- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:2.9-2.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者谴责了雅典对埃癸娜、密提林和萨摩斯所通过的残暴决议,随后记述了蒂莫修斯赞叹柏拉图真正的幸福、苏格拉底向安提斯泰尼指出平民犹如未遭屠戮的悲剧歌队般免于灾祸,以及地米斯托克利渴望遭人嫉妒的野心。
οἷα ἐψηφίσαντο Ἀθηναῖοι, καὶ ταῦτα ἐν δημοκρατίᾳ, Αἰγινητῶν μὲν ἑκάστου τὸν μέγαν ἀποκόψαι τῆς χειρὸς δάκτυλον τῆς δεξιᾶς, ἵνα δόρυ μὲν βαστάζειν μὴ δύνωνται, κώπην δὲ ἐλαύνειν δύνωνται· Μυτιληναίους δὲ ἡβηδὸν ἀποσφάξαι καὶ τοῦτο ἐψηφίσαντο ἐσηγησαμένου Κλέωνος τοῦ Κλεαινέτου. τούς γε μὴν ἁλισκομένους αἰχμαλώτους Σαμίων στίζειν κατὰ τοῦ προσώπου καὶ εἶναι τὸ στίγμα γλαῦκα καὶ τοῦτο Ἀττικὸν ψήφισμα. οὐκ ἐβουλόμην δὲ αὐτὰ οὔτε Ἀθήνησι κεκυρῶσθαι οὔτε ὑπὲρ Ἀθηναίων λέγεσθαι, ὦ Πολιὰς Ἀθηνᾶ καὶ Ἐλευθέριε Ζεῦ καὶ Ἑλλήνων θεοὶ πάντες.
雅典人所通过的决议是何等可怖,而且那还是在民主政体之下!对于埃癸娜人,他们决议切下每人右手的拇指,使他们不能握矛,却能划桨;对于密提林人,经克勒埃涅托斯之子克里昂提议,他们决议将成年男子全部处死;至于将萨摩斯人中被俘获的俘虏面部刺字,且刺青图案为猫头鹰,这也同样是雅典的决议。然而,城邦守护神雅典娜、自由神宙斯以及希腊众神啊,我真不希望这些决议曾在雅典获得通过,亦不希望它们被加诸雅典人身上述说。
Τιμόθεον ἀκούω τὸν Κόνωνος τὸν Ἀθηναίων στρατηγόν, ὅτε ἐν ἀκμῇ τῆς εὐτυχίας ἦν καὶ ᾕρει τὰς πόλεις ῥᾷστα, καὶ οὐκ εἶχον Ἀθηναῖοι ὅποι ποτὲ αὐτὸν κατάθωνται1 ὑπὸ θαύματος τοῦ περὶ τὸν ἄνδρα, ἀλλὰ τοῦτόν γε Πλάτωνι τῷ Ἀρίστωνος περιτυχόντα βαδίζοντι ἔξω τοῦ τείχους μετά τινων γνωρίμων καὶ ἰδόντα σεμνὸν μὲν ἰδεῖν τὸ πλάτος,2 ἵλεων δὲ τῷ προσώπῳ, διαλεγόμενον δὲ οὐχὶ περὶ ἐσφορᾶς χρημάτων οὐδὲ ὑπὲρ τριηρῶν, οὐδὲ ὑπὲρ ναυτικῶν χρειῶν οὐδὲ ὑπὲρ πληρωμάτων, οὐδὲ ὑπὲρ τοῦ δεῖν βοηθεῖν οὐδὲ ὑπὲρ φόρου τοῦ τῶν συμμάχων, οὐδὲ ὑπὲρ τῶν νησιωτῶν ἢ ὑπὲρ ἄλλου τινὸς τοιούτου φληνάφου, ὑπὲρ ἐκείνων δέ, ὧν ἔλεγε Πλάτων καὶ ὑπὲρ ὧν εἴθιστο σπουδάζειν, ἐπιστάντα τὸν τοῦ Κόνωνος εἰπεῖν ʽὦ τοῦ βίου καὶ τῆς ὄντως εὐδαιμονίασʼ.3 ἐκ τούτων οὖν δῆλον ὡς ἑαυτὸν οὐ πάνυ τι εὐδαίμονα ἀπέφαινεν ὁ Τιμόθεος, ὅτι μὴ ἐν τούτοις ἀλλʼ ἐν τῇ παρʼ Ἀθηναίων δόξῃ καὶ τιμῇ ἦν.
我听说,科农之子雅典将军蒂莫修斯正值鸿运当头、攻城略地极其轻易之际,雅典人出于对他的赞叹,甚至不知该将他置于何等崇高的地位;此时蒂莫修斯偶遇阿里斯同之子柏拉图与若干门生在城墙外漫步。他见柏拉图身形魁伟庄严,面容和蔼,所谈论的既非征收战税,亦非三列桨座战船,既非海军军需,亦非水手船员,既非发兵救援之必要,亦非盟邦贡赋,既非岛民之事,亦非任何其他此类微不足道的琐碎杂务,而是谈论柏拉图素来所谈论并热心致力的那些事物。科农之子遂驻足说道:“啊,这是何等的生活,何等真正的幸福!”由此可见,蒂莫修斯表明自己并非真正幸福,因为他并未投身于这些事物之中,而仅沉浸于雅典人所赐予的声誉与荣耀之中。
Σωκράτης ἰδὼν κατὰ τὴν ἀρχὴν τῶν τριάκοντα τοὺς ἐνδόξους ἀναιρουμένους καὶ τοὺς βαθύτατα πλουτοῦντας ὑπὸ τῶν τυράννων ἐπιβουλευομένους, Ἀντισθένει φασὶ περιτυχόντα εἰπεῖν ʽμή τί σοι μεταμέλει ὅτι μέγα καὶ σεμνὸν οὐδὲν ἐγενόμεθα ἐν τῷ βίῳ καὶ τοιοῦτοι οἵους ἐν τῇ τραγῳδίᾳ τοὺς μονάρχας ὁρῶμεν, Ἀτρέας τε ἐκείνους καὶ Θυέστας καὶ Ἀγαμέμνονας καὶ Αἰγίσθους; οὗτοι μὲν γὰρ ἀποσφαττόμενοι καὶ ἐκτραγῳδούμενοι καὶ πονηρὰ δεῖπνα δειπνοῦντες ἑκάστοτε ἐκκαλύπτονται· οὐδεὶς δὲ οὕτως ἐγένετο τολμηρὸς οὐδὲ ἀναίσχυντος τραγῳδίας ποιητής, ὥστε ἐσαγαγεῖν ἐς δρᾶμα ἀποσφαττόμενον χορόν.
据说,苏格拉底在三十僭主统治时期,目睹有名望之人被处死、巨富之人遭僭主谋害,偶遇安提斯泰尼时说道:“难道你对于我们在生活中未曾成为显赫尊贵之人,未曾成为我们在悲剧中所见到的那些君王——诸如阿特柔斯、梯厄斯忒斯、阿伽门农与埃癸斯托斯之流——有丝毫懊悔吗?因为这些人每次在场上被揭晓时,无非是遭到屠杀、沦为悲惨之剧景,或是咽下可憎的盛宴;然而从无任何悲剧诗人如此大胆妄为或厚颜无耻,竟在剧中引入惨遭屠杀的歌队。”
Θεμιστοκλέους τοῦ Νεοκλέους οὐκ οἶδα εἰ ἐπαινεῖν χρὴ τοῦτο. ἐπεὶ γὰρ τῆς ἀσωτίας ἐπαύσατο Θεμιστοκλῆς ἀποκηρυχθεὶς ὑπὸ τοῦ πατρός, καὶ ὑπήρξατο σωφρονεῖν, καὶ τῶν μὲν ἑταιρῶν ἀπέστη, ἤρα δὲ ἔρωτα ἕτερον τὸν τῆς πολιτείας τῶν Ἀθηναίων, καὶ θερμότατα ἐπεχείρει ταῖς ἀρχαῖς, καὶ ἑαυτὸν ἔσπευδεν εἶναι πρῶτον, ἔλεγέ φασι πρὸς τοὺς γνωρίμους ʽτί δʼ ἂν ἐμοῦ δοίητε,4 ὃς οὔπω φθονοῦμαι;ʼ ὅστις δὲ ἐρᾷ φθονεῖσθαι, τοῦτο δή που τὸ τοῦ Εὐριπίδου περιβλέπεσθαι σπεύδει. ὅτι δὲ τοῦτο ἔστι κενόν, ὁ αὐτὸς Εὐριπίδης φησίν.
我不知道尼奥克勒斯之子地米斯托克利的这句话是否值得称赞。因为据说当他被父亲剥夺继承权后便戒绝了放荡,开始克制自持,告别了妓女,转而怀抱另一种热情——对雅典政务的狂热;他极其热切地谋求官职,急于成为第一人,彼时他对相识之人说道:“对于我这个尚未遭人嫉妒的人,你们能开出什么价码呢?”然而凡渴望遭人嫉妒者,想必正如欧里庇得斯所言,急于引人侧目顾盼;而这乃是虚妄空洞的,同一位欧里庇得斯已然明言。
- 2.10ὅποι ποτὲ αὐτὸν κατάθωνται
在间接疑问句中接在疑问副词 ὅποι 之后的虚拟式 κατάθωνται 为商榷/思虑虚拟式(deliberative subjunctive),表达雅典人因赞叹万分而不知究竟该将他置于何等地位或如何适度酬赏的困惑状态。
- 2.10σεμνὸν μὲν ἰδεῖν τὸ πλάτος
不定词 ἰδεῖν 用作修饰形容词 σεμνόν 的说明性/结果性不定词(epexegetic infinitive,“看起来庄严”),对格 τὸ πλάτος 则是关系/方面对格(accusative of respect,“就体魄的宽广而言”),暗指柏拉图名字由来的宽阔体躯或前额。
- 2.10ὦ τοῦ βίου καὶ τῆς ὄντως εὐδαιμονίας
感叹词 ὦ 之后的属格名词短语 τοῦ βίου 与 τῆς ... εὐδαιμονίας 属于感叹属格(genitive of exclamation),用于表达对柏拉图哲学生活与真正幸福的由衷赞叹。
- 2.12τί δʼ ἂν ἐμοῦ δοίητε
属格代词 ἐμοῦ 与带有 ἄν 的潜能希求法动词 δοίητε 连用,作价值或代价属格(genitive of value/price),意为“对于我这样的人,你们肯付出何等代价/予以多高估价?”
