- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:2.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安提托斯同伙唆使阿里斯托芬作喜剧《云》讽刺苏格拉底并博得雅典民众狂热喝彩,而亲临剧场的苏格拉底在全剧演出期间泰然站立示人,对流俗的攻讦报以从容的轻蔑。
ἐπετίθεντο τῷ Σωκράτει καὶ ἐπεβούλευον οἱ ἀμφὶ τὸν Ἄνυτον ὧν χάριν καὶ διʼ ἃς αἰτίας λέλεκται πάλαι. ὑφορώμενοι δὲ τοὺς Ἀθηναίους καὶ δεδιότες ὅπως ποτὲ ἕξουσι πρὸς τὴν κατηγορίαν τοῦ ἀνδρὸς ʽπολὺ γὰρ ἦν τὸ τοῦ Σωκράτους ὄνομα διά τε τὰ ἄλλα καὶ ὅτι τοὺς σοφιστὰς ἤλεγχεν οὐδὲν ὑγιὲς ὄντας οὐδέ τι σπουδαῖον ἢ εἰδότας ἢ λέγοντασʼ, ἐκ τούτων οὖν ἐβουλήθησαν πεῖραν καθεῖναι ὑπὲρ τῆς κατʼ αὐτοῦ διαβολῆς. τὸ μὲν γὰρ ἄντικρυς ἀπενέγκασθαι γραφὴν κατʼ αὐτοῦ παραχρῆμα οὐκ ἐδοκίμαζον διʼ ἃ προεῖπον καὶ διʼ ἐκεῖνα δέ, μή ποτε ἄρα ἀγριάναντες οἱ φίλοι οἱ τοῦ Σωκράτους ἐξάψωσι κατʼ αὐτῶν τοὺς δικαστάς, εἶτά τι πάθωσι κακὸν ἀνήκεστον, ἅτε συκοφαντοῦντες ἄνδρα οὐ μόνον οὐδενὸς αἴτιον κακοῦ τῇ πόλει, ἐκ δὲ τῶν ἐναντίων καὶ κόσμον ταῖς Ἀθήναις ὄντα. τί οὖν ἐπινοοῦσιν; Ἀριστοφάνην τὸν τῆς κωμῳδίας ποιητήν, βωμολόχον ἄνδρα καὶ γελοῖον ὄντα καὶ εἶναι σπεύδοντα, ἀναπείθουσι κωμῳδῆσαι τὸν Σωκράτη, ταῦτα δήπου τὰ περιφερόμενα, ὡς ἦν ἀδολέσχης, λέγων τε αὖ καὶ τὸν ἥττω λόγον ἀπέφαινε κρείττονα, καὶ ἐσῆγε ξένους δαίμονας, καὶ οὐκ ᾐδεῖτο θεοὺς οὐδʼ ἐτίμα, τὰ δὲ αὐτὰ ταῦτα καὶ τοὺς προσιόντας αὐτῷ ἐδίδασκέ τε καὶ εἰδέναι ἀνέπειθεν. ὁ δὲ Ἀριστοφάνης λαβόμενος ὑποθέσεως εὖ μάλα ἀνδρικῆς, ὑποσπείρας γέλωτα καὶ τὸ ἐκ τῶν μέτρων αἱμύλον καὶ τὸν ἄριστον τῶν Ἑλλήνων λαβὼν ὑπόθεσιν ʽοὐ γάρ οἱ κατὰ Κλέωνος ἦν τὸ δρᾶμα, οὐδὲ ἐκωμῴδει Λακεδαιμονίους ἢ Θηβαίους ἢ Περικλέα αὐτόν, ἀλλʼ ἄνδρα τοῖς τε ἄλλοις θεοῖς φίλον καὶ δὴ καὶ μάλιστα τῷ Ἀπόλλωνἰ, ἅτε οὖν ἄηθες πρᾶγμα καὶ ὅραμα παράδοξον ἐν σκηνῇ καὶ κωμῳδίᾳ Σωκράτης, πρῶτον μὲν ἐξέπληξεν ἡ κωμῳδία τῷ ἀδοκήτῳ τοὺς Ἀθηναίους, εἶτα καὶ φύσει φθονεροὺς ὄντας καὶ τοῖς ἀρίστοις βασκαίνειν προῃρημένους οὐ μόνον τοῖς ἐν τῇ πολιτείᾳ καὶ ταῖς ἀρχαῖς ἀλλʼ ἔτι καὶ πλέον τοῖς εὐδοκιμοῦσιν ἢ ἐν λόγοις ἀγαθοῖς ἢ ἐν βίου σεμνότητι, ἄκουσμα ἔδοξεν ἥδιστον αἵδε αἱ Νεφέλαι, καὶ ἐκρότουν τὸν ποιητὴν ὡς οὔ ποτε ἄλλοτε, καὶ ἐβόων νικᾶν, καὶ προσέταττον τοῖς κριταῖς ἄνωθεν Ἀριστοφάνην ἀλλὰ μὴ ἄλλον γράφειν. καὶ τὰ μὲν τοῦ δράματος τοιαῦτα· ὁ δὲ Σωκράτης σπάνιον μὲν ἐπεφοίτα τοῖς θεάτροις, εἴ ποτε δὲ Εὐριπίδης ὁ τῆς τραγῳδίας ποιητὴς ἠγωνίζετο καινοῖς τραγῳδοῖς, τότε γε ἀφικνεῖτο. καὶ Πειραιοῖ δὲ ἀγωνιζομένου τοῦ Εὐριπίδου καὶ ἐκεῖ κατῄει· ἔχαιρε γὰρ τῷ ἀνδρὶ διά τε τὴν σοφίαν αὐτοῦ καὶ τὴν ἐν τοῖς μέτροις ἀρετήν. ἤδη δέ ποτε αὐτὸν ἐρεσχελῶν Ἀλκιβιάδης ὁ Κλεινίου καὶ Κριτίας ὁ Καλλαίσχρου καὶ κωμῳδῶν ἀκοῦσαι παρελθόντα ἐς τὸ θέατρον ἐξεβιάσαντο. ὃ δὲ αὐτοῖς οὐκ ἠρέσκετο, ἀλλὰ δεινῶς κατεφρόνει ʽἅτε ἀνὴρ σώφρων καὶ δίκαιος καὶ ἀγαθὸς καὶ ἐπὶ τούτοις σοφόσʼ ἀνδρῶν κερτόμων καὶ ὑβριστῶν καὶ ὑγιὲς λεγόντων οὐδέν· ἅπερ ἐλύπει δεινῶς αὐτούς. καὶ ταῦτα οὖν τῆς κωμῳδίας ἦν αὐτῷ τὰ σπέρματα, ἀλλʼ οὐ μόνον ἃ παρὰ τοῦ Ἀνύτου καὶ Μελήτου ὡμολόγηται. εἰκὸς δὲ καὶ χρηματίσασθαι ὑπὲρ τούτων Ἀριστοφάνην. καὶ γὰρ βουλομένων, μᾶλλον δὲ ἐκ παντὸς συκοφαντῆσαι τὸν Σωκράτη σπευδόντων ἐκείνων, καὶ αὐτὸν δὲ πένητα ἅμα καὶ κατάρατον ὄντα, τί παράδοξον ἦν ἀργύριον λαβεῖν ἐπʼ οὐδενὶ ὑγιεῖ; καὶ ὑπὲρ μὲν τούτων αὐτὸς οἶδεν· εὐδοκίμει δʼ οὖν αὐτῷ τὸ δρᾶμα. καὶ γάρ τοι καὶ τὸ τοῦ Κρατίνου τοῦτο συνέβη εἴ ποτε ἄλλοτε καὶ τότε, τῷ θεάτρῳ νοσῆσαι τὰς φρένας. καὶ ἅτε ὄντων Διονυσίων πάμπολύ τι χρῆμα τῶν Ἑλλήνων σπουδῇ τῆς θέας ἀφίκετο. περιφερομένου τοίνυν ἐν τῇ σκηνῇ τοῦ Σωκράτους καὶ ὀνομαζομένου πολλάκις, οὐκ ἂν δὲ θαυμάσαιμι εἰ καὶ βλεπομένου ἐν τοῖς ὑποκριταῖς ʽδῆλα γὰρ δὴ ὅτι καὶ οἱ σκευοποιοὶ ἔπλασαν αὐτὸν ὡς ὅτι μάλιστα ἐξεικάσαντεσʼ, ἀλλʼ οἵ γε ξένοι ʽτὸν γὰρ κωμῳδούμενον ἠγνόουνʼ θροῦς παρʼ αὐτῶν ἐπανίστατο,1 καὶ ἐζήτουν ὅστις ποτὲ οὗτος ὁ Σωκράτης ἐστίν. ὅπερ οὖν ἐκεῖνος αἰσθόμενος ʽκαὶ γάρ τοι καὶ παρῆν οὐκ ἄλλως οὐδὲ ἐκ τύχης, εἰδὼς δὲ ὅτε κωμῳδοῦσιν αὐτόν· καὶ δὴ καὶ ἐν καλῷ τοῦ θεάτρου ἐκάθητὀ, ἵνα οὖν λύσῃ τὴν τῶν ξένων ἀπορίαν, ἐξαναστὰς παρʼ ὅλον τὸ δρᾶμα ἀγωνιζομένων τῶν ὑποκριτῶν ἑστὼς ἐβλέπετο. τοσοῦτον ἄρα περιῆν τῷ Σωκράτει τοῦ κωμῳδίας καὶ Ἀθηναίων καταφρονεῖν.2
阿尼托斯及其同伙攻击并阴谋陷害苏格拉底的缘由与内情,早已为人所知。然而,他们对雅典人存有戒心,且担忧民众对指控苏格拉底会作何反应——因为苏格拉底声名远扬,既由于其他原因,尤因他常驳倒那些毫无真才实学、既不知晓也说不出任何有益之事的智者——因此他们决意先对中伤他的策略进行一番试探。因为基于我先前述及的原因,并考虑到苏格拉底的朋友们若被激怒,可能会唆使审判官惩治他们,从而使他们因诬告一位不仅未给城邦招致任何祸患、反而为雅典增光的贤者而遭受不可挽回的灾祸,他们认为立刻公开提起正式诉讼并不可取。 于是他们策划了何种计策?他们怂恿喜剧诗人阿里斯托芬——一个粗鄙弄巧、一心想博人取笑之徒——在剧中讽刺苏格拉底,编造那些流传的流言:说他是饶舌空谈之辈,巧言令色将劣势论点说成优势论点,引入外邦神祇,既不敬畏亦不崇奉神明,且将这些谬论传授给门生并诱导他们信服。阿里斯托芬抓住了一个极为大胆的题材,播散着笑料与诗律中的巧言令色,以全希腊最杰出的人物作为主题(因为他的剧作并非针对克里昂,亦未讽刺拉刻代蒙人、忒拜人或伯里克利本人,而是针对一位受众神眷顾、尤为阿波罗所钟爱的人)。由于苏格拉底出现在舞台与喜剧中乃是破天荒之奇事与罕见景象,这出喜剧首先因其出人意料而令雅典人震惊。继而,由于雅典人生性嫉妒,蓄意倾轧优秀之人,不仅针对身居国政与官职者,更尤甚于那些因立德立言而享有清誉之人,这部《云》在他们听来便成了最惬意的享受。他们以前所未有的热烈为诗人喝彩,高呼他当获胜,并从看台上命令裁判官写下阿里斯托芬之名,不得书写他人。 剧作的情形大致如此。至于苏格拉底,他极少光顾剧场;唯有悲剧诗人欧里庇得斯携新剧竞演时,他才必定前往。甚至当欧里庇得斯在比雷埃夫斯竞演时,他也会下到那里去,因为他深爱欧里庇得斯的智慧及其诗律中的高超才华。然而有一次,克勒伊尼亚斯之子阿尔喀比亚德与卡莱斯克罗斯之子克里提阿斯对他百般戏谑,强拉他进入剧场聆听喜剧诗人。但他对他们毫无喜悦之情,反而以其克制、正直、善良且智慧的人格,对那些肆意讥讽、傲慢无礼且言无实义之徒抱以极度鄙夷,这深深触怒了他们。因此,这些亦成了该剧讽刺他的根源,并非仅源自阿尼托斯与美勒托斯的公认密谋。阿里斯托芬借此牟利亦完全合乎常理。因为那些人迫切渴望、甚至不择手段地企图诽谤苏格拉底,而诗人自身既贫困又品行不良,为不端之举收受金钱又有何不可思议?关于此事他自己心中有数;然而他的剧作确实名噪一时。若说克拉提诺斯所谓“剧场集体发疯”的判语曾应验于何时,那便正是此时。 适逢大狄奥尼西亚节,极多希腊人怀着急切的观剧之情汇聚于此。当苏格拉底的形象在舞台上被搬弄、名字屡屡被呼唤,甚至即便在演员之中也能看到他的模样我也不会惊讶之时(显然道具师尽其所能将其塑造成逼真的模样),那些外邦观众因不认得受嘲讽的本尊,人群中遂泛起一阵喧嚷,四处打探这位苏格拉底究竟是何人。苏格拉底察觉了这一点——因为他前来剧场并非漫无目的,亦非出于偶然,而是早知他们将在剧中讽刺自己,且正端坐在剧场中极显眼的位置——为了化解外邦人的疑惑,他在演员竞演的整场戏剧期间傲然站立,任人瞻视。苏格拉底对喜剧与雅典人的轻蔑之情,竟充裕至如此地步。
- 2.13ἀλλʼ οἵ γε ξένοι ʽτὸν γὰρ κωμῳδούμενον ἠγνόουνʼ θροῦς παρʼ αὐτῶν ἐπανίστατο
破格句(破折现象):句首以主格短语 ἀλλʼ οἵ γε ξένοι(外邦客人)引入主语,但在插入理由从句后,谓语并未顺接为主格的动词,而是转化为以 θροῦς 为主语的结构 θροῦς παρʼ αὐτῶν ἐπανίστατο(喧嚷从他们之中升起),原主语在句法上由介词属格短语 παρʼ αὐτῶν 所承接。
- 2.13τοσοῦτον ἄρα περιῆν τῷ Σωκράτει τοῦ κωμῳδίας καὶ Ἀθηναίων καταφρονεῖν
由动词 περίειμι(充沛、多余、胜过)支配的结构:τῷ Σωκράτει 为与格补足语,τοῦ ... καταφρονεῖν 为带冠词属格不定式短语,作中性代词 τοσοῦτον 的部分属格(或由 περίειμι 支配表示“拥有充裕之物”),整句结构为“对苏格拉底而言,对喜剧与雅典人的蔑视竟有如此之充裕”。
