- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:2.1-2.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了苏格拉底以个别手艺人的不足来开导畏惧民众集会的阿尔基比亚德斯;画家宙克西斯警告缺乏艺术见识的梅加比佐斯切勿妄加评判以免招致嗤笑;画家阿佩莱斯借战马对画像的嘶鸣含蓄讥讽亚历山大大帝缺乏鉴赏力;以及僭主法拉里斯为其刺客查里同与梅拉尼普斯之间生死相随的深挚情谊所打动,破例免除死罪并宽许带产流放的故事。
καὶ ταῦτα Σωκράτους πρὸς Ἀλκιβιάδην. ὃ μὲν ἠγωνία καὶ ἐδεδίει πάνυ σφόδρα ἐς τὸν δῆμον παρελθεῖν τὸ μειράκιον·1 ἐπιθαρσύνων δὲ αὐτὸν καὶ ἐγείρων ὁ Σωκράτης ʽοὐ καταφρονεῖσʼ εἶπεν ʽἐκείνου τοῦ σκυτοτόμου;ʼ τὸ ὄνομα ἐπειπὼν αὐτοῦ. φήσαντος δὲ τοῦ Ἀλκιβιάδου ὑπολαβὼν πάλιν ὁ Σωκράτης ʽἔτι δὲ ἐκείνου τοῦ ἐν τοῖς κύκλοις κηρύττοντος ἢ ἐκείνου τοῦ σκηνορράφου;ʼ ὁμολογοῦντος δὲ τοῦ μειρακίου ʽοὐκοῦνʼ ἔφη ὁ Σωκράτης ʽὁ δῆμος ὁ Ἀθηναίων ἐκ τοιούτων ἤθροισται· καὶ εἰ τῶν καθʼ ἕνα καταφρονεῖς, καταφρονητέον ἄρα καὶ τῶν ἠθροισμένων,2ʼ μεγαλοφρόνως ταῦτα ὁ τοῦ Σωφρονίσκου καὶ τῆς Φαιναρέτης τὸν τοῦ Κλεινίου καὶ τῆς Δεινομάχης διδάσκων.
关于苏格拉底与阿尔基比亚德斯,亦有这样一则轶事。那少年对于走向民众大会极其焦虑且深怀恐惧;苏格拉底为了给他打气并唤起他的勇气,指名道姓地说道:“你难道不瞧不起那个鞋匠吗?”在阿尔基比亚德斯表示确实瞧不起之后,苏格拉底接着问道:“那么在集市圈子里叫喊的那个传令官,或是那个制帐篷的匠人呢?”少年再次表示认同,苏格拉底便说:“雅典的民众不正是由这样的人汇聚而成的吗?既然你瞧不起他们单个人,那么对于他们聚集在一起的人群,理当也是可以瞧不起的。”索弗罗尼斯科斯与法埃娜雷忒之子,便是以这般博大的气魄教导了克勒伊尼亚斯与戴诺玛刻之子。
Μεγαβύζου ποτὲ ἐπαινοῦντος γραφὰς εὐτελεῖς καὶ ἀτέχνους, ἑτέρας δὲ σπουδαίως ἐκπεπονημένας διαψέγοντος, τὰ παιδάρια τὰ τοῦ Ζεύξιδος τὰ τὴν μηλιάδα τρίβοντα κατεγέλα. ὁ τοίνυν Ζεῦξις ἔφατο ʽὅταν μὲν σιωπᾷς, ὦ Μεγάβυζε, θαυμάζει σε τὰ παιδάρια ταῦτα· ὁρᾷ γάρ σου τὴν ἐσθῆτα καὶ τὴν θεραπείαν τὴν περὶ σέ· ὅταν γε μὴν τεχνικόν τι θέλῃς εἰπεῖν, καταφρονεῖ σου. φύλαττε τοίνυν σεαυτὸν ἐς τοὺς ἐπαινουμένους, κρατῶν τῆς γλώττης καὶ ὑπὲρ μηδενὸς τῶν μηδέν σοι προσηκόντων φιλοτεχνῶν.ʼ Ἀλέξανδρος θεασάμενος τὴν ἐν Ἐφέσῳ εἰκόνα ἑαυτοῦ τὴν ὑπὸ Ἀπελλοῦ γραφεῖσαν οὐκ ἐπῄνεσε κατὰ τὴν ἀξίαν τοῦ γράμματος. ἐσαχθέντος δὲ τοῦ ἵππου καὶ χρεμετίσαντος πρὸς τὸν ἵππον τὸν ἐν τῇ εἰκόνι ὡς πρὸς ἀληθινὸν καὶ ἐκεῖνον ʽὦ βασιλεῦʼ εἶπεν ὁ Ἀπελλῆς, ʽἀλλʼ ὅ γε ἵππος ἔοικέ σου γραφικώτερος3 εἶναι κατὰ πολύ.
有一次,当梅加比佐斯称赞那些粗劣拙劣的画作,却对另一些精心绘制的作品吹毛求疵时,宙克西斯手下研磨米洛斯白土的学童们都暗暗嘲笑他。于是宙克西斯开口道:“梅加比佐斯,当你保持沉默时,这些孩童对你满怀敬仰,因为他们看到的是你的华服和簇拥在你身旁的扈从;然而一旦你想要对艺术高谈阔论,他们便会轻视你。因此,管好你的舌头,切莫在与你毫不相干的技艺上附庸风雅,好使自己始终留在受人赞誉之列。”亚历山大在以弗所观赏了阿佩莱斯为他绘制的肖像后,并未给予符合画作品质的赞赏。然而,当他的坐骑被牵进来时,那马却对着画中的马嘶鸣起来,仿佛那是真马一般。阿佩莱斯见状说道:“陛下,看来您的坐骑对绘画的鉴赏力远比您要高明得多。”
Φαλάριδος ὑμῖν ἔργον οὐ μάλα ἐκείνῳ σύνηθες εἰπεῖν ἐθέλω· τὸ δὲ ἔργον φιλανθρωπίαν ἄμαχον ὁμολογεῖ, καὶ διὰ τοῦτο ἀλλότριον ἐκείνου δοκεῖ. Χαρίτων ἦν Ἀκραγαντῖνος φιλόκαλος ἄνθρωπος καὶ περὶ τὴν ὥραν τὴν τῶν νέων ἐσπουδακὼς δαιμονίως· διαπύρως δὲ ἠράσθη μάλιστα Μελανίππου Ἀκραγαντίνου καὶ ἐκείνου καὶ τὴν ψυχὴν ἀγαθοῦ καὶ τὸ κάλλος διαφέροντος. τοῦτον ἐλύπησέ τι Φάλαρις τὸν Μελάνιππον· δικαζομένῳ γὰρ αὐτῷ πρός τινα τῶν ἑταίρων αὐτοῦ τοῦ Φαλάριδος προσέταξεν ὁ τύραννος τὴν γραφὴν καταθέσθαι. τοῦ δὲ μὴ πειθομένου ὃ δὲ ἠπείλησε τὰ ἔσχατα δράσειν αὐτὸν μὴ ὑπακούσαντα. καὶ ἐκεῖνος μὲν παρὰ τὴν δίκην ἐκράτησεν ἀνάγκῃ προστάξαντος τοῦ Φαλάριδος, οἱ δὲ ἄρχοντες τὴν γραφὴν τοῦ ἀγῶνος ἠφάνισαν. βαρέως δὲ ἐπὶ τούτοις ὁ νεανίσκος ἤνεγκεν ὑβρίσθαι λέγων, καὶ ὡμολόγει τὴν ὀργὴν τὴν ἑαυτοῦ πρὸς τὸν ἐραστήν, καὶ ἠξίου κοινωνὸν αὐτὸν γενέσθαι τῆς ἐπιθέσεως τῆς κατʼ αὐτοῦ, καὶ ἄλλους δὲ ἔσπευδε προσλαβεῖν τῶν νεανίσκων, οὓς μάλιστα ᾔδει περὶ τὴν τοιαύτην πρᾶξιν θερμοτάτους. ὁρῶν δὲ αὐτὸν ὁ Χαρίτων ἐνθουσιῶντα καὶ ὑπὸ τῆς ὀργῆς ἀναφλεγόμενον, καὶ γινώσκων ὅτι τῶν πολιτῶν οὐδεὶς αὐτοῖς συλλήψεται δέει τῷ ἐκ τοῦ τυράννου, καὶ αὐτὸς ἔφη πάλαι τοῦτο ἐπιθυμεῖν καὶ σπεύδειν ἐκ παντὸς τὴν πατρίδα ῥύσασθαι τῆς δουλείας τῆς καταλαβούσης· ἀσφαλὲς δὲ μὴ εἶναι πρὸς πολλοὺς τὰ τοιαῦτα ἐκφέρειν. ἠξίου δὴ τὸν Μελάνιππόν οἱ συγχωρῆσαι ἀκριβέστερον ὑπὲρ τούτων διασκέψασθαι καὶ ἐᾶσαι παραφυλάξαι τὸν χρόνον τὸν ἐπιτήδειον ἐς τὴν πρᾶξιν. συνεχώρησε τὸ μειράκιον. ἐφʼ ἑαυτοῦ τοίνυν ὁ Χαρίτων βαλόμενος τὸ πᾶν τόλμημα, καὶ κοινωνὸν αὐτοῦ μὴ θελήσας παραλαβεῖν τὸν ἐρώμενον, ἵνʼ εἰ καταφωραθείη, αὐτὸς ὑπέχοι τὴν δίκην, ἀλλὰ μὴ καὶ ἐκεῖνον ἐς ταὐτὰ ἐμβάλοι, ἡνίκα οἱ ἐδόκει καλῶς ἔχειν, ἐγχειρίδιον λαβὼν ὡρμᾶτο ἐπὶ τὸν τύραννον. οὐ μὴν ἔλαθε, πάνυ σφόδρα ἀκριβῶς τῶν δορυφόρων τὰ τοιαῦτα φυλαττόντων. ἐμβληθεὶς δὲ ὑπὸ τοῦ Φαλάριδος ἐς τὸ δεσμωτήριον καὶ στρεβλούμενος ἵνʼ εἴποι τοὺς συνεγνωκότας, ὃ δὲ ἐνεκαρτέρει καὶ ἐνήθλει ταῖς βασάνοις. ἐπεὶ δὲ μακρὸν τοῦτο ἦν, ὁ Μελάνιππος ἧκεν ἐπὶ τὸν Φάλαριν, καὶ ὡμολόγησεν οὐ μόνον κοινωνὸς εἶναι τῷ Χαρίτωνι, ἀλλὰ καὶ αὐτὸς ἄρξαι τῆς ἐπιβουλῆς. τοῦ δὲ πυνθανομένου τὴν αἰτίαν, εἶπε τὸν ἐξ ἀρχῆς λόγον καὶ τὴν τῆς γραφῆς ἄρσιν, καὶ ἐπὶ τούτοις ὡμολόγει περιαλγῆσαι. θαυμάσας οὖν ἀμφοτέρους ἀφῆκε τῆς τιμωρίας, προστάξας αὐθημερὸν ἀπελθεῖν μὴ μόνον τῆς Ἀκραγαντίνων πόλεως ἀλλὰ καὶ τῆς Σικελίας· συνεχώρησε δὲ αὐτοῖς τὰ ἴδια δίκαια καρποῦσθαι. τούτους ὕστερον ἡ Πυθία καὶ τὴν φιλίαν αὐτῶν ὕμνησε διὰ τούτων τῶν ἐπῶν "θείας ἡγητῆρες ἐφημερίοις φιλότητος εὐδαίμων Χαρίτων καὶ Μελάνιππος ἔφυ,4 "τοῦ θεοῦ τὸν ἔρωτα αὐτῶν θείαν ὀνομάσαντος φιλίαν.
我想向诸位讲述法拉里斯的一桩极不寻常的作为;这件作为展现了他身上不可抗拒的人性温情,因而看起来与他的为人格格不入。阿克拉加斯有一名叫查里同的人,生性热爱美好,对青年男子风华正茂的年岁怀有非同寻常的热忱;他尤其炽烈地爱恋着同为阿克拉加斯人的梅拉尼普斯,后者不仅灵魂高尚,容貌亦出类拔萃。法拉里斯曾使这位梅拉尼普斯受过委屈:当时梅拉尼普斯正与法拉里斯的一位亲信进行诉讼,这位僭主竟命令他撤回诉状。在少年不肯顺从时,僭主又威胁说若不听从便要对他施以极刑。于是,在那位对手因法拉里斯强行施令而违反正义胜诉之后,执政官们销毁了该案的诉讼卷宗。这名年轻男子对此深感屈辱,难以释怀,便向其情人倾吐满腔怒火,恳求对方成为谋刺僭主的同谋,并急切地联络其他他所知在这类事上最为热血的青年。查里同见他情绪激愤、怒火中烧,深知城中公民出于对僭主的畏惧决不会出手相助,便表示自己早已怀有此志,一心渴望从这场奴役中解救祖国;但他又指出,将此类大事向多数人透露并不安全。查里同遂请求梅拉尼普斯允许自己更加周密地筹划此事,并让自己来伺机而动。少年应允了。于是查里同将整场冒险的重担一肩挑起,不愿让心爱之人卷入成为同谋,以便事情败露时由自己一人承担刑罚,而不致连累对方陷入同等厄运;当他认为时机成熟时,便手持匕首直扑僭主。然而他未能躲过察觉,因为侍卫们对此类行刺防范得极其森严。查里同被法拉里斯投入牢狱,遭受酷刑拷打以招供同谋,但他坚忍不屈,硬是顶住了诸般拷问。因审讯旷日持久,梅拉尼普斯便亲自来到法拉里斯面前,坦承自己不仅是查里同的同谋,更是这场阴谋的发起人。当僭主询问起因时,他从头讲述了缘由以及诉状被撤销之事,承认自己为此痛心疾首。法拉里斯因惊佩于二人的情操,赦免了他们的刑罚,命令他们于当天不仅要离开阿克拉加斯城,还要离开西西里;但他仍准许他们继续享有自己私有财产的收益。后来,皮提亚女祭司以如下诗句颂扬了他们及二人的深厚友谊: “尘世凡人神圣信爱之引路者,查里同与梅拉尼普斯实乃蒙福之人,”神明亦由此将他们的爱恋称为“神圣的信爱”。
- 2.1ὃ μὲν ἠγωνία καὶ ἐδεδίει πάνυ σφόδρα ἐς τὸν δῆμον παρελθεῖν τὸ μειράκιον
句末的名词短语 τὸ μειράκιον 与句首作为主语的指示代词 ὃ μέν(“他,即那个少年”)构成后置同位语,通过语序倒装置于分句末尾以明确所指。
- 2.1καταφρονητέον ἄρα καὶ τῶν ἠθροισμένων
动词性形容词 καταφρονητέον 系源自 καταφρονέω(轻视)的非人称中性单数结构(省略 ἐστί),保留了原动词支配属格的句法特征,后接属格补足语 τῶν ἠθροισμένων。
- 2.3γραφικώτερος
形容词 γραφικός 的比较级。此处并非表示被动或描绘性的“更具画意的”,而是取主动意义,指具备鉴别、欣赏绘画才能的(“更懂绘画鉴赏的”)。
- 2.4εὐδαίμων Χαρίτων καὶ Μελάνιππος ἔφυ
六音步神谕诗句中的句法现象。复合主语(Χαρίτων καὶ Μελάνιππος)统摄了单数谓语动词 ἔφυ(φύω 的第二不定过去时)及单数表语形容词 εὐδαίμων,体现了品达构式(Schema Pindaricum)或谓语仅与最邻近主语一致的诗歌修辞用法。
