- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:2.42-2.44
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了柏拉图因平权得不到赞同而拒绝担任阿卡迪亚与忒拜立法者的轶事,列举了安贫乐道的希腊先贤,并描述了画家特翁在冲锋号声中揭开的一幅描绘英勇出击之重装步兵的杰作。
ἡ Πλάτωνος δόξα καὶ ὁ τῆς κατʼ αὐτὸν ἀρετῆς λόγος καὶ ἐς Ἀρκάδας ἀφίκετο καὶ Θηβαίους, καὶ οὖν καὶ ἐδεήθησαν αὐτοῦ πρέσβεις ἀποστείλαντες σὺν τῇ ἀνωτάτω σπουδῇ ἀφικέσθαι σφίσι τὸν ἄνδρα οὐκ ἐπὶ μόνῃ τῇ τῶν νέων προστασίᾳ, οὐδʼ ἵνα αὐτοῖς συγγένηται ἐπὶ τοῖς λόγοις τοῖς κατὰ φιλοσοφίαν, ἀλλὰ γὰρ καὶ τὸ ἔτι τούτων μεῖζον1 νομοθέτην αὐτὸν ἐκάλουν. οὔκουν ἔμελλον ἀτυχήσειν τοῦ ἀνδρός· καὶ γὰρ ἥσθη ὁ τοῦ Ἀρίστωνος τῇ κλήσει, καὶ δὴ καὶ ἔμελλεν ὑπακούσεσθαι. ἤρετο μέντοι τοὺς ἥκοντας πῶς ἔχουσι πρὸς τὸ ἴσον ἔχειν ἅπαντες;2 ἐπεὶ δὲ ἔμαθε παρʼ αὐτῶν ὅτι καὶ πάνυ ἀλλοτρίως, οὐδὲ πείσει αὐτοὺς τιμᾶν τὴν ἰσονομίαν, ἀπείπατο τὴν πρὸς αὐτοὺς ἐπιδημίαν.
柏拉图的名声与关于其德性的传闻亦传到了阿卡迪亚人与忒拜人那里;因此他们派遣使节,以极大的热忱恳请此人来到他们那里,不仅是为了指导青年,亦非为了在哲学论辩中与他们交往,而是出于比这些更重大的事——他们召请他作为立法者。因此他们本不至失却此人;因为阿里斯同之子对这一召请感到欣喜,确实正打算应允。然而他询问前来的使节,他们对人人享有同等份额持何态度?但当他从使节口中得知他们全然排斥此事,且绝不可能说服他们遵奉平权之法时,他便拒绝了前往他们那里的行程。
πενέστατοι ἐγένοντο οἱ ἄριστοι τῶν Ἑλλήνων, Ἀριστείδης ὁ Λυσιμάχου καὶ Φωκίων ὁ Φώκου καὶ Ἐπαμεινώνδας ὁ Πολύμνιδος καὶ Πελοπίδας ὁ Θηβαῖος καὶ Λάμαχος ὁ Ἀθηναῖος καὶ Σωκράτης ὁ Σωφρονίσκου καὶ Ἐφιάλτης δὲ ὁ Σοφωνίδου καὶ ἐκεῖνος.
希腊人中最杰出者皆极其赤贫:吕西马科斯之子阿里斯忒得斯、福科斯之子福基翁、波吕姆尼斯之子埃帕墨诺达斯、忒拜人珀罗皮达斯、雅典人拉马科斯、索弗洛尼斯科斯之子苏格拉底,以及索福尼得斯之子厄菲阿尔忒斯亦是如此。
Θέωνος τοῦ ζωγράφου πολλὰ μὲν καὶ ἄλλα ὁμολογεῖ τὴν χειρουργίαν ἀγαθὴν οὖσαν ἀτὰρ οὖν καὶ τόδε τὸ γράμμα. ὁπλίτης ἐστὶν ἐκβοηθῶν, ἄφνω τῶν πολεμίων ἐσβαλλόντων καὶ δῃούντων ἅμα καὶ κειρόντων τὴν γῆν· ἐναργῶς δὲ καὶ πάνυ ἐκθύμως ὁ νεανίας ἔοικεν ὁρμῶντι ἐς τὴν μάχην, καὶ εἶπες ἂν3 αὐτὸν ἐνθουσιᾶν, ὥσπερ ἐξ Ἄρεος μανέντα. γοργὸν μὲν αὐτῷ βλέπουσιν οἱ ὀφθαλμοί, τὰ δὲ ὅπλα ἁρπάσας ἔοικεν ᾗ ποδῶν ἔχει4 ἐπὶ τοὺς πολεμίους ᾅττειν. προβάλλεται δὲ ἐντεῦθεν ἤδη τὴν ἀσπίδα, καὶ γυμνὸν ἐπισείει τὸ ξίφος φονῶντι ἐοικὼς καὶ σφαγὴν βλέπων καὶ ἀπειλῶν διʼ ὅλου τοῦ σχήματος ὅτι μηδενὸς φείσεται. καὶ πλέον οὐδὲν περιείργασται τῷ Θέωνι, οὐ λοχίτης οὐ ταξίαρχος οὐ λοχαγὸς οὐχ ἱππεὺς οὐ τοξότης, ἀλλʼ ἀπέχρησέν οἱ καὶ ὁ εἷς ὁπλίτης οὗτος πληρῶσαι τὴν τῆς εἰκόνος ἀπαίτησιν. οὐ πρότερόν γε μὴν ὁ τεχνίτης ἐξεκάλυψε τὴν γραφὴν οὐδὲ ἔδειξε τοῖς ἐπὶ τὴν θέαν συνειλεγμένοις πρὶν ἢ σαλπιγκτὴν παρεστήσατο5 καὶ προσέταξεν αὐτῷ τὸ παρορμητικὸν ἐμπνεῦσαι μέλος διάτορόν τε καὶ γεγωνὸς ὅτι μάλιστα καὶ οἷον ἐς τὴν μάχην ἐγερτήριον. ἅμα τε οὖν τὸ μέλος ἠκούετο τραχὺ καὶ φοβερόν, οἷον ἐς ὁπλιτῶν ἔξοδον ταχέως ἐκβοηθούντων μελῳδοῦσι σάλπιγγες, καὶ ἐδείκνυτο ἡ γραφή, καὶ ὁ στρατιώτης ἐβλέπετο, τοῦ μέλους ἐναργεστέραν τὴν φαντασίαν τοῦ ἐκβοηθοῦντος ἔτι καὶ μᾶλλον παραστήσαντος.
许多其他作品均证明画家特翁的技艺精湛,而此幅画作尤为显著。画中是一位出击驰援的重装步兵,此时敌人突然侵入,正同时掳掠并蹂躏着土地。这位青年男子神态鲜明且极其炽烈,宛如正冲入战场,人们真会说他若受神灵附体,仿佛因阿瑞斯而陷入癫狂。他的双目怒视,抓起武器,似乎正以其双足所及之全速向敌人飞奔。自彼时起他已然向前推开盾牌,挥舞出鞘之剑,如同嗜杀之人,目露凶光,通体的姿态都威吓着决不宽恕任何人。特翁未作任何多余的累赘描摹,既无行伍之卒,亦无军官,无连长,无骑兵,无弓手,仅凭这单单一员重装步兵便足以满足此画的全部要求。此外,这位匠人直到在画旁安排了一位号手,并命其吹奏尽可能高亢洪亮的冲锋曲调(正如催人投身战场的号角一般)之后,才揭去画作的遮布,展示给聚拢前来观看的人们。因此,就在那粗厉骇人的曲调被听闻的瞬间——正如号角为迅速出击驰援的重装步兵奏响的那样——画作被揭示,士兵被得见,而那曲调将驰援者逼真的气象展现得更加淋漓尽致。
- 2.42τὸ ἔτι τούτων μεῖζον
作后续句子意念的同格(句同格宾格)。用于修辞性地强调引出 νομοθέτην αὐτὸν ἐκάλουν:“作为比这些(教导青年与哲学交谈)更为重大的事”。
- 2.42πῶς ἔχουσι πρὸς τὸ ἴσον ἔχειν ἅπαντες;
以生动的直接引语形式呈现的间接疑问句。πρὸς τὸ ἴσον ἔχειν 是介词 πρός 支配冠词化不定词(中性单数宾格)构成的介词短语;ἅπαντες 作为不定词 ἔχειν 的逻辑主语以主格形式出现(受吸引或作独立主格),意为“对于人人均分财产持有何种态度”。
- 2.44εἶπες ἂν
带有 ἄν 的直陈语气不定过去时第二人称单数,表示对过去情况的潜在或非真实虚拟(“你定会说/任何人都会说”),以此唤起假想观察者的共鸣,极言画面之生动传神。
- 2.44ᾗ ποδῶν ἔχει
带有表示能力/速度的部分属格 ποδῶν 的惯用表达(类似于希罗多德的 ὡς ποδῶν εἶχον)。关系副词 ᾗ 与表状态的不及物动词 ἔχει 结合,构成副词短语,意为“竭尽足力地”“全速地”。
- 2.44οὐ πρότερόν γε μὴν ὁ τεχνίτης ἐξεκάλυψε ... πρὶν ἢ σαλπιγκτὴν παρεστήσατο
主句带有否定的时间副词 οὐ πρότερον 与引导从句的 πρὶν ἤ 构成的相关结构。由于表述的是过去已成事实的具体事件,πρὶν ἤ 从句动词采用了直陈语气不定过去时 παρεστήσατο(“直到他安排了……之后才揭开……”)。
