ἐκ Μιλήτου ἀποικίας. ἀλλὰ καὶ Ξενοφῶν στρατιώτης ἀγαθὸς ἦν καὶ ἀμείνων στρατηγός, ὅτε Κύρῳ συνανέβη· καὶ Κῦρος μὲν καὶ οἱ σὺν αὐτῷ ἀπέθανον, καλούσης δὲ τῆς χρείας τὸν δυνησόμενον σῶσαι τοὺς Ἕλληνας καὶ ἀγαγεῖν τὴν ὀπίσω ἐς τὰ οἰκεῖα, οὗτος ἐκεῖνος ἦν. Πλάτων δὲ ὁ Ἀρίστωνος Δίωνα κατήγαγεν ἐς Σικελίαν, καὶ διʼ ὧν αὐτῷ συνεβούλευε καὶ ἐδίδασκε, διὰ τούτων τὴν τυραννίδα τὴν Διονυσίου κατέλυσε. Σωκράτης δὲ τῇ μὲν Ἀθηναίων πολιτείᾳ οὐκ ἠρέσκετο· τυραννικὴν γὰρ καὶ μοναρχικὴν ἑώρα τὴν δημοκρατίαν οὖσαν· καὶ διὰ ταῦτα οὔτε ἐπεψήφισεν Ἀθηναίοις τὸν τῶν δέκα στρατηγῶν θάνατον, ἀλλʼ οὐδὲ τοῖς τριάκοντα ἐκοινώνει τῶν ἀσεβημάτων. ἔνθα δὲ ἐχρῆν ὑπὲρ τῆς πατρίδος ἀγωνίζεσθαι, ἀλλʼ ἐνταῦθά γε ἀπροφάσιστος ἐκεῖνος στρατιώτης ἦν. ἐστρατεύσατο γοῦν ἐπὶ Δήλιον, καὶ ἐς Ἀμφίπολιν καὶ ἐς Ποτίδαιαν. Ἀριστοτέλης δὲ τὴν ἑαυτοῦ πατρίδα οὐ τὸ λεγόμενον δὴ τοῦτο ἐς γόνυ πεσοῦσαν ἀλλʼ ἐπὶ στόμα4 ἀνέστησεν αὖθις. Δημήτριος δὲ ὁ Φαληρεὺς καὶ Ἀθήνησιν ἐπιφανέστατα ἐπολιτεύσατο, ἔστʼ αὐτὸν ὁ συνήθης Ἀθηναίοις φθόνος ἐξέωσε· καὶ ἐν Αἰγύπτῳ δὲ συνὼν τῷ Πτολεμαίῳ νομοθεσίας ἦρξε. τίς δὲ ἀντιφήσει καὶ Περικλέα τὸν Ξανθίππου φιλόσοφον γενέσθαι καὶ Ἐπαμεινώνδαν τὸν Πολύμνιδος καὶ Φωκίωνα τὸν Φώκου καὶ Ἀριστείδην τὸν Λυσιμάχου καὶ Ἐφιάλτην τὸν Σοφωνίδου καὶ ἔτι κάτω τοῦ χρόνου Καρνεάδην καὶ Κριτόλαον, εἴ γε ἐς τὴν Ῥώμην ἀφίκοντο ἐκεῖνοι ὑπὲρ τῶν Ἀθηναίων πρεσβεύοντες, καὶ αὐτοῖς σωτηρίαν εὕραντο; οἵπερ οὖν ἐς τοσοῦτον ἐνέτρεψαν τὴν σύγκλητον βουλήν, ὡς εἰπεῖν αὐτοὺς ʽἔπεμψαν Ἀθηναῖοι πρεσβεύοντας οὐ τοὺς πείσοντας ἀλλὰ γὰρ τοὺς βιασομένους ἡμᾶς δρᾶσαι ὅσα θέλουσιν.ʼ ἐγὼ δὲ πολιτείαν φαίην ἂν καὶ τὸ Περσαίου, εἴ γε Ἀντίγονον ἐπαίδευσε, καὶ τὸ Ἀριστοτέλους, ἐπεὶ καὶ αὐτὸς σὺν Ἀλεξάνδρῳ τῷ Φιλίππου νέῳ ὄντι φιλοσοφῶν ἦν δῆλος. καὶ Λῦσις δὲ ὁ γνώριμος ὁ Πυθαγόρου καὶ αὐτὸς Ἐπαμεινώνδαν ἐξεπαίδευσεν. εἴ τις οὖν ἀπράκτους λέγει τοὺς φιλοσόφους, ἀλλὰ εὐήθη γε αὐτοῦ καὶ ἀνόητα ταῦτα· ἐγὼ μὲν γὰρ τὴν σὺν αὐτοῖς ἀπραγμοσύνην καὶ τὸν τῆς ἡσυχίας ἔρωτα κἂν ἁρπάσαιμι ἐπιδραμών.

由此可见,哲学家们同样参与了城邦政治,他们绝非仅仅在智识上成为善人而后在宁静中虚度一生。因为扎勒乌科斯整饬了洛克里的公共事务,卡隆达斯整饬了卡塔奈的法度,并在从卡塔奈流亡时整饬了雷吉翁的法度。阿尔库塔斯为塔兰托人造福,梭伦造福于雅典人,比阿斯和泰勒斯使爱奥尼亚大受裨益,奇隆造福于拉刻代蒙人,皮塔科斯造福于米蒂利尼人,克莱奥布卢造福于罗得岛人。阿那克西曼德还率领了从米利都迁往阿波罗尼亚的殖民队伍。不仅如此,色诺芬跟随居鲁士内陆远征时,是一名优秀的战士,更是一名卓越的将领;当居鲁士及其同伴战死,而危局召唤一名能够拯救希腊人并带领他们返回家园之人时,此人正是色诺芬。阿里斯同之子柏拉图使狄翁返回西西里,并通过向他提供的建议与教诲,推翻了狄奥尼修斯的僭主统治。苏格拉底对雅典人的政体并不满意,因为他看出这种民主政体实为僭主制与独裁制;正因如此,他既未替雅典人表决处死十位将领的提案,亦未曾参与三十僭主的渎圣罪行。然而,在必须为祖国奋战的场合,他却是一位毫不推诿借口的战士。无论如何,他曾出征德利翁、安菲波利斯和波提狄亚。亚里士多德重建了自己的祖国,那座城市当时并非如俗话所说仅是跪倒在地,而是已完全仆倒于地。法勒鲁姆的德米特里在雅典的执政亦极为卓著,直至雅典人惯常的嫉妒将他驱逐;而在埃及,他伴随托勒密左右,主持了立法事务。谁又能否认克桑提波斯之子伯里克利、波吕姆尼斯之子厄帕米农达、福科斯之子福基翁、吕西马科斯之子阿里斯泰德斯、索福尼德斯之子厄菲阿尔特,以及更后世的卡尔内阿德斯和克里托拉奥斯,亦成为了哲学家呢?倘若他们确实代表雅典人出使罗马,并为雅典人求得了拯救?他们甚至深深打动了元老院,以至于元老们说道:“雅典人派来出使的不是来劝服我们的人,而是要强迫我们按照他们的意愿行事的人。”我亦愿将佩尔塞奥斯的作为称为政治,假使他确实教育了安提柯;亚里士多德的作为亦然,因为显而易见,他在腓力之子亚历山大尚且年少时便与其共研哲学。毕达哥拉斯的门徒吕西斯本人亦培养了厄帕米农达。因此,如果有人说哲学家不问世事,这不过是此人幼稚且愚蠢的见解;因为我本人倒情愿奔向前去,欣然拥抱与他们同在的清闲以及对宁静的热爱。

语法注4 条
  1. 3.15τό γε μὴν ὑπὲρ τῶν Θρᾳκῶν, ἀλλὰ τοῦτο μὲν

    句首的“τό γε μὴν ὑπὲρ τῶν Θρᾳκῶν”作为宾格句提出,却未直接接续支配它的谓语动词,而是由紧随其后的“ἀλλὰ τοῦτο μέν”重新承接,构成了破格句(anacoluthon)。它在此处充当提示话题的独立宾格或先行短语。

  2. 3.15πιεῖν δεινότατοι

    动词不定式“πιεῖν”(饮酒)用作说明性不定式(epexegetical infinitive),修饰最高级形容词“δεινότατοι”(极其厉害的),表示在哪一方面极为突出,即“在饮酒方面最为了得”。

  3. 3.15ἕκαστον ᾗ ἂν βούληται

    非人称动词“ἐφεῖται”(被允许)原本支配前面的与格“τοῖς... ξένοις”(对于出席宴会的外邦客人),但随后出现表示各自分配的宾格“ἕκαστον”,作为不定式“προπίνειν”(祝酒)的逻辑主语,体现了从与格向不定式宾格主语的构架转换。

  4. 3.17οὐ τὸ λεγόμενον δὴ τοῦτο ἐς γόνυ πεσοῦσαν ἀλλʼ ἐπὶ στόμα

    “τὸ λεγόμενον δὴ τοῦτο”(正如俗话所说)是插入性的习惯用宾格副词短语。“ἐς γόνυ πεσοῦσαν”(跪倒在地)与“ἐπὶ στόμα”(仆倒在地)皆作为分词短语修饰宾语“πατρίδα”(祖国),通过习语中的身体姿态对比,强化了祖国不仅是受挫屈服,而是彻底覆灭败亡的状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:3.15-3.17