← 克劳狄乌斯·埃利安

杂闻轶事

§2.41

历史上著名的嗜酒者及其轶事

作者列举了以嗜酒和豪饮闻名的各邦统治者、哲学家及其他历史人物,记述了竞饮比赛、陋习及其结局,最后提及了在酒量上压倒男子的女性克勒奥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.41

φιλοπόται δὲ λέγονται γενέσθαι Διονύσιος ὁ Σικελίας τύραννος, καὶ Νυσαῖος καὶ οὗτος τύραννος, καὶ Ἀπολλοκράτης ὁ Διονυσίου τοῦ τυράννου υἱός, καὶ Ἱππαρῖνος Διονυσίου καὶ οὗτος, καὶ Τιμόλαος ὁ Θηβαῖος καὶ Χαρίδημος ὁ Ὠρείτης καὶ Ἀρκαδίων καὶ Ἐρασίξενος καὶ Ἀλκέτας ὁ Μακεδὼν καὶ Διότιμος ὁ Ἀθηναῖος. οὗτός τοι καὶ χώνη ἐπεκαλεῖτο· ἐντιθέμενος γὰρ τῷ στόματι χώνην ἀδιαλείπτως ἐχώρει τὸν ἐσχεόμενον οἶνον. Κλεομένης δὲ ὁ Λακεδαιμόνιος οὐ μόνον φασὶν ὅτι πολυπότης ἦν, ἀλλὰ γὰρ περιτιθέασιν αὐτῷ καὶ τοῦτο δήπου τὸ Σκυθικὸν κακόν, ὅτι ἀκρατοπότης ἐγένετο. καὶ Ἴωνα δὲ τὸν Χῖον τὸν ποιητὴν καὶ αὐτόν φασι περὶ τὸν οἶνον ἀκρατῶς ἔχειν. καὶ Ἀλέξανδρος δὲ ὁ Μακεδὼν ἐπὶ Καλανῷ τῷ Βραχμᾶνι, τῷ Ἰνδῶν σοφιστῇ, ὅτε ἑαυτὸν ἐκεῖνος κατέπρησεν, ἀγῶνα μουσικῆς καὶ ἱππέων καὶ ἀθλητῶν διέθηκε. χαριζόμενος δὲ τοῖς Ἰνδοῖς καί τι ἐπιχώριον αὐτῶν ἀγώνισμα ἐς τιμὴν τοῦ Καλανοῦ συγκατηρίθμησε τοῖς ἄθλοις τοῖς προειρημένοις. οἰνοποσίας γοῦν ἀγωνίαν προύθηκε, καὶ ἦν τῷ μὲν τὰ πρῶτα φερομένῳ τάλαντον τὸ γέρας, τῷ δὲ δευτέρῳ τριάκοντα μναῖ, τῷ γε μὴν τρίτῳ δέκα. ὁ δὲ τὰ νικητήρια ἀναδησάμενος ἐν αὐτοῖς ἦν Πρόμαχος. καὶ ἐκ Διονυσίου δὲ τῇ τῶν Χοῶν ἑορτῇ προύκειτο ἆθλον τῷ πιόντι πλεῖστον στέφανος χρυσοῦς. καὶ ἐνίκησε Ξενοκράτης ὁ Χαλκηδόνιος, καὶ τὸν στέφανον λαβών, ὅτε ἐπανῄει μετὰ τὸ δεῖπνον, τῷ Ἑρμῇ τῷ πρὸ τῶν θυρῶν ἑστῶτι ἐπέθηκεν αὐτὸν κατὰ τὸ ἔθος τῶν ἔμπροσθεν ἡμερῶν· καὶ γὰρ καὶ τοὺς ἀνθινοὺς καὶ τοὺς ἐκ τῆς μυρρίνης καὶ τὸν ἐκ τοῦ κιττοῦ καὶ τὸν ἐκ τῆς δάφνης ἐνταῦθα ἀνέπαυσε καὶ κατέλιπε. καὶ Ἀνάχαρσις δὲ πάμπολύ φασιν ἔπιε παρὰ Περιάνδρῳ, τοῦτο μὲν καὶ οἴκοθεν ἑαυτῷ ἐπαγόμενος τὸ ἐφόδιον· Σκυθῶν γὰρ ἴδιον τὸ πίνειν ἄκρατον. καὶ Λακύδης δὲ καὶ Τίμων οἱ φιλόσοφοι, καὶ τούτους φασὶ πάμπολυ πιεῖν. καὶ Μυκερῖνος δὲ ὁ Αἰγύπτιος, ὅτε αὐτῷ τὸ ἐκ Βουτοῦς μαντεῖον ἀφίκετο προλέγον τὴν τοῦ βίου στενοχωρίαν, εἶτα ἐβουλήθη σοφίσασθαι τὸ λόγιον ἐκεῖνος, διπλασιάζων τὸν χρόνον καὶ ταῖς ἡμέραις προστιθεὶς τὰς νύκτας, διετέλει καὶ αὐτὸς ἀγρυπνῶν καὶ πίνων ἅμα. τίθει μετὰ τούτων καὶ Ἄμασιν τὸν Αἰγύπτιον, εἴ τῳ Ἡρόδοτος ἱκανὸς τεκμηριῶσαι. καὶ Νικοτέλην δὲ τὸν Κορίνθιον οὐ χρὴ ἀπὸ τούτων τάττειν, καὶ Σκόπαν τὸν Κρέοντος υἱόν. καὶ Ἀντίοχον τὸν βασιλέα φασὶν οἰνεραστὴν γενέσθαι. διὰ ταῦτά τοι καὶ τὴν βασιλείαν αὐτῷ διῴκουν Ἄριστός τε καὶ Θεμίσων οἱ Κύπριοι, αὐτὸς δὲ διὰ τὴν πολυποσίαν ἐπεγέγραπτο τῇ ἀρχῇ ἄλλως.1 καὶ ὁ Ἐπιφανὴς δὲ κληθεὶς Ἀντίοχος ὁ Ῥωμαίοις δοθεὶς ὅμηρος καὶ οὗτος ἀκρατῶς ἐδίψη οἴνου πίνειν. καὶ ὁ ὁμώνυμος δὲ τούτου Ἀντίοχος ὁ ἐν Μήδοις πρὸς Ἀρσάκην πολεμήσας καὶ οὗτος ἦν τοῦ πίνειν δοῦλος. καὶ ὁ Μέγας δὲ καλούμενος Ἀντίοχος καὶ οὗτος σὺν τούτοις τετάχθω. καὶ Ἄγρωνα δὲ τὸν Ἰλλυριῶν βασιλέα ἀπέκτεινεν ἡ πρὸς τὸν οἶνον ἄδικος ὁρμή, καὶ αὐτῷ πλευρῖτιν ἐνειργάσατο. καὶ ἕτερος Ἰλλυριῶν βασιλεὺς Γέντιος πίνειν καὶ οὗτος εἴθιστο ἀκρατῶς. τόν γε μὴν Καππαδόκων βασιλέα Ὀροφέρνην τί τοῦτον ἐάσομεν,2 καὶ ἐκεῖνον πιεῖν γενόμενον δεινόν;3 εἰ δὲ χρὴ καὶ γυναικῶν μνημονεῦσαι, ἄτοπον μὲν γυνὴ φιλοπότις, καὶ πολυπότις ἔτι πλέον, εἰρήσθω δʼ οὖν καὶ περὶ τούτων. Κλεώ φασιν ἐς ἅμιλλαν ἰοῦσα οὐ γυναιξὶ μόναις ἀλλὰ καὶ τοῖς ἀνδράσι τοῖς συμπόταις δεινοτάτη πιεῖν ἦν, καὶ ἐκράτει πάντων, αἴσχιστόν γε τοῦτο φερομένη τὸ νικητήριον ὥς γε ἐμοὶ κριτῇ.

据说嗜饮者有西西里的僭主狄奥尼修斯、同为僭主的纽塞奥斯、僭主狄奥尼修斯之子阿波罗克拉忒斯、同为狄奥尼修斯之子的希帕里诺斯、忒拜人蒂摩拉奥斯、俄柔斯人卡里得摩斯、阿尔卡狄翁、厄拉西克塞诺斯、马其顿人阿尔克塔斯以及雅典人狄奥提摩斯。后者甚至被称为“漏斗”,因为他将漏斗置入口中,便能不间断地容纳倒进来的葡萄酒。至于斯巴达人克勒奥墨涅斯,人们不仅说他是一个豪饮者,而且确实还将那众所周知的塞西亚陋习归咎于他,即他成了一个饮用纯酒的人。他们说诗人希俄斯人伊翁本人对葡萄酒亦毫无节制。马其顿人亚历山大在婆罗门迦罗诺斯(即印度的智者)自焚殉身之际,亦为他举办了音乐、骑术与运动员的竞技会。为了讨好印度人,亚历山大还将他们当地的一项竞赛列入上述各项赛事之中以向迦罗诺斯致敬:总之,他设下了一场饮酒比赛,获得头名者的奖赏是一塔兰同,第二名是三十明那,第三名则是十明那。在众人中戴上胜利桂冠的是普罗马科斯。在狄奥尼修斯治下,狂欢酒壶节亦为饮酒最多者设下了一顶金冠作为奖赏。迦克墩人色诺克拉底获胜了,领得金冠后,当他在晚宴后返回家中时,依循前些日子的习俗,将它戴在了立于门前的赫耳墨斯神像上;因为他此前亦将花冠、香桃木冠、常春藤冠以及月桂冠安放在那里留存。据说阿纳卡西斯在珀里安德鲁斯处亦痛饮极多,这也是他从本国带来的行头,因为饮用纯酒乃是塞西亚人的特性。哲学家拉克得斯与蒂蒙,人们称这两人亦饮酒极多。埃及的密凯林努斯在收到布托神谕预示其寿命短促之后,便企图以计谋瞒过神谕,将时间加倍,把夜晚加入白昼之中,自己亦通宵达旦地一边熬夜一边饮酒。若对某人而言希罗多德足以为凭,便把埃及人阿玛西斯亦列入这些人之中吧。科林斯人尼科忒勒斯以及克瑞翁之子斯科帕斯亦不可被排除在这些人之外。据说国王安条克亦成了一个葡萄酒的嗜好者。正是为此,塞浦路斯人阿里斯托斯与忒弥松为他掌管王国,而他自己则因沉湎暴饮,在统治权上仅空具名义。被称为神显者的安条克,即被作为人质送给罗马人的那位,亦放纵不羁地渴望饮酒。与此人同名的安条克,即在米底亚与阿尔萨息作战的那位,亦是饮酒的奴隶。被称为大帝的安条克亦当与这些人归于同列。对葡萄酒的不义冲动夺去了伊利里亚国王阿格龙的性命,并使他患上了胸膜炎。另一位伊利里亚国王根提乌斯亦习惯于放纵地饮酒。至于卡帕多细亚国王奥罗斐涅斯,我们又怎能遗漏他呢,他同样成了一个在饮酒方面极其可怕的人。若亦须提及妇人——虽说好饮的妇人已属怪异,暴饮者则尤甚——但亦当谈及她们。据说克勒奥在参与竞争时,不仅面对妇人,即便是面对同席痛饮的男子,在饮酒方面亦极度强悍,并压倒了所有人,而在我看来,她所夺得的实乃最可耻的胜利之冠。

语法注3 条
  1. 2.41ἐπεγέγραπτο τῇ ἀρχῇ ἄλλως

    动词 ἐπιγράφω 的过去完成时被动态,搭配与格 τῇ ἀρχῇ 及副词 ἄλλως(“徒然”、“仅仅”)。这一习语表达意指他的名字仅仅空挂在统治权上,有名无实,并无实际治权。

  2. 2.41τόν γε μὴν Καππαδόκων βασιλέα Ὀροφέρνην τί τοῦτον ἐάσομεν

    提前句式(prolepsis)。宾格名词短语 τόν... Ὀροφέρνην 被置于句首作为关注的主题,随后在疑问句 τί τοῦτον ἐάσομεν(“我们为何要略过他?”)中由指示代词 τοῦτον 予以复指接应。

  3. 2.41πιεῖν γενόμενον δεινόν

    不定词 πιεῖν 作形容词 δεινόν 的说明性(限制性)不定词(epexegetical infinitive),意为“在饮酒方面变得极其可怕/厉害”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:2.41