- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:2.5-2.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了斯巴达人严苛惜时的作风、教练希波马科斯对大众喝彩的轻蔑、底比斯禁止弃婴的抚养法令,以及第九十一届奥林匹亚节上名不见经传的塞诺克勒斯击败欧里庇得斯的戏剧评判荒唐事。
Λακεδαιμόνιοι δεινὴν ἐποιοῦντο τοῦ χρόνου τὴν φειδώ, ταμιευόμενοι πανταχόθεν αὐτὸν ἐς τὰ ἐπειγόμενα καὶ μηδενὶ τῶν πολιτῶν ἐπιτρέποντες μήτε ῥᾳστωνεύειν μήτε ῥᾳθυμεῖν ἐς αὐτόν, ὡς ἂν μὴ πρὸς τὰ ἔξω τῆς ἀρετῆς ἀναλισκόμενος εἶτα μάτην διαφθείροιτο. μαρτύριον τούτου πρὸς τοῖς ἄλλοις καὶ τοῦτο. ἀκούσαντες οἱ ἔφοροι Λακεδαιμονίων τοὺς Δεκέλειαν καταλαβόντας περιπάτῳ χρῆσθαι δειλινῷ, ἐπέστειλαν αὐτοῖς ʽμὴ περιπατεῖτεʼ, ὡς τρυφώντων αὐτῶν μᾶλλον ἢ τὸ σῶμα ἐκπονούντων. δεῖν γὰρ Λακεδαιμονίους1 οὐ διὰ τοῦ περιπάτου ἀλλὰ διὰ τῶν γυμνασίων τὴν ὑγίειαν πορίζεσθαι.
斯巴达人对时间极其节约,从各方面紧缩时间以用于紧迫之务,不许任何公民在时间上懈怠或偷安,以免时间耗费在美德之外的事情上而徒然虚度。除其他证据外,此事亦可为此作证:当斯巴达的长官们听说进驻德凯利亚的士兵在黄昏时散步时,便向他们传达命令道:“不得散步”,认为他们是在贪图安逸,而非锻炼身体;因为斯巴达人理当通过体操锻炼而非通过散步来获取健康。
Ἱππόμαχός φασιν ὁ γυμναστὴς ἐπεὶ πάλαισμά τι ὁ ἀθλητὴς ὁ ὑπʼ αὐτῷ γυμναζόμενος ἐπάλαισεν, εἶτα ὁ πᾶς ὄχλος ὁ περιεστὼς ἐξεβόησε, καθίκετο αὐτοῦ τῇ ῥάβδῳ2 καὶ εἶπεν ʽἀλλὰ σύ γε κακῶς καὶ οὐχ ὡς ἐχρῆν ἐποίησας ὅπερ ἐχρῆν ἄμεινον γενέσθαι· οὐ γὰρ ἂν ἐπῄνεσαν οὗτοι τεχνικόν σε δράσαντά τι,ʼ αἰνιττόμενος ὅτι τοὺς εὖ καὶ καλῶς ἕκαστα δρῶντας οὐ τοῖς πολλοῖς ἀλλὰ τοῖς ἔχουσιν νοῦν θεωρητικὸν τῶν δρωμένων ἀρέσκειν δεῖ. ἔοικε δὲ καὶ Σωκράτης τὴν τῶν πολλῶν ἐκφαυλίζειν κρίσιν ἐν τῇ συνουσίᾳ τῇ πρὸς Κρίτωνα, ὅτε ἀφίκετο ὁ Κρίτων ἐς τὸ δεσμωτήριον, καὶ δὴ ἔπειθεν αὐτὸν ἀποδρᾶναι καὶ τὴν τῶν Ἀθηναίων τὴν κατʼ αὐτοῦ κρίσιν διαφθεῖραι.
据说,体操教练希波马科斯在看到一名在他门下受训的摔跤手使出一招、引起周围聚集的众人齐声喝彩时,用手杖击打了他,并说道:“可是你这招使得极劣,并未按照本应更加精湛的方式去施展;因为倘若你做出了什么合乎技艺的高明动作,这些人是绝不会赞赏你的。”他意在指出,将每一件事做得出色而美好的人,理应取悦的不是大众,而是那些对所做之事具有鉴赏心智的人。苏格拉底在与克里同交谈时,似乎同样蔑视大众的判断,当时克里同来到牢狱,极力劝说他逃跑并推翻雅典人对他的判决。
νόμος οὗτος Θηβαϊκὸς ὀρθῶς ἅμα καὶ φιλανθρώπως κείμενος ἐν τοῖς μάλιστα ὅτι οὐκ ἔξεστιν ἀνδρὶ Θηβαίῳ ἐκθεῖναι παιδίον οὐδὲ ἐς ἐρημίαν αὐτὸ ῥῖψαι θάνατον αὐτοῦ καταψηφισαμένῳ, ἀλλʼ ἐὰν ᾖ πένης ἐς τὰ ἔσχατα ὁ τοῦ παιδὸς πατήρ, εἴτε ἄρρεν τοῦτο εἴτε θῆλύ ἐστιν, ἐπὶ τὰς ἀρχὰς κομίζειν ἐξ ὠδίνων τῶν μητρῴων σὺν τοῖς σπαργάνοις αὐτό· αἳ δὲ παραλαβοῦσαι ἀποδίδονται τὸ βρέφος τῷ τιμὴν ἐλαχίστην δόντι.3 ῥήτρα τε πρὸς αὐτὸν καὶ ὁμολογία γίνεται ἦ μὴν τρέφειν τὸ βρέφος καὶ αὐξηθὲν ἔχειν δοῦλον ἢ δούλην, θρεπτήρια αὐτοῦ τὴν ὑπηρεσίαν λαμβάνοντα.
底比斯的这条法律制定得既极其公正又十分仁慈:底比斯男子不得遗弃婴孩,亦不得将其抛掷于荒野而判定其死罪;但若婴孩的父亲陷入赤贫,无论婴儿是男是女,都必须在其脱离母胎后连同襁褓一同带至长官处。长官们接纳婴儿后,将其交付给开价最低之人。官府与此人订立契约与协议,确保他抚养婴儿,待其长大后作为男女奴隶役使,以其劳役作为抚养的回报。
κατὰ τὴν πρώτην καὶ ἐνενηκοστὴν Ὀλυμπιάδα, καθʼ ἣν ἐνίκα Ἐξαίνετος ὁ Ἀκραγαντῖνος στάδιον, ἀντηγωνίσαντο ἀλλήλοις Ξενοκλῆς καὶ Εὐριπίδης. καὶ πρῶτός γε ἦν Ξενοκλῆς, ὅστις ποτὲ οὗτός ἐστιν, Οἰδίποδι καὶ Λυκάονι καὶ Βάκχαις καὶ Ἀθάμαντι Σατυρικῷ. τούτου δεύτερος Εὐριπίδης ἦν Ἀλεξάνδρῳ καὶ Παλαμήδει καὶ Τρωσὶ καὶ Σισύφῳ Σατυρικῷ. γελοῖον δὲ ʽοὐ γάρ;ʼ Ξενοκλέα μὲν νικᾶν, Εὐριπίδην δὲ ἡττᾶσθαι, καὶ ταῦτα τοιούτοις δράμασι. τῶν δύο τοίνυν τὸ ἕτερον· ἢ ἀνόητοι ἦσαν οἱ τῆς ψήφου κύριοι καὶ ἀμαθεῖς καὶ πόρρω κρίσεως ὀρθῆς, ἢ ἐδεκάσθησαν. ἄτοπον δὲ ἑκάτερον καὶ Ἀθηναίων ἥκιστα ἄξιον.
在阿克拉加斯人埃克塞奈托斯赢得短跑比赛的第九十一届奥林匹亚节期间,塞诺克勒斯与欧里庇得斯相互角逐。无论这位塞诺克勒斯究竟是何许人,他凭借《俄狄浦斯》、《吕卡翁》、《酒神狂女》和萨堤洛斯剧《阿塔玛斯》荣获第一名。排在他之后的欧里庇得斯则凭借《亚历山大》、《帕拉墨得斯》、《特洛伊妇女》和萨堤洛斯剧《西绪福斯》获得第二名。塞诺克勒斯获胜而欧里庇得斯落败,而且还是凭借如此剧作,这难道不可笑吗?因此,二者必居其一:要么是握有投票权的人愚昧无知,远离正见;要么是他们收受了贿赂。然而,无论哪一种情形都是荒唐透顶,且最不配为雅典人所为。
- 2.5δεῖν γὰρ Λακεδαιμονίους
承接前文 ἐπέστειλαν(传达命令)而来的间接引语结构,无人称动词 δεῖ 变为不定式 δεῖν,支配宾格主语 Λακεδαιμονίους,用于转述长官们发布禁令的依据与理由。
- 2.6καθίκετο αὐτοῦ τῇ ῥάβδῳ
动词 καθικνέομαι(击打)在此支配被击打对象的属格(αὐτοῦ)以及施击工具的与格(τῇ ῥάβδῳ),意为“用手杖打他”。
- 2.7τῷ τιμὴν ἐλαχίστην δόντι
字面意为“给予/开出最低价格之人”。指在由公家将抚养弃婴负担转让的招标拍卖中,开出最低受让价格或要求最低抚育补贴的人。
